Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

κινδυνεύει γὰρ βοήθεια τὸ νοεῖν δεδόσθαι ταῖς φύσεσι ταῖς θειοτέραις μέν, ἐλάττοσι δὲ οὔσαις, καὶ οἷον αὐταῖς τυφλαῖς οὔσαις ὄμμα. ὁ δ̓ ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν; ὃ δ̓ ἂν δέηται δἰ ὀφθαλμοῦ, σκότον ἔχον παῤ

2.476
αὑτῷ φῶς ζητεῖ. εἰ οὖν φῶς τὸ νοεῖν, τὸ δὲ φῶς φῶς οὐ ζητεῖ, οὐκ ἂν ἐκείνη ἡ αὐγὴ φῶς μὴ ζητοῦσα ζητήσειε νοεῖν, οὐδὲ προσθήσει αὑτῇ τὸ νοεῖν. τί γὰρ καὶ ποιήσει, ἢ τί προσθήσει δεόμενος καὶ αὐτὸς ὁ νοῦς, ἵνα νοῇ; οὐκ αἰσθάνεται οὖν ἑαυτοῦ — οὐ γὰρ δεῖται: οὐδ̓ ἐστὶ δύο, μᾶλλον δὲ πλείω, αὐτός, ἡ νόησις — οὐ γὰρ δὴ ἡ νόησις αὐτός — δεῖ δὲ τρίτον καὶ τὸ νοούμενον εἶναι. εἰ δὲ ταὐτὸν νοῦς, νόησις, νοητόν, πάντη ἓν γενόμενα ἀφανιεῖ αὑτὰ ἐν αὑτοῖς: διακριθέντα δὲ τῷ ἄλλο πάλιν αὖ οὐκ ἐκεῖνο ἔσται. ἐατέον
733
οὖν τὰ ἄλλα πάντη ἐπὶ φύσεως ἀρίστης οὐδεμιᾶς ἐπικουρίας δεομένης: ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσας τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην. ἡμῖν μὲν γὰρ ἦν ἡ νόησις καλόν, ὅτι ψυχὴ δεῖται νοῦν ἔχειν, καὶ νῷ, ὅτι τὸ εἶναι αὐτῷ ταὐτόν, καὶ ἡ νόησις πεποίηκεν αὐτόν: συνεῖναι οὖν δεῖ τῇ νοήσει τοῦτον καὶ σύνεσιν αὑτοῦ λαμβάνειν ἀεί, ὅτι τοῦτο τοῦτο, ὅτι τὰ δύο ἕν: εἰ δὲ ἓν ἦν μόνον, ἤρκεσεν ἂν αὑτῷ καὶ οὐκ ἂν ἐδεήθη λαβεῖν. ἐπεὶ καὶ τὸ γνῶθι σαυτὸν λέγεται τούτοις, οἳ διὰ τὸ πλῆθος ἑαυτῶν ἔργον ἔχουσι διαριθμεῖν ἑαυτοὺς καὶ μαθεῖν, ὅσα καὶ ποῖα ὄντες οὐ πάντα ἴσασιν ἢ οὐδέν, οὐδ̓ ὅ τι ἄρχει οὐδὲ κατὰ τί αὐτοί. εἰ δέ τί ἐστιν αὐτῷ, μειζόνως ἐστὶν ἢ κατὰ γνῶσιν καὶ νόησιν καὶ συναίσθησιν αὐτοῦ: ἐπεὶ οὐδὲ ἑαυτῷ οὐδέν ἐστιν. οὐδὲν γὰρ εἰσάγει εἰς αὑτό, ἀλλὰ ἀρκεῖ αὑτῷ. οὐ τοίνυν οὐδ̓ ἀγαθὸν. αὑτῷ, ἀλλὰ τοῖς ἄλλοις: ταῦτα γὰρ καὶ δεῖται αὐτοῦ, αὐτὸ δὲ οὐκ ἂν δέοιτο ἑαυτοῦ: γελοῖον γάρ: οὕτω γὰρ ἂν καὶ ἐνδεὲς ἦν αὑτοῦ. οὐδὲ βλέπει δὴ ἑαυτό: δεῖ γάρ τι εἶναι καὶ γίνεσθαι αὐτῷ ἐκ τοῦ
2.477
βλέπειν. τούτων γὰρ ἁπάντων παρακεχώρηκε τοῖς μετ̓ αὐτὸ καὶ κινδυνεύει μηδὲν τῶν προσόντων τοῖς ἄλλοις ἐκείνῳ παρεῖναι, ὥσπερ οὐδὲ οὐσία. οὐ τοίνυν οὐδὲ τὸ νοεῖν, εἴπερ ἐνταῦθα ἡ οὐσία, καὶ ὁμοῦ ἄμφω ἡ νόησις ἡ πρώτη καὶ κυρίως καὶ τὸ εἶναι. διὸ οὔτε λόγος οὔτε αἴσθησις οὔτε ἐπιστήμη, ὅτι μηδὲν ἔστι κατηγορεῖν αὐτοῦ ὡς παρόν.

ἀλλ̓ ὅταν ἀπορῇς ἐν τῷ τοιούτῳ καὶ ζητῇς, ὅπου δεῖ ταῦτα θέσθαι, λογισμῷ ἐπ̓ αὐτὰ στελλόμενος ἀπόθου ταῦτα, ἃ νομίζεις σεμνὰ εἶναι ἐν τοῖς δευτέροις, καὶ μήτε τὰ δεύτερα προστίθει τῷ πρώτῳ, μήτε τὰ τρίτα τοῖς δευτέροις, ἀλλὰ τὰ δεύτερα περὶ τὸ πρῶτον τίθει, καὶ τὰ τρίτα περὶ τὸ δεύτερον: οὕτω γὰρ αὐτὰ ἕκαστα ἐάσεις, ὡς ἔχει, καὶ τὰ ὕστερα ἐξαρτήσεις ἐκείνων ὡς ἐκεῖνα περιθέοντα ἐφ̓ ἑαυτῶν ὄντα. διὸ καὶ ὀρθῶς καὶ ταύτῃ λέγεται ʽπερὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντἀ, τὰ πάντα ὄντα λέγοντος αὐτοῦ καὶ τὸ ἐκείνου ἕνεκα, ἐπειδὴ καὶ τοῦ εἶναι αἴτιος αὐτοῖς καὶ οἷον ὀρέγεται ἐκείνου ἑτέρου ὄντος τῶν πάντων καὶ οὐδὲν ἔχοντος, ὃ ἐκίνοις πάρεστιν: ἢ οὐκ ἂν εἴη ἔτι τὰ πάντα, εἴ τι ἐκείνῳ τῶν ἄλλων τῶν μετ̓ αὐτὸν παρείη. εἰ οὖν καὶ νοῦς τῶν πάντων, οὐδὲ νοῦς ἐκείνῳ. αἴτιον δὲ λέγων πάντων καλῶν τὸ καλὸν ἐν τοῖς εἴδεσι φαίνεται

734
τιθέμενος, αὐτὸν δὲ ὑπὲρ τὸ καλὸν πᾶν τοῦτο. ταῦτα δὴ δεύτερα τιθεὶς εἰς αὐτὰ τρίτα φησὶν ἀνηρτῆσθαι τὰ μετὰ ταῦτα γενόμενα, καὶ περὶ τὰ τρίτα δὲ τιθεὶς εἶναι δῆλον ὅτι τὰ γενόμενα ἐκ τῶν τρίτων, κόσμον τόνδε εἰς ψυχήν. ἀνηρτημένης δὲ ψυχῆς εἰς νοῦν καὶ νοῦ εἰς τὸ ἀγαθόν, οὕτω πάντα εἰς ἐκεῖνο διὰ μέσων, τῶν μὲν πλησίον, τῶν
2.478
δὲ τοῖς πλησίον γειτονούντων, ἐσχάτην δ̓ ἀπόστασιν τῶν αἰσθητῶν ἐχόντων εἰς ψυχὴν ἀνηρτημένων.