Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ὠ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον·
- κοινὸν τόδ᾿ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς,
- κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει·
- φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι·
- Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος,
- ὃ πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν
- ἔσχον, τόδ’ εὑρὼν Κοιράνου δωρήματι,
- γυμνὸν, τρισύλῳ κείμενον ξύλῳ λαβών.
- Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε φωτὸς, ἀτρέμας
- χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου
- καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ᾿ αὖτε ξύντονα·
- ἰδοὺ γὰρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος.
- Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα,
- ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.
- Δεῦτ᾿ κοῦραι, καὶ κατιδοῦσαι νέκυν
- προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονὸς,
- ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ·
- ὄψεσθε, καὶ μὴ ταῦτ᾿ Ἰουδαίοις
- χωρεῖτε χωρεῖτ’· οὐκέτι βλέπειν φέρω
- τάφῳ τεθέντα καὶ καλυφθέντ᾿ πέτρᾳ,