Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Ἆῤ ἔστι καὶ ἐπὶ θεῶν εἴ τί ἐστιν ἐπ̓ αὐτοῖς ζητεῖν, ἢ ἐν ἀνθρώπων ἀδυναμίαις τε καὶ ἀμφισβητησίμοις δυνάμεσι τὸ τοιοῦτον ἂν πρέποι ζητεῖν, θεοῖς δὲ τὰ πάντα δύνασθαι ἐπιτρεπτέον, καὶ ἐπ̓ αὐτοῖς οὐ μόνον τί, ἀλλὰ καὶ πάντα εἶναι; ἢ τὴν δύναμιν δὴ πᾶσαν καὶ τὸ ἐπ̓ αὐτῷ δὴ πάντα ἑνὶ ἐπιτρεπτέον, τοῖς δ̓ ἄλλοις τὰ μὲν οὕτως, τὰ δ̓ ἐκείνως ἔχειν, καί τισιν ἑκατέρως; ἢ καὶ ταῦτα μὲν ζητητέον, τολμητέον δὲ καὶ ἐπὶ τῶν πρώτων καὶ τοῦ ἄνω ὑπὲρ πάντα ζητεῖν τὸ τοιοῦτον, πῶς τὸ ἐπ̓ αὐτῷ, κἂν πάντα συγχωρῶμεν δύνασθαι. καίτοι καὶ τὸ δύνασθαι τοῦτο σκεπτέον πῶς ποτε λέγεται, μήποτε οὕτως τὸ μὲν δύναμιν, τὸ δ̓ ἐνέργειαν φήσομεν, καὶ ἐνέργειαν μέλλουσαν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι ἀναβλητέον, πρότερον δὲ ἐφ̓ ἡμῶν αὐτῶν, ἐφ̓ ὧν καὶ ζητεῖν ἔθος, εἴ τι ἐφ̓ ἡμῖν ὂν τυγχάνει. πρῶτον οὖν ζητητέον τί ποτε δεῖ τὸ ἐφ̓ ἡμῖν εἶναί τι λέγειν: τοῦτο δ̓ ἐστὶ τίς ἔννοια τοῦ τοιούτου: οὕτω γὰρ ἄν πως

735
γνωσθείη, εἰ καὶ ἐπὶ θεοὺς καὶ ἔτι μᾶλλον ἐπὶ θεὸν ἁρμόζει μεταφέρειν ἢ οὐ μετενεκτέον ἢ μετενεκτέον μέν, ζητητέον δέ, πῶς τὸ ἐπ̓ αὐτοῖς τοῖς τε ἄλλοις καὶ ἐπὶ τῶν πρώτων. τί τοίνυν νοοῦντες τὸ ἐφ̓ ἡμῖν λέγομεν καὶ διὰ τί ζητοῦντες; ἐγὼ μὲν οἶμαι, ἐν ταῖς ἐναντίαις κινούμενοι τύχαις τε καὶ ἀνάγκαις καὶ παθῶν ἰσχυραῖς προσβολαῖς τὴν
2.479
ψυχὴν κατεχούσαις, ἅπαντα ταῦτα κύρια νομίσαντες εἶναι καὶ δουλεύοντες αὐτοῖς καὶ φερόμενοι ᾗ ἐκεῖνα ἄγει, μή ποτε οὐδέν ἐσμεν οὐδέ τί ἐστιν ἐφ̓ ἡμῖν ἠπορήσαμεν, ὡς τούτου ἐσομένου ἂν ἐφ̓ ἡμῖν, ὃ μὴ τύχαις δουλεύοντες μηδὲ ἀνάγκαις μηδὲ πάθεσιν ἰσχυροῖς πράξαιμεν ἂν βουληθέντες οὐδενὸς ἐναντιουμένου ταῖς βουλήσεσιν. εἰ δὲ τοῦτο, εἴη ἂν ἡ ἔννοια τοῦ ἐφ̓ ἡμῖν, ὃ τῇ βουλήσει δουλεύει καὶ παρὰ τοσοῦτον ἂν γένοιτο ἢ μή, παῤ ὅσον βουληθείημεν ἄν. ἑκούσιον μὲν γὰρ πᾶν, ὃ μὴ βίᾳ μετὰ τοῦ εἰδέναι, ἐφ̓ ἡμῖν δέ, ὃ καὶ κύριοι πρᾶξαι: καὶ συνθέοι μὲν ἂν πολλαχοῦ ἄμφω καὶ τοῦ λόγου αὐτῶν ἑτέρου ὄντος, ἔστι δ̓ οὗ καὶ διαφωνήσειεν ἄν: οἷον εἰ κύριος ἦν τοῦ ἀποκτεῖναι, ἦν ἂν οὐχ ἑκούσιον αὐτῷ πεπραχότι, εἰ τὸν πατέρα ἠγνόει τοῦτον εἶναι: τάχα δ̓ ἂν κἀκεῖνο διαφωνοῖ ἔχοντι τὸ ἐφ̓ ἑαυτῷ. δεῖ δὴ καὶ τὴν εἴδησιν ἐν τῷ ἑκουσίῳ οὐκ ἐν τοῖς καθ̓ ἕκαστα μόνον εἶναι, ἀλλὰ καὶ ὅλως. διὰ τί γάρ, εἰ μὲν ἀγνοεῖ, ὅτι φίλιος, ἀκούσιον, εἰ δὲ ἀγνοεῖ, ὅτι μὴ δεῖ, οὐκ ἀκούσιον; εἰ δ̓ ὅτι ἔδει μανθάνειν, οὐχ ἑκούσιον τὸ μὴ εἰδέναι, ὅτι ἔδει μανθάνειν, ἢ τὸ ἀπάγον ἀπὸ τοῦ μανθάνειν.

ἀλλ̓ ἐκεῖνο ζητητέον: τοῦτο δὴ τὸ ἀναφερόμενον εἰς ἡμᾶς ὡς ἐφ̓ ἡμῖν ὑπάρχον τίνι δεῖ διδόναι; ἢ γὰρ τῇ ὁρμῇ καὶ ᾑτινιοῦν ὀρέξει, οἷον ὃ θυμῷ πράττεται ἢ ἐπιθυμίᾳ ἢ λογισμῷ τοῦ συμφέροντος μετ̓ ὀρέξεως, ἢ μὴ πράττεται. ἀλλ̓ εἰ μὲν θυμῷ καὶ ἐπιθυμίᾳ, καὶ παισὶ καὶ θηρίοις τὸ ἐπ̓ αὐτοῖς τι εἶναι δώσομεν καὶ μαινομένοις καὶ ἐξεστηκόσι καὶ φαρμάκοις ἁλοῦσι καὶ ταῖς προσπιπτούσαις φαντασίαις, ὧν οὐ κύριοι: εἰ δὲ λογισμῷ

2.480
736
μετ̓ ὀρέξεως, ἆρα καὶ πεπλανημένῳ τῷ λογισμῷ; ἢ τῷ ὀρθῷ λογισμῷ καὶ τῇ ὀρθῇ ὀρέξει. καίτοι καὶ ἐνταῦθα ζητήσειεν ἄν τις, πότερα ὁ λογισμὸς τὴν ὄρεξιν ἐκίνησεν, ἢ τοῦτον ἡ ὄρεξις. καὶ γὰρ εἰ κατὰ φύσιν αἱ ὀρέξεις, εἰ μὲν ὡς ζῴου καὶ τοῦ συνθέτου, ἠκολούθησεν ἡ ψυχὴ τῇ τῆς φύσεως ἀνάγκῃ: εἰ δὲ ὡς ψυχῆς μόνης, πολλὰ τῶν νῦν ἐφ̓ ἡμῖν λεγομένων ἔξω ἂν τούτου γένοιτο. εἶτα καί τις λογισμὸς ψιλὸς πρόεισι τῶν παθημάτων ἥ τε φαντασία ἀναγκάζουσα ἥ τε ὄρεξις ἐφ̓ ὅ τι ἂν ἄγῃ ἕλκουσα πῶς ἐν τούτοις κυρίους ποιεῖ; πῶς δ̓ ὅλως κύριοι, οὗ ἀγόμεθα; τὸ γὰρ ἐνδεὲς ἐξ ἀνάγκης πληρώσεως ὀρεγόμενον οὐκ ἔστι κύριον τοῦ ἐφ̓ ὃ παντελῶς ἄγεται. πῶς δ̓ ὅλως αὐτό τι παῤ αὑτοῦ, ὃ παῤ ἄλλου καὶ ἀρχὴν εἰς ἄλλο ἔχει κἀκεῖθεν γεγένηται οἷόν ἐστι; κατ̓ ἐκεῖνο γὰρ ζῇ καὶ ὡς πέπλασται: ἢ οὕτω γε καὶ τὰ ἄψυχα ἕξει τὸ ἐπ̓ αὐτοῖς τι εἰληφέναι: ποιεῖ γὰρ ὡς γεγένηται καὶ τὸ πῦρ. εἰ δ̓ ὅτι γινώσκει καὶ τὸ ζῷον καὶ ἡ ψυχὴ ὃ ποιεῖ, εἰ μὲν αἰσθήσει, τίς ἡ προσθήκη πρὸς τὸ ἐπ̓ αὐτοῖς εἶναι; οὐ γὰρ ἡ αἴσθησις πεποίηκε τοῦ ἔργου κύριον ἰδοῦσα μόνον: εἰ δὲ γνώσει, εἰ μὲν γνώσει τοῦ ποιουμένου, καὶ ἐνταῦθα οἶδε μόνον, ἄλλο δὲ ἐπὶ τὴν πρᾶξιν ἄγει. εἰ δὲ καὶ παρὰ τὴν ὄρεξιν ὁ λόγος ποιεῖ ἢ ἡ γνῶσις καὶ κρατεῖ, εἰς τί ἀναφέρει ζητητέον, καὶ ὅλως ποῦ τοῦτο συμβαίνει: καὶ εἰ μὲν αὐτὸς ἄλλην ὄρεξιν ποιεῖ, πῶς ληπτέον: εἰ δὲ τὴν ὄρεξιν παύσας ἔστη καὶ ἐνταῦθα τὸ ἐφ̓ ἡμῖν, οὐκ ἐν πράξει τοῦτο ἔσται, ἀλλ̓ ἐν νῷ στήσεται τοῦτο: ἐπεὶ καὶ τὸ ἐν πράξει πᾶν, κἂν κρατῇ ὁ λόγος, μικτὸν καὶ οὐ καθαρὸν δύναται τὸ ἐφ̓ ἡμῖν ἔχειν.
2.481