Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ ,
  2. στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ·
  3. ἐλπὶς δ᾿ τρέφει με, καὶ θρηνῶν
  4. οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ Δεσπότου.
  5. Η καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη
  6. τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος,
  7. ἢ μὴ παρεξέλθοις. καὶ θανεῖν με συμφέρει.
ΘΕΟΤΟΚΟΣ.
  1. Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω
  2. αὖθις φθορᾶς πάναγρον ἀνίσχειν δέμας·
  3. νῦν δ’ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος
  4. καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν.
  5. Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιὰν,
  6. κοὐδ’ ἂν τρέσασ’ εἴποιμι τοὺς σοφοὺς βροτῶν
  7. δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων,
  8. τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
  9. Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει,
  10. ὄλβου δ’ ἐπιρρυέντος εὐκλεέστερος
  11. ἄλλου γένοιτ’ ἄλλος, ὄλβιος δ’ ἂν οὔ.
ΚΜΙΧΟΡΙΟΝ.
  1. Πάντων, ὅσ’ ἔστ’ καὶ γνώμην ἔχει,
  2. γυναῖκες ἐσμὲν ἀθλιώτατον φυτὸν,