Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. προσειχόμην θ’ ὡς κισσὸς ἔρνεσι δρυός·
  2. Ὦ φίλον ὄμμα, φίλτατον δἐ μοι
  3. καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνου·
  4. Ὦ γλυκυτάτη προσβολὴ τῶν
  5. Ὦ θέσκελος χρὼς πνεῦμά θ’ ἥδιστον τέκνου·
  6. Ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν
  7. οὖσ’ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ.
  8. Τί σ’ ὧδ’ ἀτίμως ἠθέλησας τεθνάναι;
  9. τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
  10. τέθεικας; Οἴμοι, συνθάνοιμί σοι. Τέκνον·
  11. θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν
  12. Πῶς ἐξ ἀναύδου καὶ μύσαντός ὄμματος
  13. ἕξω παρηγόρημα; πῶς δ’ οἴσω μένειν.,
  14. Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα
  15. ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις,.
  16. μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις
  17. ἀρχῆς ἄκρης σῶν ξένων γενεθλίων;
  18. Ἠ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς ᾄδου μολὼν,
  19. Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.
  20. Εκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν.