Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν·
  2. ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ,
  3. πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νᾶμα
  4. ἔσταξεν εὐθὺς αἷμά τ᾿ οὐ πεφυρμένον,
  5. φρικτὸν θέαμα, καὶ τρόμος μ᾿ ὁρᾶν ἔχει.
  6. Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν,
  7. γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας
  8. τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους·
  9. αὐτὸς δ’ ὁ νύξας ἔντρομος πεσὼν θίγει.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ τέκνον, ὠ φίλτατον, ὠ θεῖον κάρα,
  2. οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις,
  3. σφόδρα ποθεινὴ δακρύοισι συμφορά·
  4. κενοῖς τε καθάρσιον αἷμα τοῦ γένους·
  5. καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα,
  6. Θεοῦ τε κεκράγασι τρανῶς σ’ Υἱέα·
  7. πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχειν,
  8. οἱ δ’ ἐγγενεῖς σ’ ἔκτειναν ἀλόγῳ φθόνῳ,
  9. ἐξ ὧν σ’ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν,
  10. οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως·
  11. οἵδ’ οὐδὲ φροντίζουσι σ’ ἐνθεῖναι τάφῳ.