Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

ἀλλ̓ οὐκ ὄντος οἷον διαστήματός τινος οὐδὲ διαφορᾶς πρὸς αὑτό, τὸ ἐπιβάλλον ἑαυτῷ τί ἂν εἴη ἢ αὐτό; διὸ καὶ ὀρθῶς ἑτερότητα λαμβάνει, ὅπου νοῦς καὶ οὐσία. δεῖ γὰρ τὸν νοῦν ἀεὶ ἑτερότητα καὶ ταυτότητα λαμβάνειν, εἴπερ νοήσει. ἑαυτόν τε γὰρ οὐ διακρινεῖ ἀπὸ τοῦ νοητοῦ τῇ πρὸς αὐτὸ ἑτέρου σχέσει, τά τε πάντα οὐ θεωρήσει μηδεμιᾶς ἑτερότητος γενομένης εἰς τὸ πάντα εἶναι: οὐδὲ γὰρ ἂν οὐδὲ δύο. ἔπειτα, εἰ νοήσει, οὐ δήπου ἑαυτὸν μόνον νοήσει, εἴπερ ὅλως νοήσει:

2.473
διὰ τί γὰρ οὐχ ἅπαντα; ἢ ἀδυνατήσει. ὅλως δὲ οὐχ ἁπλοῦς γίνεται νοῶν ἑαυτόν, ἀλλὰ δεῖ τὴν νόησιν τὴν περὶ αὐτοῦ ἑτέρου εἶναι, εἴ τι ὅλως δύναιτο νοεῖν αὑτό. ἐλέγομεν δέ, ὅτι οὐ νόησις τοῦτο, εἰ μὴ ἄλλον αὑτὸν ἐθέλοι ἰδεῖν. νοήσας δὲ αὐτὸς πολὺς γίνεται, νοητός, νοῶν, κινούμενος καὶ ὅσα ἄλλα προσήκει νῷ. πρὸς δὲ τούτοις κἀκεῖνο ὁρᾶν προσήκει, ὅπερ εἴρηται ἤδη ἐν ἄλλοις, ὡς ἑκάστη νόησις, εἴπερ νόησις ἔσται, ποικίλον τι δεῖ εἶναι, τὸ δὲ ἁπλοῦν καὶ τὸ αὐτὸ πᾶν οἷον κίνημα, εἰ τοιοῦτον εἴη οἷον ἐπαφή, οὐδὲν νοερὸν ἔχει. τί οὖν; οὔτε τὰ ἄλλα οὔτε αὑτὸν εἰδήσει, ἀλλὰ σεμνὸν ἑστήξεται. τὰ μὲν οὖν ἄλλα ὕστερα αὐτοῦ, καὶ ἦν πρὸ αὐτῶν ὃ ἦν, καὶ ἐπίκτητος αὐτῶν ἡ νόησις καὶ οὐχ ἡ αὐτὴ ἀεὶ καὶ οὐχ ἑστηκότων, κἂν τὰ ἑστῶτα δὲ νοῇ, πολύς ἐστιν. οὐ γὰρ δὴ τὰ μὲν ὕστερα μετὰ τῆς νοήσεως καὶ τὴν οὐσίαν ἕξει, αἱ δὲ τούτου νοήσεις θεωρίαι κεναὶ μόνον ἔσονται. ἡ δὲ πρόνοια ἀρκεῖ ἐν τῷ αὐτὸν εἶναι, παῤ οὗ τὰ πάντα. τὸ δὲ πρὸς αὐτὸν πῶς, εἰ μὴ αὑτόν; ἀλλὰ σεμνὸν ἑστήξεται. ἔλεγε μὲν οὖν ὁ Πλάτων περὶ τῆς οὐσίας λέγων, ὅτι νοήσει, ἀλλ̓
731
οὐ σεμνὸν ἑστήξεται, ὡς τῆς οὐσίας μὲν νοούσης, τοῦ δὲ μὴ νοοῦντος σεμνοῦ ἑστηξομένου, τὸ μὲν ἑστήξεται τῷ μὴ ἄλλως ἂν δεδυνῆσθαι ἑρμηνεῦσαι, σεμνότερον δὲ καὶ ὄντως σεμνὸν νομίζων εἶναι τὸ ὑπερβεβηκὸς τὸ νοεῖν.

καὶ ὅτι μὲν μὴ δεῖ νόησιν περὶ αὐτὸν εἶναι, εἰδεῖεν ἂν οἱ προσαψάμενοι τοῦ τοιούτου: δεῖ γε μὴν παραμύθια ἄττα πρὸς τοῖς εἰρημένοις κομίζειν, εἴ πῃ οἷόν τε τῷ λόγῳ σημῆναι. δεῖ δὲ τὴν πειθὼ μεμιγμένην ἔχειν τὴν ἀνάγκην. δεῖ

2.474
τοίνυν γινώσκειν ἐπιστήσαντα, ὡς νόησις πᾶσα ἔκ τινός ἐστι καὶ τινός. καὶ ἡ μὲν συνοῦσα τῷ ἐξ οὗ ἐστιν ὑποκείμενον μὲν ἔχει τὸ οὗ ἐστι νόησις, οἷον δὲ ἐπικείμενον αὐτὴ γίνεται ἐνέργεια αὐτοῦ οὖσα καὶ πληροῦσα τὸ δυνάμει ἐκεῖνο οὐδὲν αὐτὴ γεννῶσα: ἐκείνου γάρ ἐστιν, οὗ ἐστι, μόνον οἷον τελείωσις. ἡ δὲ οὖσα νόησις μετ̓ οὐσίας καὶ ὑποστήσασα τὴν οὐσίαν οὐκ ἂν δύναιτο ἐν ἐκείνῳ εἶναι, ἀφ̓ οὗ ἐγένετο: οὐ γὰρ ἂν ἐγέννησέ τι ἐν ἐκείνῳ οὖσα. ἀλλ̓ οὖσα δύναμις τοῦ γεννᾶν ἐφ̓ ἑαυτῆς ἐγέννα, καὶ ἡ ἐνέργεια αὐτῆς ἐστιν οὐσία, καὶ σύνεστι καὶ ἐν τῇ οὐσίᾳ, καὶ ἔστιν οὐχ ἕτερον ἡ νόησις καὶ ἡ οὐσία αὕτη, κἂν αὕτη ἑαυτὴν νοῇ ἡ φύσις, οὐχ ἕτερον, ἀλλ̓ ἢ λόγῳ, τὸ νοούμενον καὶ τὸ νοοῦν, πλῆθος ὄν, ὡς δέδεικται πολλαχῇ. καὶ ἔστιν αὕτη πρώτη ἐνέργεια ὑπόστασιν γεννήσασα εἰς οὐσίαν, καὶ ἴνδαλμα ὂν ἄλλου οὕτως ἐστὶ μεγάλου τινός, ὥστε ἐγένετο οὐσία. εἰ δ̓ ην ἐκείνου καὶ μὴ ἀπ̓ ἐκείνου, οὐδ̓ ἂν ἄλλο τι ἢ ἐκείνου ἦν, καὶ οὐκ ἂν ἐφ̓ ἑαυτῆς ὑπόστασις ἦν. πρώτη δὲ οὖσα αὕτη ἐνέργεια καὶ πρώτη νόησις οὐκ ἂν ἔχοι οὔτε ἐνέργειαν πρὸ αὑτῆς οὔτε νόησιν. μεταβαίνων τοίνυν τις ἀπὸ ταύτης τῆς οὐσίας καὶ νοήσεως οὔτε ἐπὶ οὐσίαν ἥξει οὔτε ἐπὶ νόησιν, ἀλλ̓ ἐπέκεινα ἥξει οὐσίας καὶ νοήσεως ἐπί τι θαυμαστόν, ὃ μήτε ἔχει ἐν αὑτῷ οὐσίαν μήτε νόησιν, ἀλλ̓ ἔστιν ἔρημον αὐτὸ ἐφ̓ ἑαυτοῦ τῶν ἐξ αὐτοῦ οὐδὲν δεόμενον. οὐ γὰρ ἐνεργήσας πρότερον ἐγέννησεν ἐνέργειαν — ἤδη γὰρ ἂν ἦν, πρὶν γενέσθαι: οὐδὲ νοήσας ἐγέννησε νόησιν — ἤδη γὰρ ὂν νενοήκει, πρὶν γενέσθαι νόησιν. ὅλως γὰρ ἡ νόησις, εἰ μὲν ἀγαθοῦ, χεῖρον αὐτοῦ: ὥστε οὐ τοῦ ἀγαθοῦ
2.475
ἂν εἴη: λέγω δὲ οὐ τοῦ ἀγαθοῦ, οὐχ ὅτι μὴ ἔστι νοῆσαι τὸ ἀγαθόν: τοῦτο γὰρ ἔστω: ἀλλ̓ ὅτι ἐν αὐτῷ τῷ ἀγαθῷ οὐκ ἂν εἴη νόησις: ἢ ἓν ἔσται ὁμοῦ τἀγαθὸν καὶ τὸ ἔλαττον αὐτοῦ. εἰ δὲ χεῖρον
732
ἔσται, ὁμοῦ ἡ νόησις ἔσται καὶ ἡ οὐσία. εἰ δὲ κρεῖττον ἡ νόησις, τὸ νοητὸν χεῖρον ἔσται. οὐ δὴ ἐν τῷ ἀγαθῷ ἡ νόησις, ἀλλὰ χεῖρον οὖσα καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ἀξιωθεῖσα ἑτέρωθι ἂν εἴη αὐτοῦ καθαρὸν ἐκεῖνο, ὥσπερ τῶν ἄλλων, καὶ αὐτῆς ἀφεῖσα. καθαρὸν δὲ ὂν νοήσεως εἰλικρινῶς ἐστιν ὃ ἔστιν, οὐ παραποδιζόμενον τῇ νοήσει παρούσῃ, ὡς μὴ εἰλικρινὲς καὶ ἓν εἶναι. εἰ δέ τις καὶ τοῦτο ἅμα νοοῦν καὶ νοούμενον ποιοῖ καὶ οὐσίαν καὶ νόησιν συνοῦσαν τῇ οὐσίᾳ, καὶ οὕτως αὑτὸ νοοῦν θέλοι ποιεῖν, ἄλλου δεήσεται καὶ τούτου πρὸ αὐτοῦ: ἐπείπερ ἡ ἐνέργεια καὶ ἡ νόησις ἢ ἄλλου ὑποκειμένου τελείωσις ἢ συνυπόστασις οὖσα πρὸ αὑτῆς καὶ αὐτὴ ἄλλην ἔχει φύσιν, ᾗ καὶ τὸ νοεῖν εἰκότως: καὶ γὰρ ἔχει ὃ νοήσει, ὅτι ἄλλο πρὸ αὐτῆς: καὶ ὅταν αὐτὴ αὑτήν, οἷον καταμανθάνει ἃ ἔσχεν ἐκ τῆς ἄλλου θέας ἐν αὑτῇ. ᾧ δὲ μήτε τι ἄλλο πρὸ αὐτοῦ μήτε τι σύνεστιν αὐτῷ ἐξ ἄλλου, τί καὶ νοήσει ἢ πῶς ἑαυτό; τί γὰρ ἐζήτει; ἢ τί ἐπόθει; ἢ τὴν δύναμιν αὐτοῦ ὅση, ὡς ἐκτὸς οὔσης αὐτοῦ, καθὸ ἐνόει. λέγω δέ, εἰ ἄλλη μὲν ἡ δύναμις αὐτοῦ, ἣν ἐμάνθανεν, ἄλλη δέ, ᾗ ἐμάνθανεν: εἰ δὲ μία, τί ζητεῖ;