Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ὡς οὖν <ὁ υἱὸς> ἀποκαλύπτει τὸν πατέρα φάσκων »οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ‘, οὕτως τολμῶ λέγειν, οὐδὲ τὸ πνεῦμά τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ ὁ υἱός, παρ’ οὗ ἐκπορεύεται καὶ παρ’ οὑ λαμβάνει.

πῶς δὲ ἀλλότριον θεοῦ τὸ πνεῦμα λεγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾡ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ’ οὐρανῶν »Σαοὺλ Σαούλ, τί με διώκεις,

τοῦ κατηξιωμένου ἀκοῦσαι »ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, τοῦ λέγοντος »οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ«, ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ;

ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων , Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἀνδείξαθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ.

κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίςεται λέγων ἐποίησεν ὁ [*](5—9 vgl. Ancor. c. 73, If; S. 91, ff — 6 Matth. 11, 27 — 12 vgl. 2, 9 — 13 vgl. Matth. 16, 19 — 11 Act. 9, 4 — 15 || Kor. 12, 4 — 16 | Kor. 2, 11 — 21 f vgl. Ph|l. 2, 10 — 25 Gen. 1, 27 L J arm. (b|s Ζ. 9) – 9 fre| gestaltet Conc|l. Florent. Hardou|n |X 193 D 361 A 610 D = Jos. Bryen|||os | 275 f Bulgar|s) [*](2 f πόσῳ μᾶλλον — τὸν αὐτοῦ υἱὸν 003C; arm. 5 <τὸν πατέρα> * | αὐτῷ προσάπτων> *, entehrt er n|cht v|elmehr arm. Ι ὠς οῦν] denn 5 f der Anfang lautet |m Conc. Flor, καὶ καθάπερ οὐδεὶς ἑώρακέ 193 D ὃν γὰρ τρόπον οὐδεὶς ἔγνω 361 A 610 D ὥσπερ γὰρ οὐδεὶς ἑώρακε Bryenn. 5 ὁ > *, der Sohn arm. 7 οὕτως Conc. Flor.] ; L J aber arm. | τολμῶ + δὲ L 9 nach ἐκπορεύεται ährt das florent. Conc|l fort οὔτε τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἀληθῶς δοξάζον τὸ διδάσκον πάντα ὅπερ ἐστὶ (nur d x003C; ἐστι SQ|A 610 D) παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ 10 τολμῶσι λέγειν L | οἳ *] καὶ L J 17 βουλομένου *] βουλόμενος L J 21 vor οὐρανίων + καὶ J 23 f ἐνδείξασθαι] ἀπεικασθῆναι ül.)

20
θεὸς τὸν ἄνθρωπον, κὰτ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘. χαρίσματι γὰρ ἔχει τὴν εἰκόνα πᾶς ἄνθρωπος,

οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα , ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.

12. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος »οὐδείς« φησίν »οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω«·

καὶ οὐκ εἶπεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ‘, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ« μόνον, οἴνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον·