Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω:
  2. ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας;
  3. οἵοις τε πέπλοις κατακαλύψω νέκυν;
  4. πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη;
  5. τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες;
  6. οἴμοι, τί δράσω; τίς γένωμαι
  7. Τί ταῦτ᾿ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις
  8. ἔργοις θ’, ὅσ’ ὑπέδειξας εἰς μαρτυρίαν,
  9. ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν.
  10. Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεὸς,
  11. πολλά τ᾿ ἀέλπτως πολλάκις κραίνει Θεὸς,
  12. τὰ δ’ αὖ δοκηθέντ’ οὐκ ἐφεῦρε καὶ τέλος·
  13. σὺ δ’ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον.
ΘΕΟΛΟΓΟΣ.
  1. Καὶ μὴν ὅδ’ Ἰώσηπος ἐν σπουδῇ ποδὸς
  2. στείχει, νέον τι πρᾶγμ’ ἴσως ἔχων φράσαι.
  3. Ἀτὰρ τόδ’ ἄλλο θαῦμα καὶ παρ’ ἐλπίδα,
  4. μύστην νύχιον τῷδε συντρέχοντα πως,
  5. σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ.
  6. Ὠ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια
  7. εἰδὼς ἁγιστεύει θ’ ἑαυτοῦ βιοτὰν