Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. Πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου;
  2. Ἀλλ’, ὦ λιποῦσαι Γαλιλαίας χωρίον,
  3. ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ
  4. ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων
  5. ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος,
  6. ἐᾶτε τἀπιχώρι᾿ νεκρῷ μέλη,
  7. λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε,
  8. ἔπειτ’ Ἄνακτα ζῶντ᾿ ἀνευφημήσετε,
  9. ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ’ ἐμοί.
  10. χωρεῖτε χωρεῖτ’, οὐκέτ᾿ εἰμὶ προσβλέπειν
  11. οἵα πρὸς αὐτοῦ καὶ τάφον καὶ τὸν λίθον.
  12. Εἴχωμεν οὖν, εἴκωμεν, ὦ φίλαι κόραι·
  13. ἴτ᾿ ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει
  14. εἰς δῶμ’, ἐν ᾧ θηλυγενὲς μένει γένος,
  15. μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία,
  16. μύστην ὅπου θίασον οἶμαι συντρέχειν·
  17. κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον·
  18. ἢ μᾶλλον ἀπίωμεν εἰς παιδὸς νέου,
  19. ὅν μοι τέθεικεν υἱὸν γἱός μοι μόνος.
ΘΕΟΛΟΓΟΣ.
  1. Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις·