Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. πέπλους ἀνασπῶν σῶμά τ' ἐκφέρων τάφου.
  2. Ὡς γὰρ προσήκει μὴ γένους
  3. ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον.
  4. Πῶς δ’ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας
  5. τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενὶ,
  6. φρόντιζ'· ἐμοῖς δὲ χρωμένη βουλεύμασι
  7. σιγῇ φέρ᾿· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές.
  8. ὠμὀν ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ᾿
  9. εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι·
  10. ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε
  11. τὸν σὸν πιθέσθαι Παῖδ’ ὅπως οὐκ ἐσθλὸς ἦν,
  12. οὐδ’ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος
  13. καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις
  14. ὕλην, ἐπεί μιν ἐσθλὸν ἐπίσταμαι.
  15. Ἔκτειν᾿ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις,
  16. δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον,
  17. καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν.
ΘΕΟΤΟΚΟΣ.
  1. Κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
  2. τολοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον,
  3. ὡς καλλίνικος, ᾗ κλέος νίκης μέγα.