Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὅσαι τεκοῦσαι καὶ θανόντ’ εἶδον τέκνα·
  2. ὡς τρὶς θανεῖν θέλοιμ’ ἢ τεκεῖν ἅπαξ
  3. καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου.
  4. Ἀλλ’ οὐ γὰρ αὐτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος,
  5. ὠ παγκοίρανε πότνα, παρθέν’ ὀλβία.
  6. Ἠ πολλὰ παντὸς εἶ διάφορος γένους·
  7. ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη
  8. ἀνθ’ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω,
  9. καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω·
  10. κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον·
  11. σὺ δ’ ἀνδρὸς οὐκ ἔγνωκας εὐνὴν, παρθένε,
  12. Θεὸν τεκεῖν ἔκλυες ἀγγέλου, λέγεις·
  13. καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις;
ΘΕΟΤΟΚΟΣ.
  1. Ἐᾶτέ μ’· οὔτι φίλα μοι τὰ μὴ φίλα·
  2. ἤγγειλεν, οἷ’ ἤγγειλεν· οὐ μομφὴν ἔχει
  3. εὐάγγελος δόξης γε τῆς εὐαγγέλου·
  4. ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας,
  5. οὐκ οἶδ’, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας.
  6. Θρηνεῖν δὲ δεῖ με’ δακρύων γὰρ ἄξια
  7. πέπονθα πολλὰ καὶ στένω καὶ δακρύω,