Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι,
  2. ὥστ᾿ ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν,
  3. πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν
  4. τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας,
  5. κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας,
  6. ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ’ ἔθος.
  7. Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου,
  8. πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ.
  9. Δείξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον.
ΘΕΟΤΟΚΟΣ.
  1. Ιδού σε, Τέκνον, καταλείπουσαι μόνον
  2. ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους,
  3. πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον,
  4. δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου.
ΙΩΣΗΦ.
  1. Ὠ φίλτατ᾿ ἀνδρῶν, καὶ θανὼν ἐμοὶ δ’ ὅμως
  2. τῶν φιλτάτων ἀεί γ’ ἀριθμήσῃ πολύ·
  3. χαῖρ’· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι.
ΘΕΟΛΟΓΟΣ.
  1. Γένεθλον ἐσθλὸν, οὐκ ἐν αἰνιγμοῖς φράσω,
  2. ἀνὴρ ὅδ’ ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος.
  3. Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις
  4. Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι