Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν.
  2. κοὐκ ἤρκεσαν μοι ταῦθ’ ὑβρισθῆναι μόνον,
  3. ἀλλ’ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν
  4. ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις.
  5. Αλλ᾿ εἰδον ἐξαίσια σοὶ πεπραγμένα,
  6. καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη
  7. οὐ θνητὸν ᾤμην σ’ οὐδ’ ἐδείμαινον θανεῖν·
  8. ἀλλά σε πατρὸς Ἁβραὰμ συνθήματι
  9. πρέσβευμά θ᾿ αἵ τε μυρίαι γερουσίαι
  10. ὅρκος θ’, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν,
  11. θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει.
  12. Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον·
  13. κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων
  14. ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ’, ὦ Τέκνον,
  15. θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω,
  16. θρηνῶ, σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.
  17. Πέπλοις δ’ Ἰωσήφ εὐπρεπῶς σ’ ἀμφιάσαι
  18. ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον
  19. καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδὴν,
  20. ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων,