Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

ἐδύνατο οὖν ἄλλο τι ποιεῖν ἑαυτὸν ἢ ὃ ἐποίησεν; ἢ οὕτω καὶ τὸ ἀγαθὸν ποιεῖν ἀναιρήσομεν, ὅτι μὴ ἂν κακοποιοῖ. οὐ γὰρ οὕτω τὸ δύνασθαι ἐκεῖ, ὡς καὶ τὰ ἀντικείμενα, ἀλλ̓ ὡς ἀστεμφεῖ καὶ ἀμετακινήτῳ δυνάμει, ἣ μάλιστα δύναμίς ἐστιν, ὅταν μὴ ἐξίστηται τοῦ ἕν: καὶ γὰρ τὸ τὰ ἀντικείμενα δύνασθαι ἀδυναμίας ἐστί τοῦ ἐπὶ τοῦ ἀρίστου μένειν. δεῖ δὲ καὶ τὴν ποίησιν αὑτοῦ, ἣν λέγομεν, καὶ ταύτην ἅπαξ εἶναι: καλὴ γάρ: καὶ τίς ἂν παρατρέψειε βουλήσει γενομένην θεοῦ καὶ βούλησιν οὖσαν; βουλήσει οὖν μήπω ὄντος; τί δὲ βούλησιν ἐκείνου ἀβουλοῦντος τῇ ὑποστάσει; πόθεν οὖν αὐτῷ ἔσται ἡ βούλησις ἀπὸ οὐσίας ἀνενεργήτου; ἢ ἦν βούλησις ἔν γε τῇ οὐσίᾳ: οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. ἢ τί ἦν, ὃ μὴ ἦν, οἷον ἡ βούλησις; πᾶν ἄρα βούλησις ἦν καὶ οὐκ ἔνι τὸ μὴ βουλόμενον. οὐδὲ τὸ πρὸ βουλήσεως ἄρα. πρῶτον ἄρα ἡ βούλησις αὐτός. καὶ τὸ

756
ὡς ἐβούλετο ἄρα καὶ οἷον ἐβούλετο, καὶ τὸ τῇ βουλήσει ἑπόμενον, ὃ ἡ τοιαύτη βούλησις ἐγέννα: ἐγέννα δὲ οὐδὲν ἔτι ἐν αὐτῷ: τοῦτο γὰρ ἤδη ἦν. τὸ δὲ συνέχειν ἑαυτὸν οὕτω ληπτέον νοεῖν, εἴ τις ὀρθῶς αὐτὸ φθέγγοιτο, ὡς τὰ μὲν ἄλλα πάντα ὅσα ἐστὶ παρὰ τούτου ἀνέχεται: μετουσίᾳ γάρ τινι
2.507
αὐτοῦ ἔστι, καὶ εἰς τοῦτον ἡ ἀναγωγὴ πάντων: αὐτὸς δὲ ἤδη παῤ αὑτοῦ οὔτε συνοχῆς οὔτε μετουσίας δεόμενος, ἀλλὰ πάντα ἑαυτῷ, μᾶλλον δὲ οὐδὲν οὐδὲ τῶν πάντων δεόμενος εἰς αὑτόν: ἀλλ̓ ὅταν αὐτὸν εἴπῃς ἢ ἐννοηθῇς, τὰ ἄλλα πάντα ἄφες. ἀφελὼν οὖν πάντα, καταλιπὼν δὲ μόνον αὐτόν, μὴ τί προσθῇς ζήτει, ἀλλὰ μή τί πω οὐκ ἀφῄρηκας ἀπ̓ αὐτοῦ ἐν γνώμῃ τῇ σῇ. ἔστι γάρ τινος ἐφάψασθαι καὶ σέ, περὶ οὗ οὐκέτι ἄλλο ἐνδέχεται οὔτε λέγειν οὔτε λαβεῖν: ἀλλ̓ ὑπεράνω κείμενον μόνον τοῦτο ἀληθείᾳ ἐλεύθερον, ὅτι μηδὲ δουλεῦόν ἐστιν ἑαυτῷ, ἀλλὰ μόνον αὐτὸ καὶ ὄντως αὐτό, εἴ γε τῶν ἄλλων ἕκαστον αὐτὸ καὶ ἄλλο.