Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. πάντας, κἄμ’ αὐτὸν συγγόνους τ᾿ ἄρδην ἐμούς·
  2. κἀγὼ δ’ ὁ τλήμων βαρβάρους ἀφίξομαι;
  3. ἢ ποῖ τράπωμαι πατρίδος πορθουμένης;
  4. Ὦ πάμμεγ’ ἐμπνέουσα βαρβάροις ποτὲ
  5. πόλις, τὸ κλεινὸν οὔνομ’ ἀφαιρῇ τάχα.
  6. Χαῖρ’, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις·
  7. λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγὼς,
  8. αἰχμαῖς ἁλωτός· βαρβάρων δ’ ἴδω πέδον,
  9. εἰ μὴ γέροντ᾿ ὄντα με προφθάσει πότμος,
  10. ὃν εἴθ᾿ ἴδοιμι πατρίδος μένων πέδω·
  11. συνῆκα γὰρ, θέσφατον ὡς οὕτως ἔχει.
ΘΕΟΛΟΓΟΣ.
  1. Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον·
  2. ὁ δ’ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην,
  3. ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ’ ὅμως·
  4. αὐτὸς δ’ ἑαυτὸν αἰτιάσθω τῆς δίκης.
  5. Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα
  6. οὐκ ἦλθεν, οὐκ ἤμυνεν οὐδ’ ἐπεστράφη,
  7. εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως.
  8. Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι;
  9. οἵων δὲ δώρων οὐκ ἔπλησε νιν ξένων,