Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν,
  2. ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.
XOPOΣ.
  1. κακῶς πέπρακται πανταχοῦ, τὶς ἀντερεῖ;
  2. Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος·
  3. στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι.
  4. Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη,
  5. κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης τέκνου.
  6. Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ
  7. ὅμως δὲ πάντα τλησικαρδίως φέρειν
  8. τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι.
ΘΕΟΤΟΚΟΣ.
  1. Αἲ αἰ·
  2. Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι,
  3. οἱ συνέτριψαν τῶν μιαιφόνων σκέλη,
  4. κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
  5. Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσῃ νέον
  6. καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν,
  7. Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.
  8. Ἰώ μοί μοι·
  9. Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
  10. Κατίδετ᾿ ἴδεθ᾿ αἷμα νυγέντος νεκροῦ,