Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὅς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι
  2. καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος
  3. νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.
  4. Στῶμεν δὲ μικρὸν, ὡς προσείπω τὸν νέκυν.
  5. οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾄδου δόμους,
  6. κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις,
  7. ἥκων ἐς ἀΐδαο πανζόφου στέγην,
  8. ᾄδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς·
  9. οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας,
  10. θέλων φαειναί καὶ καταυγάσαι γένος
  11. Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν,
  12. ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις,
  13. ἥκεις τ᾿ ἐς ᾄδου τὸν βαθύγνοφον σκότον,
  14. θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών·
  15. ἡ δ’ εὐμένεια τοῦ Πατρός σ’ ἀποκτενεῖ,
  16. ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία·
  17. τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός
  18. ὄδυρμα πικρὸν γῆ σε, Τέκνον. λαμβάνει,
  19. ἥκοντ’ ἐς ἀΐδαο πανζόφου πύλας,
  20. ᾄδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος·