Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω;
  2. Θεέ μου, Θεέ μου, πῶς σε καλέσσω;
  3. φρενὸς ἐκ φιλίας τί ποτ’ ἄρ’ ᾄσω;
  4. κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ᾿ εἱλιγμένος,
  5. ὁ σπαργάνοις πρὶν έντεταργανωμένος.
ΝΙΚΟΔΗΜΟΣ.
  1. Φέρ’, ὦ γεραιὲ, κρᾶτα τοῦ τρισολβίου
  2. ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν
  3. σῶμ’ ἐξακριβώσωμεν, εἰς ὅσον πάρα.
  4. Ω φίλτατον πρόσωπον, ὠ νέα γένυς,
  5. ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν·
  6. τὰ δ’ αἱμόφυρτα καὶ κατηλοκισμένα
  7. μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω,
  8. πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην.
ΘΕΟΤΟΚΟΣ.
  1. Ναὶ πρὸς Θεοῦ, συνέρξατ’· ἐν δέοντι γὰρ,
  2. ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας.
  3. Ὀρθώσατ᾿ ἐκτείναντες ὀλβίαν δέρην·
  4. μικρὸν τόδ’ οἰκούρημα φίλῳ Δεσπότῃ.
  5. Κομίζετ᾿ ὡς ἰδοῦσ᾿ ἐν
  6. ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ.
  7. ἕως τρίτον τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι.