Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Οὐκοῦν, γεραιὲ φίλτατ᾿ λάβε,
  2. ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαί.
  3. λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας,
  4. ὄρθου κεφαλὴν, πῆχυν ἐνθεὶς αὐχένι
  5. πλευρὰν πλευρὰν δὲ τοῦδ’ ἀείρατε.
ΘΕΟΛΟΓΟΣ.
  1. Ἔκτειν᾿, ἄνασσα, χεῖρας, αἵ τ' ἄλλαι κόραι,
  2. δέχνυσθε νεκρὸν, ὃς νεκροῖς ζωὴν διδοῖ,
  3. κἀγὼ δ’, ὅσον δύναμις, ὑποδέξομαι.
ΘΕΟΤΟΚΟΣ.
  1. Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκρὸν λάβε.
  2. Φεῦ φεῦ· τί λεύσω; ταῖν χεροῖν τί νῦν φέρω;
  3. τὶς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω;
  4. πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη
  5. πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον;
  6. Αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ’ ὡς νέκυν
  7. καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον.
  8. Χαῖρ’, ὕστατόν σ’ ὁρῶσα νῦν προσφθέγγομαι,
  9. ὃν μήποτ’ αὐτὴ φύσασ’ ὤφελον νέκυν
  10. τανῦν ἰδέσθαι φθίμενον σ’ ὑπ’ ἀνόμων.
  11. Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
  12. Ὦ φιλτάτη χεὶρ, ἧς ἐγὼ πόλλ’ εἰχόμην