Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Εἰς γένεσιν πέμπων ὁ θεὸς ἢ θεός τις τὰς ψυχὰς φωσφόρα περὶ τὸ πρόσωπον ἔθηκεν ὄμματα καὶ τὰ ἄλλα ὄργανα ταῖς αἰσθήσεσιν ἑκάσταις ἔδωκε προορώμενος, ὡς οὕτως ἂν σώζοιτο, εἰ προορῷτο καὶ προακούοι καὶ ἁψαμένη τὸ μὲν φεύγοι, τὸ δὲ διώκοι. πόθεν δὴ προιδὼν ταῦτα; οὐ γὰρ δὴ πρότερον γενομένων ἄλλων, εἶτα δἰ ἀπουσίαν αἰσθήσεων φθαρέντων, ἔδωκεν ὕστερον ἃ ἔχοντες ἔμελλον ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα τὸ παθεῖν φυλάξασθαι. ἢ εἴποι ἄν τις, ᾔδει, ὅτι ἐν θερμοῖς καὶ ψυχροῖς ἔσοιτο τὸ ζῷον καὶ τοῖς ἄλλοις σωμάτων πάθεσι: ταῦτα δὲ εἰδώς, ὅπως μὴ φθείροιτο ῥᾳδίως τῶν ζῴων τὰ σώματα, τὸ αἰσθάνεσθαι ἔδωκε, καὶ δἰ ὧν ἐνεργήσουσιν αἱ αἰσθήσεις ὀργάνων. ἀλλ̓ ἤτοι ἐχούσαις τὰς δυνάμεις ἔδωκε τὰ ὄργανα ἢ ἄμφω. ἀλλ̓ εἰ μὲν ἔδωκε καὶ τὰς αἰσθήσεις, οὐκ ἦσαν αἰσθητικαὶ πρότερον ψυχαὶ οὖσαι: εἰ δ̓ εἶχον, ὅτε ἐγένοντο ψυχαί, καὶ ἐγένοντο, ἵν̓ εἰς γένεσιν ἴωσι, σύμφυτον αὐταῖς τὸ εἰς γένεσιν ἰέναι. παρὰ φύσιν ἄρα τὸ ἀπὸ γενέσεως καὶ ἐν τῷ νοητῷ εἶναι: καὶ πεποίηνται δή, ἵνα ἄλλου ὦσι καὶ ἵνα ἐν κακῷ εἶεν: καὶ ἡ πρόνοια, ἵνα σώζοιντο ἐν τῷ κακῷ, καὶ ὁ λογισμὸς ὁ τοῦ θεοῦ οὗτος καὶ ὅλως λογισμός. ἀρχαὶ δὲ

2.425
λογισμῶν τίνες; καὶ γάρ, εἰ ἐξ ἄλλων λογισμῶν, δεῖ ἐπί τι πρὸ λογισμοῦ ἢ τινά γε πάντως ἰέναι. τίνες οὖν ἀρχαί; ἢ γὰρ αἴσθησις ἢ νοῦς. ἀλλὰ
693
αἴσθησις μὲν οὔπω: νοῦς ἄρα. ἀλλ̓ εἰ νοῦς αἱ προτάσεις, τὸ συμπέρασμα ἐπιστήμη: περὶ αἰσθητοῦ οὐδενὸς ἄρα. οὗ γὰρ ἀρχὴ μὲν ἐκ τοῦ νοητοῦ, τελευτὴ δὲ εἰς νοητὸν ἀφικνεῖται, πῶς ἔνι ταύτην τὴν ἕξιν πρὸς αἰσθητοῦ διανόησιν ἀφικνεῖσθαι; οὔτ̓ οὖν ζῴου πρόνοια οὔθ̓ ὅλως τοῦδε τοῦ παντὸς ἐκ λογισμοῦ ἐγένετο: ἐπεὶ οὐδὲ ὅλως λογισμὸς ἐκεῖ, ἀλλὰ λέγεται λογισμὸς εἰς ἔνδειξιν τοῦ πάντα οὕτως, ὡς ἄν τις σοφὸς ἐκ λογισμοῦ ἐν τοῖς ὑστέροις, καὶ προόρασις, ὅτι οὕτως, ὡς ἄν τις σοφὸς ἐν τοῖς ὕστερον προίδοιτο. ἐν γὰρ τοῖς μὴ γενομένοις πρὸ λογισμοῦ ὁ λογισμὸς χρήσιμον ἀπορίᾳ δυνάμεως τῆς πρὸ λογισμοῦ, καὶ προόρασις, ὅτι μὴ ἦν δύναμις τῷ προορῶντι, καθ̓ ἣν οὐκ ἐδεήθη προοράσεως. καὶ γὰρ ἡ προόρασις, ἵνα μὴ τοῦτο, ἀλλὰ τοῦτο, καὶ οἷον φοβεῖται τὸ μὴ τοιοῦτον: οὗ δὲ τοῦτο μόνον, οὐ προόρασις: καὶ ὁ λογισμὸς τοῦτο ἀντὶ τούτου. μόνου δ̓ ὄντος θατέρου τί καὶ λογίζεται; πῶς οὖν τὸ μόνον καὶ ἓν καὶ ἁπλῶς ἔχει ἀναπτυσσόμενον τὸ τοῦτο, ἵνα μὴ τοῦτο; καὶ ἔμελλε γὰρ τοῦτο, εἰ μὴ τοῦτο, καὶ χρήσιμον τοῦτο ἀνεφάνη καὶ σωτήριον τοῦτο γενόμενον. προείδετο ἄρα καὶ προελογίσατο ἄρα. καὶ δὴ καὶ τὸ νῦν ἐξ ἀρχῆς λεχθὲν τὰς αἰσθήσεις διὰ τοῦτο ἔδωκε καὶ τὰς δυνάμεις, εἰ καὶ ὅτι μάλιστα ἄπορος ἡ δόσις καὶ πῶς. οὐ μὴν ἀλλ̓ εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι, μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ὂν ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν.
2.426
δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, καὶ τοῦ μέλλοντος ὡς ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστι τὸ μέλλον, ἀνάγκη οὕτω παρεῖναι, ὡς προνενοημένον εἰς τὸ ὕστερον: τοῦτο δέ ἐστιν, ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δ̓ ἐστὶ μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε: ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε: τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.
694

διὸ καὶ ἐντεῦθεν ἄν τις οὐχ ἧττον καταμάθοι τὴν νοῦ φύσιν, ἣν κἂν πλέον τῶν ἄλλων ὁρῶμεν, οὐδ̓ ὣς ὅσον ἐστὶ τὸ νοῦ χρῆμα ὁρῶμεν. τὸ μὲν γὰρ ὅτι δίδομεν αὐτὸν ἔχειν, τὸ δὲ διότι οὐκέτι, ἤ, εἰ δοίημεν, χωρίς. καὶ ὁρῶμεν ἄνθρωπον ἢ ὀφθαλμόν, εἰ τύχοι, ὥσπερ ἄγαλμα ἢ ἀγάλματος: τὸ δέ ἐστιν ἐκεῖ ἄνθρωπος καὶ διὰ τί ἄνθρωπος, εἴπερ καὶ νοερὸν αὐτὸν δεῖ τὸν ἐκεῖ ἄνθρωπον εἶναι καὶ ὀφθαλμὸν καὶ διὰ τί — ἢ οὐκ ἂν ὅλως εἴη, εἰ μὴ διὰ τί — ἐνταῦθα δὲ ὥσπερ ἕκαστον τῶν μερῶν χωρίς, οὕτω καὶ τὸ διὰ τί. ἐκεῖ δ̓ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος. πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις. τί οὖν κωλύει καὶ ἕκαστον διὰ τί εἶναι καὶ ἐπὶ τῶν ἄλλων, καὶ τοῦτο εἶναι τὴν οὐσίαν ἑκάστου; μᾶλλον δὲ ἀνάγκη: καὶ πειρωμένοις οὕτως τὸ τί ἦν εἶναι λαμβάνειν ὀρθῶς συμβαίνει. ὃ γὰρ ἔστιν ἕκαστον, διὰ τοῦτο ἔστι. λέγω δὲ οὐχ, ὅτι τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι — τοῦτο

2.427
μὲν γὰρ ἀληθές — ἀλλ̓ ὅτι, εἰ καὶ αὐτὸ τὸ εἶδος ἕκαστον πρὸς αὑτὸ ἀναπτύσσοις, εὑρήσεις ἐν αὐτῷ τὸ διὰ τί. ἀργὸν μὲν γὰρ ὂν καὶ ζωὴν ἔχον τὸ διὰ τί οὐ πάντως ἔχει, εἶδος δὲ ὂν καὶ νοῦ ὂν πόθεν ἂν λάβοι τὸ διὰ τί; εἰ δὲ παρὰ νοῦ τις λέγοι, οὐ χωρίς ἐστιν, εἴ γε καὶ αὐτό ἐστιν: εἰ οὖν δεῖ ἔχειν ταῦτα μηδενὶ ἐλλείποντα, μηδὲ τῷ διὰ τί ἐλλείπειν. νοῦς δὲ ἔχει τὸ διὰ τί οὕτως ἕκαστον τῶν ἐν αὐτῷ: τὰ δὲ ἐν αὐτῷ αὐτὸς ἕκαστον ἂν εἴη τῶν ἐν αὐτῷ, ὥστε μηδὲν προσδεῖσθαι τοῦ διὰ τί γέγονεν, ἀλλ̓ ὁμοῦ γέγονε καὶ ἔχει ἐν αὑτῷ τὴν τῆς ὑποστάσεως αἰτίαν. γεγονὸς δὲ οὐκ εἰκῆ οὐδὲν ἂν παραλελειμμένον ἔχοι τοῦ διὰ τί, ἀλλὰ πᾶν ἔχον ἔχει καὶ τὸ καλῶς ὁμοῦ τῆς αἰτίας.
695
καὶ τοῖς ἄρα μεταλαμβάνουσιν οὕτω δίδωσιν, ὡς τὸ διὰ τί ἔχειν. καὶ μήν, ὥσπερ ἐν τῷδε τῷ παντὶ ἐκ πολλῶν συνεστηκότι συνείρεται πρὸς ἄλληλα τὰ πάντα, καὶ ἐν τῷ πάντα εἶναι ἔστι καὶ διότι ἕκαστον, ὥσπερ καὶ ἐφ̓ ἑκάστου τὸ μέρος πρὸς τὸ ὅλον ἔχον ὁρᾶται, οὐ τούτου γενομένου, εἶτα τούτου μετὰ τόδε, ἀλλὰ πρὸς ἄλληλα ὁμοῦ τὴν αἰτίαν καὶ τὸ αἰτιατὸν συνιστάντων, οὕτω χρὴ πολὺ μᾶλλον ἐκεῖ τά τε πάντα πρὸς τὸ ὅλον ἕκαστα καὶ ἕκαστον πρὸς αὑτό. εἰ οὖν ἡ συνυπόστασις ὁμοῦ πάντων καὶ οὐκ εἰκῆ πάντων καὶ δεῖ μὴ ἀπηρτῆσθαι, ἐν αὑτοῖς ἂν ἔχοι τὰ αἰτιατὰ τὰς αἰτίας, καὶ τοιοῦτον ἕκαστον, οἷον ἀναιτίως τὴν αἰτίαν ἔχειν. εἰ οὖν μὴ ἔχει αἰτίαν τοῦ εἶναι, αὐτάρκη δέ ἐστι καὶ μεμονωμένα αἰτίας ἐστίν, εἴη ἂν ἐν αὑτοῖς ἔχοντα σὺν αὑτοῖς τὴν αἰτίαν. καὶ γὰρ αὖ εἰ μηδέν ἐστι μάτην ἐκεῖ, πολλὰ δὲ ἐν ἑκάστῳ ἐστὶ πάντα ὅσα ἔχει, ἔχοις ἂν εἰπεῖν διότι ἕκαστον.
2.428
προῆν ἄρα καὶ συνῆν τὸ διότι ἐκεῖ οὐκ ὂν διότι, ἀλλ̓ ὅτι: μᾶλλον δὲ ἄμφω ἕν. τί γὰρ ἂν καὶ περιττὸν εἶχε νοῦ, ὡς ἂν νοῦ νόημα μὴ τοιοῦτον ὄν, οἷον μὴ τέλειον γέννημα; εἰ οὖν τέλειον, οὐκ ἔστιν εἰπεῖν ὅτῳ ἐλλείπει, οὐδὲ διὰ τί τοῦτο οὐ πάρεστι. παρὸν ἄρα ἔχοις ἂν εἰπεῖν διότι πάρεστιν: ἐν ἄρα τῇ ὑποστάσει τὸ διὰ τί: ἐν ἑκάστῳ τοίνυν νοήματι καὶ ἐνεργήματι, οἷον κατ̓ ἄνθρωπον πᾶς προεφάνη ὁ ἄνθρωπος συμφέρων ἑαυτὸν αὐτῷ καὶ πάντα ὅσα ἔχει ἐξ ἀρχῆς ὁμοῦ ἔχων ἕτοιμός ἐστιν ὅλος. εἶτα, εἰ μὴ πᾶς ἐστιν, ἀλλὰ δεῖ τι αὐτῷ προσθεῖναι, γεννήματός ἐστιν. ἔστι δὲ ἀεί: ὥστε πᾶς ἐστιν. ἀλλ̓ ὁ γινόμενος ἄνθρωπος γενητός.

τί οὖν κωλύει προβουλεύσασθαι περὶ αὐτοῦ; ἢ κατ̓ ἐκεῖνόν ἐστιν, ὥστε οὔτε τι ἀφελεῖν δεῖ οὔτε προσθεῖναι, ἀλλὰ τὸ βουλεύσασθαι καὶ λελογίσθαι διὰ τὴν ὑπόθεσιν: ὑπέθετο γὰρ γινόμενα. καὶ οὕτω μὲν ἡ βούλευσις καὶ ὁ λογισμός: τῷ δ̓ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι λογίζεται ἀνεῖλεν. οὐ γὰρ ἔνι λογίζεσθαι ἐν τῷ ἀεί: καὶ γὰρ αὖ ἐπιλελησμένου ἦν, ὅπως καὶ πρότερον: εἶτα, εἰ μὲν ἀμείνω ὕστερον, οὐκ ἂν καλὰ πρότερον: εἰ δ̓

696
ἦν καλά, ἔχει τὸ ὡσαύτως. καλὰ δ̓ ἐστὶ μετὰ τῆς αἰτίας: ἐπεὶ καὶ νῦν καλόν τι, ὅτι πάντα. τοῦτο γὰρ καὶ εἶδος τὸ πάντα καὶ ὅτι τὴν ὕλην κατέχει: κατέχει δέ, εἰ μηδὲν αὐτῆς ἀμόρφωτον καταλείπει. καταλείπει δέ, εἴ τις μορφὴ ἐλλείποι, οἷον ὀφθαλμὸς ἢ ἄλλο τι: ὥστε αἰτιολογῶν πάντα λέγεις. διὰ τί οὖν ὀφθαλμοί; ἵνα πάντα: καὶ διὰ τί ὀφρύες; ἵνα πάντα. καὶ γὰρ εἰ ἕνεκα σωτηρίας λέγοις, φυλακτικὸν τῆς οὐσίας λέγεις ἐν αὐτῇ ὑπάρχον, τοῦτο δὲ εἶναι συμβαλλόμενον. οὕτως ἄρα οὐσία ἦν
2.429
πρὶν καὶ τοῦτο, καὶ τὸ αἴτιον ἄρα μερος τῆς οὐσίας: καὶ ἄλλο τοίνυν τοῦτο, ὃ δ̓ ἐστὶ τῆς οὐσίας. πάντα τοίνυν ἀλλήλοις καὶ ἡ ὅλη καὶ τελεία καὶ πᾶσα καὶ τὸ καλῶς μετὰ τῆς αἰτίας καὶ ἐν τῇ αἰτίᾳ, καὶ ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι καὶ τὸ διότι ἕν. εἰ τοίνυν ἔγκειται τὸ αἰσθητικὸν εἶναι καὶ οὕτως αἰσθητικὸν ἐν τῷ εἴδει ὑπὸ ἀιδίου ἀνάγκης καὶ τελειότητος, νοῦ ἐν αὑτῷ ἔχοντος, εἴπερ τέλειος, τὰς αἰτίας, ὥστε ἡμᾶς ὕστερον ἰδεῖν, ὡς ἄρα ὀρθῶς οὕτως ἔχει — ἐκεῖ γὰρ ἓν καὶ συμπληρωτικὸν τὸ αἴτιον καὶ οὐχὶ ὁ ἄνθρωπος ἐκεῖ μόνον νοῦς ἦν, προσετέθη δὲ τὸ αἰσθητικόν, ὅτε εἰς γένεσιν ἐστέλλετο — πῶς οὐκ ἂν ἐκεῖνος ὁ νοῦς πρὸς τὰ τῇδε ῥέποι; τί γὰρ ἂν εἴη αἰσθητικὸν ἢ ἀντιληπτικὸν αἰσθητῶν; πῶς δ̓ οὐκ ἄτοπον, ἐκεῖ μὲν αἰσθητικὸν ἐξ ἀιδίου, ἐνταῦθα δὲ αἰσθάνεσθαι καὶ τῆς ἐκεῖ δυνάμεως τὴν ἐνέργειαν πληροῦσθαι ἐνταῦθα, ὅτε χείρων ἡ ψυχὴ γίνεται;

πάλιν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ἄνωθεν ληπτέον τὸν ἄνθρωπον ὅστις ἐκεῖνός ἐστιν. ἴσως δὲ πρότερον. χρὴ τὸν τῇδε ἄνθρωπον ὅστις ποτ̓ ἐστὶν εἰπεῖν, μή ποτε οὐδὲ τοῦτον ἀκριβῶς εἰδότες ὡς ἔχοντες τοῦτον ἐκεῖνον ζητοῦμεν. φανείη δ̓ ἂν ἴσως τισὶν ὁ αὐτὸς οὗτός τε κἀκεῖνος ἑ??ʼναι. ἀρχὴ δὲ τῆς σκέψεως ἐντεῦθεν: ἆρα ὁ ἄνθρωπος οὗτος λόγος ἐστὶ ψυχῆς ἕτερος τῆς τὸν ἄνθρωπον τοῦτον ποιούσης καὶ ζῆν αὐτὸν καὶ λογίζεσθαι παρεχομένης; ἢ ἡ ψυχὴ ἡ τοιαύτη ὁ ἄνθρωπός ἐστιν; ἢ ἡ τῷ σώματι τῷ τοιῷδε ψυχὴ προσχρωμένη; ἀλλ̓ εἰ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος, ζῷον δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, οὐκ ἂν εἴη ὁ λόγος οὗτος τῇ ψυχῇ ὁ αὐτός.

2.430
ἀλλ̓ εἰ τὸ ἐκ ψυχῆς λογικῆς καὶ σώματος ὁ λόγος τοῦ ἀνθρώπου, πῶς ἂν εἴη ὑπόστασις ἀίδιος, τούτου τοῦ λόγου τοῦ τοιούτου ἀνθρώπου γινομένου, ὅταν σῶμα καὶ ψυχὴ συνέλθῃ; ἔσται γὰρ ὁ λόγος
697
οὗτος δηλωτικὸς τοῦ ἐσομένου, οὐχ οἷος ὅν φαμεν αὐτοάνθρωπος, ἀλλὰ μᾶλλον ἐοικὼς ὅρῳ, καὶ τοιούτῳ οἵῳ μηδὲ δηλωτικῷ τοῦ τί ἦν εἶναι. οὐδὲ γὰρ εἴδους ἐστὶ τοῦ ἐνύλου, ἀλλὰ τὸ συναμφότερον δηλῶν, ὃ ἔστιν ἤδη: εἰ δὲ τοῦτο, οὔπω εὕρηται ὁ ἄνθρωπος: ἦν γὰρ ὁ κατὰ τὸν λόγον. εἰ δέ τις λέγοι ʽτὸν λόγον δεῖ τὸν τῶν τοιούτων εἶναι συναμφότερόν τι, τόδε ἐν τῷδἐ, καθ̓ ὅ ἐστιν ἕκαστον οὐκ ἀξιοῖ λέγειν: χρὴ δέ, εἰ καὶ ὅτι μάλιστα τῶν ἐνύλων εἰδῶν καὶ μετὰ ὕλης τοὺς λόγους χρὴ λέγειν, ἀλλὰ τὸν λόγον αὐτὸν τὸν πεποιηκότα, οἷον τὸν ἄνθρωπον, λαμβάνειν καὶ μάλιστα, ὅσοι τὸ τί ἦν εἶναι ἀξιοῦσιν ἐφ̓ ἑκάστου ὁρίζεσθαι, ὅταν κυρίως ὁρίζωνται. τί οὖν ἐστι τὸ εἶναι ἀνθρώπῳ; τοῦτο δ̓ ἐστί, τί ἐστι τὸ πεποιηκὸς τοῦτον τὸν ἄνθρωπον ἐνυπάρχον, οὐ χωριστόν; ἆῤ οὖν αὐτὸς ὁ λόγος ζῷόν ἐστι λογικὸν ἢ τὸ συναμφότερον, αὐτὸς δέ τις ποιητικὸς ζῴου λογικοῦ; τίς ὢν αὐτός; ἢ τὸ ζῷον ἀντὶ ζωῆς λογικῆς ἐν τῷ λόγῳ. ζωὴ τοίνυν λογικὴ ὁ ἄνθρωπος. ἆῤ οὖν ζωὴ ἄνευ ψυχῆς; ἢ γὰρ ἡ ψυχὴ παρέξεται τὴν ζωὴν τὴν λογικὴν καὶ ἔσται ὁ ἄνθρωπος ἐνέργεια ψυχῆς καὶ οὐκ οὐσία, ἢ ἡ ψυχὴ ὁ ἄνθρωπος ἔσται. ἀλλ̓ εἰ ἡ ψυχὴ ἡ λογικὴ ὁ ἄνθρωπος ἔσται, ὅταν εἰς ἄλλο ζῷον ἴῃ ἡ ψυχή, πῶς οὐκ ἄνθρωπος;

λόγον τοίνυν δεῖ τὸν ἄνθρωπον ἄλλον παρὰ τὴν ψυχὴν εἶναι. τί οὖν κωλύει συναμφότερόν τι τὸν ἄνθρωπον εἶναι, ψυχὴν ἐν τοιῷδε λόγῳ,

2.431
ὄντος τοῦ λόγου οἷον ἐνεργείας τοιᾶσδε, τῆς δὲ ἐνεργείας μὴ δυναμένης ἄνευ τοῦ ἐνεργοῦντος εἶναι; οὕτω γὰρ καὶ οἱ ἐν τοῖς σπέρμασι λόγοι: οὔτε γὰρ ἄνευ ψυχῆς οὔτε ψυχαὶ ἁπλῶς. οἱ γὰρ λόγοι οἱ ποιοῦντες οὐκ ἄψυχοι, καὶ θαυμαστὸν οὐδὲν τὰς τοιαύτας οὐσίας λόγους εἶναι. οἱ οὖν μὴ ποιοῦντες ἄνθρωπον λόγοι ποίας ψυχῆς ἐνέργειαι; ἆρα τῆς φυτικῆς; ἢ τῆς ζῷον ποιούσης, ἐναργεστέρας τινὸς καὶ αὐτὸ τοῦτο ζωτικωτέρας. ἡ δὲ ψυχὴ ἡ τοιαύτη ἡ ἐγγενομένη τῇ τοιαύτῃ ὕλῃ, ἅτε οὖσα τοῦτο, οἷον οὕτω διακειμένη καὶ ἄνευ τοῦ σώματος, ἄνθρωπος, ἐν σώματι δὲ μορφώσασα καθ̓ αὑτὴν καὶ ἄλλο εἴδωλον ἀνθρώπου ὅσον ἐδέχετο τὸ σῶμα ποιήσασα, ὥσπερ καὶ τούτου αὖ ποιήσει ὁ ζωγράφος ἔτι ἐλάττω ἄνθρωπόν τινα, τὴν μορφὴν ἔχει καὶ τοὺς λόγους ἢ τὰ ἤθη, τὰς
698
διαθέσεις, τὰς δυνάμεις, ἀμυδρὰ πάντα, ὅτι μὴ οὗτος πρῶτος: καὶ δὴ καὶ εἴδη αἰσθήσεων ἄλλων, αἰσθήσεις ἄλλας ἐναργεῖς δοκούσας εἶναι, ἀμυδροτέρας δὲ ὡς πρὸς τὰς πρὸ αὐτῶν καὶ εἰκόνας: ὁ δὲ ἐπὶ τούτῳ ἄνθρωπος ψυχῆς ἤδη θειοτέρας, ἐχούσης βελτίω ἄνθρωπον καὶ αἰσθήσεις ἐναργεστέρας. καὶ εἴη ἂν ὁ Πλάτων τοῦτον ὁρισάμενος, προσθεὶς δὲ τὸ ʽχρωμένην σώματἰ, ὅτι ἐποχεῖται τῇ ἥτις προσχρῆται πρώτως σώματι, ἡ δὲ δευτέρως. ἤδη γὰρ αἰσθητικοῦ ὄντος τοῦ γενομένου ἐπηκολούθησεν αὕτη τρανοτέραν ζωὴν διδοῦσα: μᾶλλον δὲ οὐδ̓ ἐπηκολούθησεν, ἀλλὰ οἷον προσέθηκεν αὐτήν: οὐ γὰρ ἐξίσταται τοῦ νοητοῦ, ἀλλὰ συναψαμένη οἷον ἐκκρεμαμένην ἔχει τὴν κάτω συμμίξασα ἑαυτὴν λόγῳ πρὸς λόγον. ὅθεν καὶ ἀμυδρὸς οὗτος ὢν ἐγένετο φανερὸς τῇ ἐλλάμψει.
2.432

πῶς οὖν ἐν τῇ κρείττονι τὸ αἰσθητικόν; ʽ??ʼ τὸ αἰσθητικὸν τῶν ἐκεῖ αἰσθητῶν, καὶ ὡς ἐκεῖ τὰ αἰσθητά. διὸ καὶ οὕτως αἰσθάνεται τὴν αἰσθητὴν ἁρμονίαν τῇ δὲ αἰσθήσει παραδεξαμένου τοῦ αἰσθητικοῦ ἀνθρώπου καὶ συναρμόσαντος εἰς ἔσχατον πρὸς τὴν ἐκεῖ ἁρμονίαν καὶ πῦρ ἐναρμόσαντος πρὸς τὸ ἐκεῖ πῦρ, οὗ αἴσθησις ἦν ἐκείνῃ τῇ ψυχῇ ἀνὰ λόγον τοῦ πυρὸς τοῦ ἐκεῖ φύσει. εἰ γὰρ ἦν ἐκεῖ σώματα ταῦτα, ἦσαν ἂν αὐτῶν τῇ ψυχῇ αἰσθήσεις καὶ ἀντιλήψεις: καὶ ὁ ἄνθρωπος ὁ ἐκεῖ, ἡ τοιαύτη ψυχή, ἀντιληπτικὴ τούτων, ὅθεν καὶ ὁ ὕστερος ἄνθρωπος, τὸ μίμημα, εἶχε τοὺς λόγους ἐν μιμήσει: καὶ ὁ ἐν νῷ ἄνθρωπος τὸν πρὸ πάντων τῶν ἀνθρώπων ἄνθρωπον. ἐλλάμπει δ̓ οὗτος τῷ δευτέρῳ καὶ οὗτος τῷ τρίτῳ: ἔχει δέ πως πάντας ὁ ἔσχατος, οὐ γινόμενος ἐκείνοις, ἀλλὰ παρακείμενος ἐκείνοις. ἐνεργεῖ δὲ ὁ μὲν ἡμῶν κατὰ τὸν ἔσχατον, τῷ δέ τι καὶ παρὰ τοῦ πρὸ αὐτοῦ, τῷ δὲ καὶ παρὰ τοῦ τρίτου ἡ ἐνέργεια, καὶ ἔστιν ἕκαστος καθ̓ ὃν ἐνεργεῖ, καίτοι πάντας ἕκαστος ἔχει καὶ αὖ οὐκ ἔχει. τοῦ δὲ σώματος χωρισθείσης τῆς τρίτης ζωῆς καὶ τοῦ τρίτου ἀνθρώπου, εἰ συνέποιτο ἡ δευτέρα, συνέποιτο δὲ μὴ χωρισθεῖσα τῶν ἄνω, οὗ ἐκείνη

699
καὶ αὕτη λέγεται εἶναι. μεταλαβούσης δὲ θήρειον σῶμα θαυμάζεται, πῶς λόγος οὖσα ἀνθρώπου: ἢ πάντα ἦν, ἄλλοτε δὲ ἐνεργεῖ κατ̓ ἄλλον. καθαρὰ μὲν οὖν οὖσα καὶ πρὶν κακυνθῆναι ἄνθρωπον θέλει καὶ ἄνθρωπος ἔστι. καὶ γὰρ κάλλιον τοῦτο, καὶ τὸ κάλλιον ποιεῖ. ποιεῖ δὲ καὶ δαίμονας προτέρους, ὁμοειδεῖς τῇ --- ἄνθρωπον, καὶ ὁ πρὸ αὐτῆς δαιμονιώτερος, μᾶλλον δὲ θεός, καὶ ἔστι μίμημα θεοῦ δαίμων εἰς θεὸν ἀνηρτημένος, ὥσπερ
2.433
ἄνθρωπος εἰς ἄνθρωπον. οὐ γὰρ λέγεται θεός, εἰς ὃν ὁ ἄνθρωπος. ἔχει γὰρ διαφοράν, ἣν ἔχουσι ψυχαὶ πρὸς ἀλλήλας, κἂν ἐκ τοῦ αὐτοῦ ὦσι στοίχου. λέγειν δὲ δεῖ δαίμονας εἶδος δαιμόνων, οὕς φησιν ὁ Πλάτων δαίμονας. ὅταν δὲ συνέπηται τὴν θήρειον φύσιν ἑλομένη ψυχὴ ἡ συνηρτημένη τῇ --- ὅτε ἄνθρωπος ἦν, τὸν ἐν αὐτῇ λόγον ἐκείνου τοῦ ζῴου ἔδωκεν. ἔχει γάρ, καὶ ἡ ἐνέργεια αὕτη χείρων.

ἀλλ̓ εἰ κακυνθεῖσα καὶ χείρων γενομένη πλάττει θήρειον φύσιν, οὐκ ἦν ὃ ἐξ ἀρχῆς βοῦν ἐποίει ἢ ἵππον, καὶ ὁ λόγος δὲ ἵππου καὶ ἵππος παρὰ φύσιν. ἢ ἔλαττον, οὐ μὴν παρὰ φύσιν, ἀλλ̓ ἐκεῖνό πως καὶ ἐξ ἀρχῆς ἵππος ἢ κύων: καὶ εἰ μὲν ἕξει, ποιεῖ τὸ κάλλιον, εἰ δὲ μή, ὃ δύναται, ἥ γε ποιεῖν προσταχθεῖσα: οἷα καὶ οἱ πολλὰ εἴδη ποιεῖν εἰδότες δημιουργοί, εἶτα ποιοῦντες τοῦτο, ἢ ὃ προσετάχθησαν, ἢ ὃ ἡ ὕλη ἐθέλει τῇ ἐπιτηδειότητι. τί γὰρ κωλύει τὴν μὲν δύναμιν τῆς τοῦ παντὸς ψυχῆς προυπογραφειν, ἅτε λόγον πάντα οὖσαν, πρὶν καὶ παῤ αὐτῆς ἥκειν τὰς ψυχικὰς δυναμεις, καὶ τὴν προυπογραφὴν οἷον προδρόμους ἐλλάμψεις εἰς τὴν ὕλην εἶναι, ἤδη δὲ τοῖς τοιούτοις ἴχνεσιν ἐπακολουθοῦσαν τὴν ἐξεργαζομένην ψυχην κατὰ μέρη τὰ ἴχνη διαρθροῦσαν ποιῆσαι καὶ γενέσθαι ἑκάστηι τοῦτο, ᾧ προσῆλθε, σχηματίσασαν ἑαυτήν, ὥσπερ τὸν ἐν ὀρχήσει πρὸς τὸ δοθὲν αὐτῷ δρᾶμα; ἀλλὰ γὰρ ἐπισπώμενοι τῷ ἐφεξῆς εἰς τοῦτο ἥκομεν. ἦν δὲ ἡμῖν ὁ λόγος, τὸ αἰσθητικὸν ὅπως τοῦ ἀνθρώπου καὶ πῶς οὐκ ἐκεῖνα πρὸς γένεσιν βλέπει: καὶ ἡμῖν ἐφαίνετο καὶ ὁ λόγος ἐδείκνυεν οὐκ ἐκεῖνα πρὸς τὰ τῆδε βλέπειν, ἀλλὰ ταῦτα εἰς ἐκεῖνα ἀνηρτῆσθαι καὶ μιμεῖσθαι ἐκεῖνα,

2.434
700
καὶ τοῦτον τὸν ἄνθρωπον παῤ ἐκείνου ἔχοντα τὰς δυνάμεις πρὸς ἐκεῖνα καὶ συνεζεῦχθαι ταῦτα τὰ αἰσθητὰ τούτῳ, ἐκεῖνα δ̓ ἐκείνῳ: ἐκεῖνα γάρ τὰ αἰσθητά, ἃ οὕτως ὠνομάσαμεν, ὅτι ἀσώματα, ἄλλον τρόπον ἐν ἀντιλήψει, καὶ τήνδε τὴν αἴσθησιν ἀμυδροτέραν οὖσαν τῆς ἐκεῖ ἀντιλήψεως, ἣν ὠνομάζομεν αἴσθησιν, ὅτι σωμάτων ἦν, ἐναργεστέραν εἶναι: καὶ διὰ τοῦτο καὶ τοῦτον αἰσθητικόν, ὅτι ἐλαττόνως, καὶ ἐλαττόνων ἀντιληπτικὸν εἰκόνων ἐκείνων: ὥστε εἶναι τὰς αἰσθήσεις ταύτας ἀμυδρὰς νοήσεις, τὰς δὲ ἐκεῖ νοήσεις ἐναργεῖς αἰσθήσεις.

ἀλλὰ τὸ μὲν αἰσθητικὸν οὕτως. τὸ δὲ ἵππος ὅλος καὶ ἕκαστον τῶν ζῴων ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν; ἀλλ̓ εἰ μέν, ἵνα ἐνταῦθα ἵππος γένοιτο ἢ ἄλλο τι ζῷον, ἐξεῦρε νόησιν ἵππου: καίτοι πῶς οἷόν τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον; ἤδη γὰρ δῆλον ὅτι ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι: ὥστε οὐκ ἔστιν, ἵνα ποιήσῃ, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ τοῦ μετὰ ταῦτα ἐσομένου. εἰ οὖν πρὸ τῆς γενέσεως ἦν καὶ οὐχ, ἵνα γένηται, ἐνοήθη, οὐ πρὸς τὰ τῇδε βλέπων εἶχε παῤ ἑαυτῷ ὃς εἶχε τὸν ἐκεῖ ἵππον, οὐδ̓ ἵνα τὰ τῇδε ποιήσῃ, εἶχε τοῦτόν τε καὶ τὰ ἄλλα, ἀλλὰ ἦν μὲν ἐκεῖνα, ταῦτα δὲ ἐπηκολούθει ἐξ ἀνάγκης ἐκείνοις: οὐ γὰρ ἦν στῆναι μέχρι τῶν ἐκεῖ. τίς γὰρ ἂν ἔστησε δύναμιν μένειν τε καὶ προιέναι δυναμένην; ἀλλὰ διὰ τί ἐκεῖ ζῷα ταῦτα; τί γὰρ ἐν θεῷ ταῦτα; τὰ μὲν γὰρ λογικὰ ἔστω: ἀλόγων δὲ τοσοῦτον πλῆθος τί τὸ σεμνὸν ἔχει; τί δὲ οὐ τοὐναντίον; ὅτι μὲν οὖν πολλὰ δεῖ τοῦτο τὸ ἓν εἶναι

2.435
ὂν μετὰ τὸ πάντη ἕν, δῆλον: ἢ οὐκ ἂν ἦν μετ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. μετ̓ ἐκεῖνο δὲ ὂν ὑπὲρ μὲν ἐκεῖνο πρὸς τὸ μᾶλλον ἓν γενέσθαι οὐκ ἦν, ἐλλεῖπον δὲ ἐκείνου: τοῦ δ̓ ἀρίστου ὄντος ἑνὸς ἔδει πλέον ἢ ἓν εἶναι: τὸ γὰρ πλῆθος ἐν ἐλλείψει. τί οὖν κωλύει δυάδα εἶναι; ἢ ἑκάτερον τῶν ἐν τῇ δυάδι οὐχ οἷόν τε ἦν ἓν παντελῶς εἶναι, ἀλλὰ πάλιν αὖ δύο τοὐλάχιστον εἶναι, καὶ ἐκείνων αὖ ὡσαύτως: εἶτα καὶ κίνησις ἦν ἐν τῇ δυάδι τῇ πρώτῃ καὶ στάσις, ἦν δὲ καὶ νοῦς, καὶ ζωὴ ἦν ἐν αὐτῷ: καὶ τέλειος νοῦς καὶ ζωὴ τελεία. ἦν τοίνυν οὐχ ὡς νοῦς εἷς, ἀλλὰ πᾶς καὶ πάντας τοὺς καθ̓ ἕκαστα νοῦς ἔχων καὶ τοσοῦτος, ὅσοι πάντες, καὶ πλείων: καὶ ἔζη
701
οὐχ ὡς ψυχὴ μία, ἀλλ̓ ὡς πᾶσαι καὶ πλείω δύναμιν εἰς τὸ ποιεῖν ψυχὰς ἑκάστας ἔχων, καὶ ζῷον παντελὲς ἦν, οὐκ ἄνθρωπον ἐν αὑτῷ μόνον ἔχον: μόνος γὰρ ἂν ἄνθρωπος ἐνταῦθα ἦν.

ἀλλ̓ ἔστω, φήσει τις, τὰ τίμια τῶν ζῴων: πῶς δ̓ αὖ τὰ εὐτελῆ καὶ τὰ ἄλογα ἦν; τὸ εὐτελὲς δηλονότι τῷ ἀλόγως ἔχοντι, εἰ τῷ λογικῷ τὸ τίμιον: καὶ εἰ τῷ νοερῷ τὸ τίμιον, τῷ ἀνοήτῳ τὸ ἐναντίον. καίτοι πῶς ἀνόητον ἢ ἄλογον ἐκείνου ὄντος ἐν ᾧ ἕκαστα ἢ ἐξ οὗ; πρὸ δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ὁ ἄνθρωπος ὁ ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν: εἶτα οὑ̓??ʼὲ τὸ λογικὸν ἐκεῖ: ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ ὁ πρὸ τοῦ λογίζεσθαι. διὰ τί οὖν ἐνταῦθα λογίζεται οὗτος, τὰ δ̓ ἄλλα οὔ; ἢ διαφόρου ὄντος ἐκεῖ τοῦ νοεῖν ἔν τε ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις, διάφορον καὶ τὸ λογίζεσθαι: ἔνι γάρ πως

2.436
καὶ τοῖς ἄλλοις ζῴοις πολλὰ διανοίας ἔργα. διὰ τί οὖν οὐκ ἐπίσης λογικά; διὰ τί δὲ ἄνθρωποι πρὸς ἀλλήλους οὐκ ἐπίσης; δεῖ δὴ ἐνθυμεῖσθαι, ὡς τὰς πολλὰς ζωὰς οἷον κινήσεις οὔσας καὶ τὰς πολλὰς νοήσεις οὐκ ἐχρῆν τὰς αὐτὰς εἶναι, ἀλλὰ καὶ ζωὰς διαφόρους καὶ νοήσεις ὡσαύτως: τὰς δὲ διαφοράς πως φωτεινοτέρας καὶ ἐναργεστέρας καὶ τὸ ἐγγὺς δὲ τῶν πρώτων πρώτας καὶ δευτέρας καὶ τρίτας. διόπερ τῶν νοήσεων αἱ μὲν θεοί, αἱ δὲ δεύτερόν τι γένος, ἐν ᾧ τὸ λογικὸν ἐπίκλην ἐνταῦθα, ἑξῆς δ̓ ἀπὸ τούτων τὸ ἄλογον κληθέν: ἐκεῖ δὲ καὶ τὸ ἄλογον λεγόμενον λόγος ἦν, καὶ τὸ ἄνουν νοῦς ἦν, ἐπεὶ καὶ ὁ νοῶν ἵππον νοῦς ἐστι, καὶ ἡ νόησις ἵππου νοῦς ἦν. ἀλλ̓ εἰ μὲν νόησις μόνον, ἄτοπον οὐδὲν τὴν νόησιν αὐτὴν νόησιν οὖσαν ἀνοήτου
702
εἶναι: νῦν δ̓ εἰ ταὐτὸν ἡ νόησις τῷ πράγματι, πῶς ἡ μὲν νόησις, ἀνόητον δὲ τὸ πρᾶγμα; οὕτω γὰρ ἂν νοῦς ἀνόητον ἑαυτὸν ποιοῖ. ἢ οὐκ ἀνόητον, ἀλλὰ νοῦς τοιόσδε: ζωὴ γὰρ τοιάδε. ὡς γὰρ ἡτισοῦν ζωὴ οὐκ ἀπήλλακται τοῦ εἶναι ζωή, οὕτως οὐδὲ νοῦς τοιόσδε ἀπήλλακται τοῦ εἶναι νοῦς: ἐπεὶ οὐδὲ ὁ νοῦς ὁ κατὰ ὁτιοῦν ζῷον ἀπήλλακται αὖ τοῦ νοῦς εἶναι πάντων, οἷον καὶ ἀνθρώπου, εἴπερ ἕκαστον μέρος, ὅ τι ἂν λάβῃς, πάντα, ἀλλ̓ ἴσως ἄλλως. ἐνεργείᾳ μὲν γὰρ ἐκεῖνο, δύναται δὲ πάντα: λαμβάνομεν δὲ καθ̓ ἕκαστον τὸ ἐνεργείᾳ: τὸ δ̓ ἐνεργείᾳ ἔσχατον, ὥστε τοῦδε τοῦ νοῦ τὸ ἔσχατον ἵππον εἶναι καὶ ᾗ ἔληξε προιὼν ἀεὶ εἰς ἐλάττω ζωὴν ἵππον εἶναι, ἄλλον δὲ κατωτέρω λῆξαι. ἐξελιττόμεναι γὰρ αἱ δυνάμεις καταλείπουσιν ἀεὶ εἰς τὸ ἄνω. προίασι δέ τι ἀφιεῖσαι καὶ ἐν τῷ ἀφεῖναι δὲ ἄλλα καὶ ἄλλα διὰ τὸ ἐνδεὲς τοῦ
2.437
ζῴου, τοῦ φανέντος ἐκ τοῦ ἐλλείποντος, ἕτερον ἐξευροῦσαι προσθεῖναι: οἷον ἐπεὶ οὐκ ἔστιν ἔτι τὸ ἱκανὸν εἰς ζωήν, ἀνεφάνη ὄνυξ ταὶ τὸ γαμψώνυχον ἢ τὸ καρχαρόδουν ἢ κέρατος φύσις: ὥστε, ᾗ κατῆλθεν ὁ νοῦς, ταύτῃ πάλιν αὖ τῷ αὐτάρκει τῆς φύσεως ἀνακύψαι καὶ εὑρεῖν ἐν αὑτῷ τοῦ ἐλλείποντος κειμένην ἴασιν.

ἀλλὰ πῶς ἐκεῖ ἐνέλειπε; τί γὰρ κέρατα ἐκεῖ πρὸς ἄμυναν; ἢ πρὸς τὸ αὔταρκες ὡς ζῴου καὶ τὸ τέλειον. ὡς γὰρ ζῷον ἔδει τέλειον εἶναι, καὶ ὡς νοῦν δὲ τέλειον, καὶ ὡς ζωὴν δὲ τέλειον: ὥστε, εἰ μὴ τοῦτο, ἀλλὰ τοῦτο. καὶ ἡ διαφορὰ τῷ ἄλλο ἀντὶ ἄλλου, ἵνα ἐκ πάντων μὲν τὸ τελειότατον ζῷον καὶ ὁ τέλειος νοῦς καὶ ἡ τελειοτάτη ζωή, ἕκαστον δὲ ὡς ἕκαστον τέλειον. καὶ μήν, εἰ ἐκ πολλῶν, δεῖ εἶναι αὖ ἓν ἢ οὐχ οἷόν τε ἐκ πολλῶν μὲν εἶναι, τῶν αὐτῶν δὲ πάντων: ἢ αὔταρκες ἦν ἂν ἕν. δεῖ τοίνυν ἐξ ἑτέρων ἀεὶ κατ̓ εἶδος, ὥσπερ καὶ πᾶν σύνθετον, καὶ σωζομένων ἑκάστων, οἷαι καὶ αἱ μορφαὶ καὶ οἱ λόγοι. αἵ τε γὰρ μορφαί, οἷον ἀνθρώπου, ἐξ ὅσων διαφορῶν, καίτοι τὸ ἐπὶ πᾶσιν ἕν: καὶ βελτίω καὶ χείρω ἀλλήλων, ὀφθαλμὸς καὶ δάκτυλος, ἀλλ̓ ἑνός, καὶ χεῖρον ὡς πρὸς τὸ πᾶν, ἀλλ̓ ὅτι οὕτω, βέλτιον: καὶ ὁ λόγος δὲ ζῷον καὶ ἄλλο τι, ὃ μὴ ταὐτὸν τῷ ζῷον. καὶ ἀρετὴ δὲ τὸ κοινὸν καὶ τὸ ἴδιον καὶ τὸ ὅλον καλὸν ἀδιαφόρου τοῦ κοινοῦ ὄντος.

λέγεται δὲ οὐδ̓ ὁ οὐρανός, καὶ πολλὰ δὲ

703
φαίνεται, οὐκ ἀτιμάσαι τὴν τῶν ζῴων πάντων φύσιν: ἐπεὶ καὶ τόδε τὸ πᾶν πάντα ἔχει. πόθεν οὖν ἔχει; πάντα οὖν ἔχει ὅσα ἐνταῦθα τὰ ἐκεῖ;
2.438
ἢ ὅσα λόγῳ πεποίηται καὶ κατ̓ εἶδος. ἀλλ̓ ὅταν πῦρ ἔχῃ, καὶ ὕδωρ ἔχει, ἔχει δὲ πάντως καὶ φυτά. πῶς οὖν τὰ φυτὰ ἐκεῖ; καὶ πῶς πῦρ ζῇ; καὶ πῶς γῆ; ἢ γὰρ ζῇ, ἢ οἷον νεκρὰ ἔσται ἐκεῖ, ὥστε μὴ πᾶν τὸ ἐκεῖ ζῆν. καὶ τί ὅλως ἐστὶν ἐκεῖ καὶ ταῦτα; τὰ μὲν οὖν φυτὰ δύναιτ̓ ἂν τῷ λόγῳ συναρμόσαι: ἐπεὶ καὶ τὸ τῇδε φυτὸν λόγος ἐστὶν ἐν ζωῇ κείμενος. εἰ δὴ ὁ ἔνυλος λόγος ὁ τοῦ φυτοῦ, καθ̓ ὃν τὸ φυτόν ἐστι, ζωή τις ἐστὶ τοιάδε καὶ ψυχή τις καὶ ὁ λόγος ἕν τι, ἤτοι τὸ πρῶτον φυτόν ἐστιν οὗτος ἢ οὔ, ἀλλὰ πρὸ αὐτοῦ φυτὸν τὸ πρῶτον, ἀφ̓ οὗ καὶ τοῦτο. καὶ γὰρ ἐκεῖνο ἕν, ταῦτα δὲ πολλὰ καὶ ἀφ̓ ἑνὸς ἐξ ἀνάγκης. εἰ δὴ τοῦτο, δεῖ πολὺ πρότερον ἐκεῖνο ζῆν καὶ αὐτὸ τοῦτο φυτὸν εἶναι, ἀπ̓ ἐκείνου δὲ ταῦτα δευτέρως καὶ τρίτως καὶ κατ̓ ἴχνος ἐκείνου ζῆν. γῆ δὲ πῶς; καὶ τί τὸ γῇ εἶναι; καὶ τίς ἡ ἐκεῖ γῆ τὸ ζῆν ἔχουσα; ἢ πρότερον τίς αὕτη: τοῦτο. δ̓ ἐστὶ τί τὸ εἶναι ταύτῃ. δεῖ δὴ μορφήν τινα εἶναι καὶ ἐνταῦθα καὶ λόγον. ἐκεῖ μὲν οὖν ἐπὶ τοῦ φυτοῦ ἔζη καὶ ὁ τῇδε αὐτοῦ λόγος. ἆῤ οὖν καὶ ἐν τῇδε τῇ γῇ; ἤ, εἰ λάβοιμεν τὰ μάλιστα γήινα γεννώμενα καὶ πλαττόμενα ἐν αὐτῇ, εὕροιμεν ἂν καὶ ἐνταῦθα τὴν γῆς φύσιν. λίθων τοίνυν αὐξήσεις τε καὶ πλάσεις καὶ ὀρῶν ἀναφυομένων ἔνδον μορφώσεις πάντως που λόγου ἐμψύχου δημιουργοῦντος ἔνδοθεν καὶ εἰδοποιοῦντος χρὴ νομίζειν γίνεσθαι, καὶ τοῦτο εἶναι τὸ εἶδος τῆς γῆς τὸ ποιοῦν, ὥσπερ ἐν τοῖς δένδροις τὴν λεγομένην φύσιν, τῷ δὲ ξύλῳ τοῦ δένδρου ἀνάλογον τὴν λεγομένην εἶναι γῆν, καὶ ἀποτμηθέντα τὸν λίθον οὕτως ἔχειν, ὡς εἰ ἐκ τοῦ δένδρου τι κοπείη, μὴ παθόντος δὲ τούτου, ἀλλ̓ ἔτι συνηρτημένου, ὡς τὸ μὴ κοπὲν ἐκ τοῦ
2.439
ζῶντος φυτοῦ. τὴν δὴ δημιουργοῦσαν ἐγκαθημένην τῇ γῇ φύσιν ζωὴν ἐν λόγῳ ἀνευρόντες πιστοίμεθα ἂν τὸ ἐντεῦθεν ῥᾳδίως τὴν ἐκεῖ γῆν πολὺ πρότερον ζῶσαν εἶναι καὶ ζωὴν ἔλλογον γῆς, αὐτογῆν καὶ πρώτως γῆν, ἀφ̓ ἧς καὶ ἡ ἐνταῦθα γῆ. εἰ δὲ καὶ τὸ πῦρ λόγος τις ἐν ὕλῃ ἐστὶ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ οὐκ ἐκ τοῦ αὐτομάτου πῦρ — πόθεν γάρ; οὐ γὰρ ἐκ παρατρίψεως,
704
ὡς ἄν τις οἰηθείη: ἤδη γὰρ ὄντος ἐν τῷ παντὶ πυρὸς ἡ παράτριψις ἐχόντων τῶν παρατριβομένων σωμάτων: οὐδὲ γὰρ ἡ ὕλη οὕτως δυνάμει, ὥστε παῤ αὐτῆς: εἰ δὴ κατὰ λόγον δεῖ τὸ ποιοῦν εἶναι ὡς μορφοῦν, τί ἂν εἴη; ἢ ψυχὴ ποιεῖν πῦρ δυναμένη: τοῦτο δ̓ ἐστὶ ζωὴ καὶ λόγος, ἓν καὶ ταὐτὸν ἄμφω. διὸ καὶ Πλάτων ἐν ἑκάστῳ τούτων ψυχήν φησιν εἶναι οὐκ ἄλλως ἢ ὡς ποιοῦσαν τοῦτο δὴ τὸ αἰσθητὸν πῦρ. ἔστιν οὖν καὶ τὸ ἐνταῦθα ποιοῦν πῦρ ζωή τις πυρίνη, ἀληθέστερον πῦρ. τὸ ἄρα ἐπέκεινα πῦρ. μᾶλλον ὂν πῦρ μᾶλλον ἂν εἴη ἐν ζωῇ: ζῇ ἄρα καὶ αὐτὸ τὸ πῦρ. ὁ δ̓ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὕδατός τε καὶ ἀέρος. ἀλλὰ διὰ τί οὐκ ἔμψυχα καὶ ταῦτα ὥσπερ ἡ γῆ; ὅτι μὲν οὖν καὶ ταῦτα ἐν ζῴῳ τῷ παντί, δῆλόν που, καὶ ὅτι μέρη ζῴου: οὐ φαίνεται δὲ ζωὴ ἐν αὐτοῖς, ὥσπερ οὐδ̓ ἐπὶ τῆς γῆς: συλλογίζεσθαι δ̓ ἦν κἀκεῖ καὶ ἐκ τῶν γινομένων ἐν αὐτῇ: ἀλλὰ γίνεται καὶ ἐν πυρὶ ζῷα, καὶ ἐν ὕδατι δὲ φανερώτερον: καὶ ἀέρινοι δὲ ζῴων συστάσεις. γινόμενον δὲ τὸ πῦρ ἕκαστον καὶ ταχὺ σβεννύμενον τὴν ἐν τῷ ὅλῳ ψυχὴν παρέρχεται εἴς τε ὄγκον οὐ γεγένηται μένον, ἵν̓ ἂν ἔδειξε τὴν ἐν αὐτῷ ψυχήν, ἀήρ τε καὶ ὕδωρ ὡσαύτως: ἐπεί, εἰ παγείη πως
2.440
κατὰ φύσιν, δείξειεν ἄν: ἀλλ̓ ὅτι ἔδει εἶναι κεχυμένα, ἣν ἔχει οὐ δείκνυσι. καὶ κινδυνεύει ὅμοιον εἶναι οἷον τὸ ἐπὶ τῶν ὑγρῶν τῶν ἐν ἡμῖν, οἷον αἵματος: ἡ μὲν γὰρ σὰρξ ἔχειν δοκεῖ καὶ ὅ τι ἂν σὰρξ γένηται ἐκ τοῦ αἵματος, τὸ δ̓ αἷμα αἴσθησιν οὐ παρεχόμενον ἔχειν οὐ δοκεῖ. καίτοι ἀνάγκη ἐνεῖναι καὶ ἐν αὐτῷ: ἐπεὶ καὶ οὐδέν ἐστι βίαιον γινόμενον περὶ αὐτό, ἀλλ̓ ἕτοιμόν ἐστι διεστάναι τῆς ἐνυπαρχούσης ψυχῆς, οἷον καὶ ἐπὶ τῶν στοιχείων τῶν τριῶν δεῖ νομίζειν εἶναι: ἐπεὶ καὶ ὅσα ἐξ ἀέρος συστάντος μᾶλλον ζῷα ἔχει τὸ μὴ αἰσθάνεσθαι εἰς τὸ παθεῖν. ὥσπερ δὲ ὁ ἀὴρ τὸ φῶς ἀτενὲς ὂν καὶ μένον, ἕως μένει αὐτός, παρέρχεται, τοῦτον τὸν τρόπον πάρεισι καὶ τὴν ψυχὴν αὐτοῦ κύκλῳ καὶ οὐ πάρεισι: καὶ τὰ ἄλλα ὡσαύτως.

ἀλλὰ πάλιν ὧδε λέγωμεν: ἐπεὶ γάρ φαμεν πρὸς οἷον παράδειγμα ἐκείνου τόδε τὸ πᾶν εἶναι, δεῖ κἀκεῖ πρότερον τὸ πᾶν ζῷον εἶναι καί, εἰ παντελὲς τὸ εἶναι αὐτῷ, πάντα εἶναι. καὶ οὐρανὸν δὴ ἐκεῖ ζῷον εἶναι, καὶ οὐκ ἔρημον τοίνυν ἄστρων, τῶν ἐνταῦθα τοῦτο λεγομένων οὐρανόν, καὶ τὸ οὐρανῷ εἶναι τοῦτο. ἔστι δ̓ ἐκεῖ δηλονότι καὶ γῆ

705
οὐκ ἔρημος, ἀλλὰ πολὺ μᾶλλον ἐζωωμένη, καὶ ἔστιν ἐν αὐτῇ ζῷα ξύμπαντα, ὅσα πεζὰ καὶ χερσαῖα λέγεται ἐνταῦθα, καὶ φυτὰ δηλονότι ἐν τῷ ζῆν ἱδρυμένα: καὶ θάλασσα δέ ἐστιν ἐκεῖ, καὶ πᾶν ὕδωρ ἐν ῥοῇ καὶ ζωῇ μενούσῃ, καὶ τὰ ἐν ὕδατι ζῷα πάντα, ἀέρος τε φύσις τοῦ ἐκεῖ παντὸς μοῖρα, καὶ ζῷα ἀέρια ἐν αὐτῷ ἀνὰ λόγον αὐτῷ τῷ ἀέρι. τὰ γὰρ ἐν ζῶντι πῶς ἂν οὐ ζῶντα; ὅπου δὴ καὶ ἐνταῦθα. πῶς οὖν οὐ πᾶν ζῷον ἐξ ἀνάγκης ἐκεῖ; ὡς γὰρ ἕκαστον τῶν μεγάλων μερῶν
2.441
ἐστιν, ἐξ ἀνάγκης οὕτως ἔχει καὶ ἡ τῶν ζῴων ἐν αὐτοῖς φύσις. ὅπως οὖν ἔχει καὶ ἔστιν ἐκεῖ οὐρανός, οὕτω καὶ ἔχει καὶ ἔστιν ἐκεῖ τὰ ἐν οὐρανῷ ζῷα πάντα, καὶ οὐκ ἔστι μὴ εἶναι: ἢ οὐδ̓ ἐκεῖνος ἔσται. ὁ οὖν ζητῶν πόθεν ζῷα, ζητεῖ πόθεν οὐρανὸς ἐκεῖ: τοῦτο δ̓ ἐστὶ ζητεῖν πόθεν ζῷον, τοῦτο δὲ ταὐτὸν τῷ πόθεν ζωὴ καὶ ζωὴ πᾶσα καὶ ψυχὴ πᾶσα καὶ νοῦς ὁ ξύμπας, μηδεμιᾶς ἐκεῖ πενίας μηδ̓ ἀπορίας οὔσης, ἀλλὰ πάντων ζωῆς πεπληρωμένων καὶ οἷον ζεόντων. ἔστι δ̓ αὐτῶν ἡ οἷον ῥοὴ ἐκ μιᾶς πηγῆς, οὐχ οἷον ἑνός τινος πνεύματος ἢ θερμότητος μιᾶς, ἀλλ̓ οἷον εἴ τις ἦν ποιότης μία πάσας ἐν αὑτῇ ἔχουσα καὶ σώζουσα τὰς ποιότητας, γλυκύτης μετ̓ εὐωδίας, καὶ ὁμοῦ οἰνώδης ποιότης καὶ χυλῶν ἁπάντων δυνάμεις καὶ χρωμάτων ὄψεις καὶ ὅσα ἁφαὶ γινώσκουσιν. ἔστωσαν δὲ καὶ ὅσα ἀκοαὶ ἀκούουσι, πάντα μέλη καὶ ῥυθμὸς πᾶς.

ἔστι γὰρ οὔτε νοῦς ἁπλοῦν, οὔτε ἡ ἐξ αὐτοῦ ψυχή, ἀλλὰ ποικίλα πάντα ὅσῳ ἁπλᾶ, τοῦτο δὲ ὅσῳ μὴ σύνθετα καὶ ὅσῳ ἀρχαὶ καὶ ὅσῳ ἐνέργειαι. τοῦ μὲν γὰρ ἐσχάτου ἡ ἐνέργεια ὡς ἂν λήγουσα ἁπλῆ, τοῦ δὲ πρώτου πᾶσαι: νοῦς τε κινούμενος κινεῖται μὲν ὡσαύτως καὶ κατὰ ταὐτὰ καὶ ὅμοια ἀεί, οὐ μέντοι ταὐτὸν καὶ ἕν τι ἐν μέρει, ἀλλὰ πάντα: ἐπεὶ καὶ τὸ ἐν μέρει αὖ οὐχ ἕν, ἀλλὰ καὶ τοῦτο ἄπειρον διαιρούμενον. ἀπὸ τίνος δὲ φαῖμεν ἂν καὶ πάντως ἐπὶ τί, ὡς ἔσχατον. τὸ δὲ μεταξὺ πᾶν ἆρα ὥσπερ γραμμή, ἢ ὥσπερ ἕτερον σῶμα ὁμοιομερές τι καὶ ἀποίκιλον; ἀλλὰ τί τὸ σεμνόν; εἰ γὰρ μηδεμίαν ἔχει ἐξαλλαγὴν μηδέ τις

706
ἐξεγείρει αὐτὸ εἰς τὸ ζῆν ἑτερότης, οὐδ̓ ἂν ἐνέργεια
2.442
εἴη: οὐδὲν γὰρ ἂν ἡ τοιαύτη κατάστασις μὴ ἐνεργείας διαφέροι. κἂν κίνησις δὲ ᾖ τοιαύτη, οὐ πανταχῶς, μοναχῶς δ̓ ἂν εἴη ζωή: δεῖ δὲ πάντα ζῆν καὶ πανταχόθεν καὶ οὐδὲν μὴ ζῆν. ἐπὶ πάντα οὖν κινεῖσθαι δεῖ, μᾶλλον δὲ κεκινῆσθαι. ἁπλοῦν δὲ εἰ κινοῖτο, ἐκεῖνο μόνον ἔχει, καὶ ἢ αὐτὸ καὶ οὐ προύβη εἰς οὐδέν, ἢ εἰ προύβη, ἄλλο μένον: ὥστε δύο: καὶ εἰ ταὐτὸν τοῦτο ἐκείνῳ, μένει ἓν καὶ οὐ προελήλυθεν, εἰ δ̓ ἕτερον, προῆλθε μετὰ ἑτερότητος καὶ ἐποίησεν ἐκ ταὐτοῦ τινος καὶ ἑτέρου τρίτον ἕν. γενόμενον δὴ ἐκ ταὐτοῦ καὶ ἑτέρου τὸ γενόμενον φύσιν ἔχει ταὐτὸν καὶ ἕτερον εἶναι: ἕτερον δὲ οὐ τί, ἀλλὰ πᾶν ἕτερον: καὶ γὰρ τὸ ταὐτὸν αὐτοῦ πᾶν. πᾶν δὲ ταὐτὸν ὂν καὶ πᾶν ἕτερον οὐκ ἔστιν ὅ τι ἀπολείπει τῶν ἑτέρων. φύσιν ἄρα ἔχει ἐπὶ πᾶν ἑτεροιοῦσθαι. εἰ μὲν οὖν ἐστι πρὸ αὐτοῦ τὰ ἕτερα πάντα, ἤδη πάσχοι ἂν ὑπ̓ αὐτῶν: εἰ δὲ μή ἐστιν, οὗτος τὰ πάντα ἐγέννα, μᾶλλον δὲ τὰ πάντα ἦν. οὐκ ἔστιν ἄρα τὰ ὄντα εἶναι μὴ νοῦ ἐνεργήσαντος, ἐνεργήσαντος δὲ ἀεὶ ἄλλο μετ̓ ἄλλο καὶ οἷον πλανηθέντος πᾶσαν πλάνην καὶ ἐν αὑτῷ πλανηθέντος, οἷα νοῦς ἐν αὑτῷ ὁ ἀληθινὸς πέφυκε πλανᾶσθαι: πέφυκε δ̓ ἐν οὐσίαις πλανᾶσθαι συνθεουσῶν τῶν οὐσιῶν ταῖς αὐτοῦ πλάναις. πανταχοῦ δ̓ αὐτός ἐστι: μένουσαν οὖν ἔχει τὴν πλάνην. ἡ δὲ πλάνη αὐτῷ ἐν τῷ τῆς ἀληθείας πεδίῳ, οὗ οὐκ ἐκβαίνει. ἔχει δὲ καταλαβὼν πᾶν καὶ αὑτῷ ποιήσας εἰς τὸ κινεῖσθαι οἷον τόπον, καὶ ὁ τόπος ὁ αὐτὸς τῷ οὗ τόπος. ποικίλον δέ ἐστι τὸ πεδίον τοῦτο, ἵνα καὶ διεξίοι: εἰ δὲ μὴ κατὰ πᾶν καὶ ἀεὶ ποικίλον, καθ̓ ὅσον μὴ ποικίλον, ἕστηκεν. εἰ δ̓ ἕστηκεν, οὐ
2.443
νοεῖ: ὥστε καί, εἰ ἔστη, οὐ νενόηκεν: εἰ δὲ τοῦτο, οὐδ̓ ἔστιν. ἔστιν οὖν νόησις: ἡ δὲ κίνησις πᾶσα πληροῦσα οὐσίαν πᾶσαν, καὶ ἡ πᾶσα οὐσία νόησις πᾶσα ζωὴν περιλαβοῦσα πᾶσαν, καὶ μετ̓ ἄλλο ἀεὶ ἄλλο, καὶ ὅτι αὐτοῦ ταὐτὸν καὶ ἄλλο, καὶ διαιροῦντι ἀεὶ τὸ ἄλλο ἀναφαίνεται. πᾶσα δὲ διὰ ζωῆς ἡ πορεία καὶ διὰ ζῴων πᾶσα, ὥσπερ καὶ τῷ διὰ γῆς ἰόντι πάντα, ἃ διέξεισι, γῆ, κἂν διαφορὰς ἔχῃ ἡ γῆ. καὶ ἐκεῖ ἡ μὲν ζωὴ δἰ ἧς ἡ αὐτή, ὅτι δὲ ἀεὶ ἄλλη, οὐχ ἡ αὐτή. ἀεὶ δ̓ ἔχων τὴν αὐτὴν διὰ τῶν οὐκ αὐτῶν διέξοδον, ὅτι μὴ ἀμείβει, ἀλλὰ σύνεστι τοῖς ἄλλοις τὸ ὡσαύτως καὶ κατὰ ταὐτά: ἐὰν γὰρ μὴ περὶ τὰ ἄλλα τὸ ὡσαύτως καὶ κατὰ τὰ αὐτά, ἀργεῖ πάντη καὶ τὸ ἐνεργείᾳ καὶ ἡ ἐνέργεια οὐδαμοῦ. ἔστι δὲ καὶ τὰ ἄλλα αὐτός, ὥστε πᾶς αὐτός. καὶ εἴπερ αὐτός, πᾶς, εἰ δὲ μή,
707
οὐκ αὐτός. εἰ δὲ πᾶς αὐτός, καὶ πᾶς, ὅτι τὰ πάντα, καὶ οὐδὲν ἔστιν, ὅ τι μὴ συντελεῖ εἰς τὰ πάντα, οὐδὲν ἔστιν αὐτοῦ, ὅ τι μὴ ἄλλο, ἵνα ἄλλο ὂν καὶ τοῦτο συντελῇ. εἰ γὰρ μὴ ἄλλο, ἀλλὰ ταὐτόν, ἐλαττώσει αὐτοῦ τὴν οὐσίαν ἰδίαν οὐ παρεχόμενον εἰς συντέλειαν αὐτοῦ φύσιν.

ἔστι δὲ καὶ παραδείγμασι νοεροῖς χρώμενον εἰδέναι οἷόν ἐστι νοῦς, ὡς οὐκ ἀνέχεται οἷον κατὰ μονάδα μὴ ἄλλος εἶναι. τίνα γὰρ καὶ βούλει εἰς παράδειγμα λαβεῖν λόγον εἴτε φυτοῦ εἴτε ζῴου; εἰ γὰρ ἕν τι καὶ μὴ ἓν τοῦτο ποικίλον, οὔτ̓ ἂν λόγος εἴη, τό τε γενόμενον ὕλη ἂν εἴη τοῦ λόγου μὴ πάντα γενομένου εἰς τὸ πανταχοῦ τῆς ὕλης ἐμπεσόντα μηδὲν αὐτῆς ἐᾶσαι τὸ αὐτὸ εἶναι: οἷον πρόσωπον οὐκ ὄγκος εἷς, ἀλλὰ καὶ ῥῖνες καὶ ὀφθαλμοί: καὶ ἡ ῥὶς οὐχὶ οὖσα ἕν, ἀλλ̓ ἕτερον, τὸ δ̓ ἕτερον

2.444
αὖ πάλιν αὐτῆς, εἰ ἔμελλε ῥὶς εἶναι: ἓν γάρ τι ἁπλῶς οὖσα ὄγκος ἂν ἦν μόνον. καὶ τὸ ἄπειρον οὕτως ἐν νῷ, ὅτι αὐτὸς ἓν πολλά, οὐχ ὡς οἶκος εἷς, ἀλλ̓ ὡς λόγος πολὺς ἐν αὑτῷ, ἐν ἑνὶ σχήματι νοῦ οἷον περιγραφῇ ἔχων περιγραφὰς ἐντὸς καὶ σχηματισμοὺς αὖ ἐντὸς καὶ δυνάμεις καὶ νοήσεις καὶ τὴν διαίρεσιν μὴ κατ̓ εὐθύ, ἀλλ̓ εἰς τὸ ἐντὸς ἀεί, οἷον τοῦ παντὸς ζῴου ἐμπεριεχομένας ζῴων φύσεις, καὶ πάλιν αὖ ἄλλας ἐπὶ τὰ μικρότερα τῶν ζῴων καὶ εἰς τὰς ἐλάττους δυνάμεις, ὅπου στήσεται εἰς εἶδος ἄτομον. ἡ δὲ διαίρεσις ἔγκειται οὐ συγκεχυμένων, καίτοι εἰς ἓν ὄντων, ἀλλ̓ ἔστιν ἡ λεγομένη ἐν τῷ παντὶ φιλία τοῦτο, οὑχ ἡ ἐν τῷδε τῷ παντί: μιμεῖται γὰρ αὕτη ἐκ διεστηκότων οὖσα φίλη: ἡ δὲ ἀληθὴς πάντα ἓν εἶναι καὶ μήποτε διακριθῆναι. διακρίνεσθαι δέ φησι τὸ ἐν τῷδε τῷ οὐρανῷ.
708

ταύτην οὖν τὴν ζωὴν τὴν πολλὴν καὶ πᾶσαν καὶ πρώτην καὶ μίαν τίς ἰδὼν οὐκ ἐν ταύτῃ εἶναι ἀσπάζεται τὴν ἄλλην πᾶσαν ἀτιμάσας; σκότος γὰρ αἱ ἄλλαι αἱ κάτω καὶ σμικραὶ καὶ ἀμυδραὶ καὶ εὐτελεῖς καὶ οὐ καθαραὶ καὶ τὰς καθαρὰς μολύνουσαι. κἂν εἰς αὐτὰς ἴδῃς, οὐκέτι τὰς καθαρὰς οὔτε ὁρᾷς, οὔτε ζῇς ἐκείνας τὰς πάσας ὁμοῦ, ἐν αἷς οὐδέν ἐστιν ὅ τι μὴ ζῇ καὶ καθαρῶς ζῇ κακὸν οὐδὲν ἔχον. τὰ γὰρ κακὰ ἐνταῦθα, ὅτι ἴχνος ζωῆς καὶ νοῦ ἴχνος: ἐκεῖ δὲ τὸ ἀρχέτυπον τὸ ἀγαθοειδές φησιν, ὅτι ἐν τοῖς εἴδεσι τὸ ἀγαθὸν ἔχει. τὸ μὲν γάρ ἐστιν ἀγαθόν, ὁ δὲ ἀγαθός ἐστιν ἐν τῷ θεωρεῖν τὸ ζῆν ἔχων: θεωρεῖ δὲ ἀγαθοειδῆ ὄντα τὰ θεωρούμενα καὶ αὐτά, ἃ ἐκτήσατο, ὅτε ἐθεώρει τὴν τοῦ ἀγαθοῦ φύσιν. ἦλθε δὲ εἰς αὐτὸν οὐχ

2.445
ὡς ἐκεῖ ἦν, ἀλλ̓ ὡς αὐτὸς ἔσχεν. ἀρχὴ γὰρ ἐκεῖνος καὶ ἐξ ἐκείνου ἐν τούτῳ καὶ οὗτος ὁ ποιήσας ταῦτα ἐξ ἐκείνου. οὐ γὰρ ἦν θέμις βλέποντα εἰς ἐκεῖνον μηδὲν νοεῖν οὐδ̓ αὖ τὰ ἐν ἐκείνῳ: οὐ γὰρ ἂν αὐτὸς ἐγέννα. δύναμιν οὖν εἰς τὸ γεννᾶν εἶχε παῤ ἐκείνου καὶ τῶν αὐτοῦ πληροῦσθαι γεννημάτων διδόντος ἐκείνου ἃ μὴ εἶχεν αὐτός. ἀλλ̓ ἐξ ἑνὸς αὐτοῦ πολλὰ τούτῳ: ἣν γὰρ ἐκομίζετο δύναμιν ἀδυνατῶν ἔχειν συνέθραυε καὶ πολλὰ ἐποίησε τὴν μίαν, ἵν̓ οὕτω δύναιτο κατὰ μέρος φέρειν. ὅ τι οὖν ἐγέννα, ἀγαθοῦ ἐκ δυνάμεως ἦν καὶ ἀγαθοειδὲς ἦν καὶ αὐτὸς ἀγαθὸς ἐξ ἀγαθοειδῶν, ἀγαθὸν ποικίλον. διὸ καὶ εἴ τις αὐτὸν ἀπεικάζοι σφαίρᾳ ζώσῃ ποικίλῃ, εἴτε παμπρόσωπόν τι χρῆμα λάμπον ζῶσι προσώποις εἴτε ψυχὰς τὰς καθαρὰς πάσας εἰς τὸ αὐτὸ συνδραμούσας φαντάζοιτο οὐκ ἐνδεεῖς, ἀλλὰ πάντα τὰ αὑτῶν ἐχούσας, καὶ νοῦν τὸν πάντα ἐπ̓ ἄκραις αὐταῖς ἱδρυμένον, ὡς φέγγει νοερῷ καταλάμπεσθαι τὸν τόπον — φανταζόμενος μὲν οὕτως ἔξω πως ἄλλος ὢν ὁρῴη ἂν ἄλλον: δεῖ δὲ ἑαυτὸν ἐκεῖνο γενόμενον τὴν θέαν ἑαυτὸν ποιήσασθαι.

χρὴ δὲ μηδ̓ ἀεὶ ἐν τῷ πολλῷ τούτῳ καλῷ μένειν, μεταβαίνειν δ̓ ἔτι πρὸς τὸ ἄνω ἀίξαντα καὶ ἀφέντα τοῦτο, οὐκ ἐκ τούτου τοῦ οὐρανοῦ,

709
ἀλλ̓ ἐξ ἐκείνου, θαυμάσαντα τίς ὀ γεννήσας καὶ ὅπως. ἕκαστον μὲν οὖν εἶδος ἕκαστον καὶ ἴδιος οἷον τύπος: ἀγαθοειδὲς δὲ ὂν κοινὸν τὸ ἐπιθέον ἐπὶ πᾶσιν ἔχει. ἔχει μὲν οὖν καὶ τὸ ὂν ἐπὶ πᾶσιν, ἔχει δὲ καὶ τὸ ζῷον ἕκαστον ζωῆς κοινῆς ἐπὶ πᾶσιν ὑπαρχούσης, τάχα δ̓ ἂν καὶ ἄλλα. ἀλλὰ καθ̓ ὅσον ἀγαθὰ καὶ διότι ἀγαθά, τί ἂν εἴη; πρὸς δὴ τὴν τοιαύτην
2.446
σκέψιν τάχ̓ ἂν εἴη προὔργου ἄρξασθαι ἐντεῦθεν. ἆρα, ὅτε ἑώρα πρὸς τὸ ἀγαθόν, ἐνόει ὡς πολλὰ τὸ ἓν ἐκεῖνο καὶ ἓν ὢν αὐτὸς ἐνόει αὐτό, πολλὰ μερίζων αὐτὸ παῤ αὑτῷ τῷ νοεῖν μὴ ὅλον ὁμοῦ δύνασθαι; ἀλλ̓ οὔπω νοῦς ἦν ἐκεῖνο βλέπων, ἀλλ̓ ἔβλεπεν ἀνοήτως. ἢ φατέον ὡς οὐδ̓ ἑώρα πώποτε, ἀλλ̓ ἔζη μὲν πρὸς αὐτὸ καὶ ἀνήρτητο αὐτοῦ καὶ ἐπέστραπτο πρὸς αὐτό, ἡ δὲ κίνησις αὕτη πληρωθεῖσα τῷ ἐκεῖ κινεῖσθαι καὶ περὶ ἐκεῖνο ἐπλήρωσεν αὐτὸν καὶ οὐκέτι κίνησις ἦν μόνον, ἀλλὰ κίνησις διακορὴς καὶ πλήρης: ἑξῆς δὲ πάντα ἐγένετο καὶ ἔγνω τοῦτο ἐν συναισθήσει αὑτοῦ καὶ νοῦς ἤδη ἦν, πληρωθεὶς μέν, ἵν̓ ἔχῃ, ὃ ὄψεται, βλέπων δὲ αὐτὰ μετὰ φωτὸς παρὰ τοῦ δόντος ἐκεῖνα καὶ τοῦτο κομιζόμενος. διὰ τοῦτο οὐ μόνον λέγεται τῆς οὐσίας, ἀλλὰ καὶ τοῦ ὁρᾶσθαι αὐτήν, αἴτιος ἐκεῖνος εἶναι. ὥσπερ δὲ ὁ ἥλιος τοῦ ὁρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιός πως καὶ τῆς ὄψεως ἐστιν — οὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμενα — οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα καὶ φῶς κατὰ τὸ ἀνάλογον τοῖς ἐκεῖ ὁρατοῖς καὶ τῷ ὁρῶντι οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν, ἀλλὰ αἴτιον τούτων καὶ νοεῖσθαι φωτὶ τῷ ἑαυτοῦ εἰς τὰ ὄντα καὶ εἰς τὸν νοῦν παρέχον. πληρούμενος μὲν οὖν ἐγίνετο, πληρωθεὶς δὲ ἦν, καὶ ὁμοῦ ἀπετελέσθη καὶ ἑώρα. ἀρχὴ δὲ αὐτοῦ ἐκεῖνο τὸ πρὶν πληρωθῆναι ἦν: ἑτέρα δὲ ἀρχὴ οἱονεὶ ἔξωθεν ἡ πληροῦσα ἦν, ἀφ̓ ἧς οἷον ἐτυποῦτο πληρούμενος.
710

ἀλλὰ πῶς ταῦτα ἐν αὐτῷ, καὶ αὐτὸς οὐκ ὄντων ἐκεῖ ἐν τῷ πληρώσαντι, οὐδ̓ αὖ ἐν αὐτῷ τῷ πληρουμένῳ; ὅτε γὰρ μήπω ἐπληροῦτο, οὐκ

2.447
εἶχεν. ἢ οὐκ ἀνάγκη, ὅ τις δίδωσι, τοῦτο ἔχειν, ἀλλὰ δεῖ ἐν τοῖς τοιούτοις το μὲν διδὸν μεῖζον νομίζειν, τὸ δὲ διδόμενον ἔλαττον τοῦ διδόντος: τοιαύτη γὰρ ἡ γένεσις ἐν τοῖς οὖσι. πρῶτον γὰρ δεῖ τὸ ἐνεργείᾳ εἶναι, τὰ δ̓ ὕστερα δυνάμει εἶναι τὰ πρὸ αὐτῶν: καὶ τὸ πρῶτον δὲ ἐπέκεινα τῶν δευτέρων καὶ τοῦ διδομένου τὸ διδὸν ἐπέκεινα ἦν: κρεῖττον γάρ. εἴ τι τοίνυν ἐνεργείας πρότερον, ἐπέκεινα ἐνεργείας, ὥστε καὶ ἐπέκεινα ζωῆς. εἰ οὖν ζωὴ ἐν τούτῳ, ὁ διδοὺς ἔδωκε μὲν ζωήν, καλλίων δὲ καὶ τιμιώτερος ζωῆς. εἶχεν οὖν ζωὴν καὶ οὐκ ἐδεῖτο ποικίλου τοῦ διδόντος, καὶ ἦν ἡ ζωὴ ἴχνος τι ἐκείνου, οὐκ ἐκείνου ζωή. πρὸς ἐκεῖνο μὲν οὖν βλέπουσα ἀόριστος ἦν, βλέψασα δ̓ ἐκεῖ ὡρίζετο ἐκείνου ὅρον οὐκ ἔχοντος. εὐθὺς γὰρ πρὸς ἕν τι ἰδοῦσα ὁρίζεται τούτῳ καὶ ἴσχει ἐν αὑτῇ ὅρον καὶ πέρας καὶ εἶδος: καὶ τὸ εἶδος ἐν τῷ μορφωθέντι, τὸ δὲ μορφῶσαν ἄμορφον ἦν: ὁ δὲ ὅρος οὐκ ἔξωθεν, οἷον μεγέθει περιτεθείς, ἀλλ̓ ἦν πάσης ἐκείνης τῆς ζωῆς ὁ ὅρος πολλῆς καὶ ἀπείρου οὔσης, ὡς ἂν παρὰ τοιαύτης φύσεως ἐκλαμψάσης, ζωή τε ἦν οὐ τοῦδε: ὥριστο γὰρ ἂν ὡς ἀτόμου ἤδη. ἀλλ̓ ὥριστο μέντοι: ἦν ἄρα ὁρισθεῖσα ὡς ἑνός τινος πολλοῦ. ὥριστο δὴ καὶ ἕκαστον τῶν πολλῶν, διὰ μὲν τὸ πολὺ τῆς ζωῆς πολλὰ ὁρισθέν, διὰ δὲ αὖ τὸν ὅρον ἕν. τί οὖν τὸ ἓν ὡρίσθη; νοῦς: ὁρισθεῖσα γὰρ ζωὴ νοῦς: τί δὲ τὸ πολλά; νόες πολλοί. πάντα οὖν νόες, καὶ ὁ μὲν πᾶς νοῦς, οἱ δὲ ἕκαστοι νοῖ. ὁ δὲ πᾶς νοῦς ἕκαστον περιέχων ἆρα ταὐτὸν ἕκαστον περιέχει; ἀλλ̓ ἕνα ἂν περιεῖχεν. εἰ οὖν πολλοί, διαφορὰν δεῖ εἶναι. πάλιν οὖν πῶς ἕκαστος διαφορὰν ἔσχεν;
2.448
ἢ ἐν τῷ καὶ εἷς ὅλως γενέσθαι ειχε τὴν διαφοράν: οὐ γὰρ ταὐτὸν ὁτῳοῦν νῷ τὸ πᾶν. ἦν οὖν ἡ μὲν ζωὴ δύναμις πᾶσα, ἡ δὲ ὅρασις ἡ ἐκεῖθεν δύναμις πάντων, ὁ δὲ γενόμενος νοῦς αὐτὰ ἀνεφάνη τὰ πάντα. ὁ δὲ ἐπικάθηται αὐτοῖς, οὐχ ἵνα ἱδρυθῇ, ἀλλ̓ ἵνα ἱδρύσῃ εἶδος ἰδὼν τῶν πρώτων ἀνείδεον αὐτό. καὶ νοῦς δὲ γίνεται πρὸς ψυχὴν οὕτω φῶς εἰς αὐτήν, ὡς ἐκεῖνος εἰς νοῦν: καὶ ὅταν καὶ οὗτος ὁρίσῃ τὴν ψυχήν, λογικὴν ποιεῖ δοὺς αὐτῇ ὧν ἔσχεν ἴχνος ἴχνος οὖν καὶ νοῦς ἐκείνου: ἐπεὶ δὲ ὁ νοῦς εἶδος καὶ ἐν ἐκστάσει καὶ πλήθει, ἐκεῖνος
711
ἄμορφος καὶ ἀνείδεος: οὕτω γὰρ εἰδοποιεῖ. εἰ δ̓ ἦν ἐκεῖνος εἶδος, ὁ νοῦς ἦν ἂν λόγος. ἔδει δὲ τὸ πρῶτον μὴ πολὺ μηδαμῶς εἶναι: ἀνήρτητο γὰρ ἂν τὸ πολὺ αὐτοῦ εἰς ἕτερον αὖ πρὸ αὐτοῦ.

ἀλλ̓ ἀγαθοειδῆ κατὰ τί τὰ ἐν τῷ νῷ; ἆρα ᾗ εἶδος ἕκαστον, ἢ ᾗ καλά, ἢ ᾗ τί; εἰ δὴ τὸ παρὰ τοῦ ἀγαθοῦ ἧκον πᾶν ἴχνος καὶ τύπον ἔχει ἐκείνου ἢ ἀπ̓ ἐκείνου, ὥσπερ τὸ ἀπὸ πυρὸς ἴχνος πυρὸς καὶ τὸ ἀπὸ γλυκέος γλυκέος ἴχνος, ἥκει δὲ εἰς νοῦν καὶ ζωὴ ἀπ̓ ἐκείνου: ἐκ γὰρ τῆς παῤ ἐκείνου ἐνεργείας ὑπέστη: καὶ νοῦς δὲ δἰ ἐκεῖνον καὶ τὸ τῶν εἰδῶν κάλλος ἐκεῖθεν, πάντα ἂν ἀγαθοειδῆ εἴη, καὶ ζωὴ καὶ νοῦς καὶ ἰδέα, ἀλλὰ τί τὸ κοινόν; οὐ γὰρ δὴ ἀρκεῖ τὸ ἀπ̓ ἐκείνου πρὸς τὸ ταὐτόν: ἐν αὐτοῖς γὰρ δεῖ τὸ κοινὸν εἶναι: καὶ γὰρ ἂν γένοιτο ἀπὸ τοῦ αὐτοῦ μὴ ταὐτὸν ἢ καὶ δοθὲν ὡσαύτως ἐν τοῖς δεξομένοις ἄλλο γίνεσθαι: ἐπεὶ καὶ ἄλλο τὸ εἰς πρώτην ἐνέργειαν, ἄλλο δὲ τὸ τῇ πρώτῃ ἐνεργείᾳ δοθέν: τὸ δ̓ ἐπὶ τούτοις ἄλλο ἤδη. ἢ οὐδὲν κωλύει καθ̓ ἕκαστον μὲν ἀγαθοειδὲς εἶναι, μᾶλλον μὴν κατ̓ ἄλλο. τί

2.449
οὖν καθ̓ ὃ μάλιστα; ἀλλὰ πρότερον ἐκεῖνο ἀναγκαῖον ἰδεῖν: ἆρά γε ἀγαθὸν ἡ ζωή, ᾗ αὐτὸ τοῦτο ζωὴ ἡ ψιλὴ θεωρουμένη καὶ ἀπογεγυμνωμένη; ἢ ἡ ζωὴ ἡ ἀπ̓ αὐτοῦ, τὸ δ̓ ἀπ̓ αὐτοῦ ἄλλο τι ἡ τοιαύτη; πάλιν οὖν τί ἡ τοιαύτη ζωή; ἢ ἀγαθοῦ. ἀλλ̓ οὐκ αὐτοῦ ἦν, ἀλλ̓ ἐξ αὐτοῦ. ἀλλ̓ εἰ ἐν τῇ ζωῇ ἐκείνῃ ἐνείη τι ἐξ ἐκείνου καὶ ἔστιν ἡ ὄντως ζωὴ καὶ οὐδὲν ἄτιμον παῤ ἐκείνου λεκτέον εἶναι, καὶ καθ̓ ὃ ζωή, ἀγαθὸν εἶναι, καὶ ἐπὶ νοῦ δὴ τοῦ ἀληθινοῦ ἀνάγκη λέγειν τοῦ πρώτου ἐκείνου, ὅτι ἀγαθόν: καὶ δῆλον ὅτι καὶ εἶδος ἕκαστον ἀγαθὸν καὶ ἀγαθοειδές. ἢ οὖν τι ἔχει ἀγαθόν, εἴτε κοινόν, εἴτε μᾶλλον ἄλλο, εἴτε τὸ μὲν πρώτως, τὸ δὲ τῷ ἐφεξῆς καὶ δευτέρως. ἐπεὶ γὰρ εἰλήφαμεν ἕκαστον ὡς ἔχον ἤδη ἐν τῇ οὐσίᾳ αὐτοῦ ἀγαθόν τι καὶ διὰ τοῦτο ἦν ἀγαθόν — καὶ γὰρ ἡ ζωὴ ἦν ἀγαθὸν οὐχ ἁπλῶς, ἀλλ̓ ὅτι ἐλέγετο ἀληθινὴ καὶ ὅτι παῤ ἐκείνου, καὶ νοῦς ὁ ὄντως — δεῖ τι τοῦ αὐτοῦ ἐν αὐτοῖς ὁρᾶσθαι. διαφόρων γὰρ ὄντων, ὅταν τὸ αὐτὸ αὐτῶν κατηγορῆται, κωλύει μὲν οὐδὲν ἐν τῇ οὐσίᾳ αὐτῶν τοῦτο ἐνυπάρχειν, ὅμως
712
δ̓ ἔστι λαβεῖν αὐτὸ χωρὶς τῷ λόγῳ, οἷον καὶ τὸ ζῷον ἐπ̓ ἀνθρώπου καὶ ἵππου, καὶ τὸ θερμὸν ἐπὶ ὕδατος καὶ πυρός, τὸ μὲν ὡς γένος, τὸ δ̓ ὡς τὸ μὲν πρώτως, τὸ δὲ δευτέρως: ἢ ὁμωνύμως ἂν ἑκάτερον ἢ ἕκαστον λέγοιτο ἀγαθόν. ἆῤ οὖν ἐνυπάρχει τῇ οὐσίᾳ αὐτῶν τὸ ἀγαθόν; ἢ ὅλον ἕκαστον ἀγαθόν ἐστιν, οὐ καθ̓ ἓν τὸ ἀγαθόν. πῶς οὖν; ἢ ὡς μέρη. ἀλλὰ ἀμερὲς τὸ ἀγαθόν. ἢ ἓν μὲν αὐτό, οὑτωσὶ δὲ τόδε: καὶ γὰρ ἡ ἐνέργεια ἡ πρώτη ἀγαθὸν καὶ τὸ ἐπ̓ αὐτῇ ὁρισθὲν ἀγαθὸν καὶ τὸ συνάμφω: καὶ τὸ μὲν ὅτι γενόμενον ὑπ̓
2.450
αὐτοῦ, τὸ δ̓ ὅτι κόσμος ἀπ̓ αὐτοῦ, τὸ δ̓ ὅτι συναμφω. ἀπ̓ αὐτοῦ οὖν καὶ οὐδὲν ταὐτόν, οἷον εἰ ἀπὸ τοῦ αὐτοῦ φωνὴ καὶ βάδισις καὶ ἄλλο τι, πάντα κατορθούμενα. ἢ ἐνταῦθα, ὅτι τάξις καὶ ῥυθμός: ἐκεῖ δὲ τί; ἀλλ̓ εἴποι τις ἄν, ὡς ἐνταῦθα ὅλως τὸ καλῶς ἔξωθεν διαφόρων ὄντων τῶν περὶ ἃ ἡ τάξις, ἐκεῖ δὲ καὶ αὐτά. ἀλλὰ διὰ τί καὶ αὐτά; οὐ γὰρ ὅτι ἀπ̓ ἐκείνου δεῖ πιστεύοντας ἀφεῖναι: δεῖ μὲν γὰρ συγχωρεῖν ἀπ̓ ἐκείνου ὄντα εἶναι τίμια, ἀλλὰ ποθεῖ ὁ λόγος λαβεῖν, κατὰ τί τὸ ἀγαθὸν αὐτῶν.

ἆῤ οὖν τῇ ἐφέσει καὶ τῇ ψυχῇ ἐπιτρέψομεν τὴν κρίσιν καὶ τῷ ταύτης πάθει πιστεύσαντες τὸ ταύτῃ ἐφετὸν ἀγαθὸν φήσομεν, διότι δὲ ἐφίεται οὐ ζητήσομεν; καὶ τί μὲν ἕκαστον, περὶ τούτου ἀποδείξεις κομιοῦμεν, τὸ δ̓ ἀγαθὸν τῇ ἐφέσει δώσομεν; ἀλλὰ πολλὰ ἄτοπα ἡμῖν φαίνεται. πρῶτον μέν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν τι τῶν πέρι: ἔπειτα, ὅτι πολλὰ τὰ ἐφιέμενα καὶ ἄλλα ἄλλων: πῶς οὖν κρινοῦμεν τῷ ἐφιεμένῳ, εἰ βέλτιον; ἀλλ̓ ἴσως οὐδὲ τὸ βέλτιον γνωσόμεθα τὸ ἀγαθὸν ἀγνοοῦντες. ἀλλὰ ἆρα τὸ ἀγαθὸν ὁριούμεθα κατὰ τὴν ἑκάστου ἀρετήν; ἀλλ̓ οὕτως εἰς εἶδος καὶ λόγον ἀνάξομεν, ὀρθῶς μὲν πορευόμενοι: ἀλλὰ ἐλθόντες ἐκεῖ τί ἐροῦμεν αὐτὰ ταῦτα ζητοῦντες πῶς ἀγαθά; ἐν μὲν γὰρ τοῖς χείροσιν, ὡς ἔοικε, γινώσκοιμεν ἂν τὴν φύσιν τὴν τοιαύτην καίτοι οὐκ ἔχουσαν εἰλικρινῶς τῇ πρὸς τὰ χείρω παραθέσει: ἐκεῖ δὲ, ὅπου μηδέν ἐστι κακόν, αὐτὰ δὲ ἐφ̓ ἑαυτῶν ἐστι τὰ ἀμείνω,

713
ἀπορήσομεν. ἆῤ οὖν, ἐπειδὴ ὁ λόγος τὸ διότι ζητεῖ, ταῦτα δὲ ἀγαθὰ παῤ αὑτῶν, διὰ τοῦτο ἀπορεῖ τοῦ διότι τὸ ὅτι ὄντος; ἐπεὶ κἂν ἄλλο
2.451
φῶμεν αἴτιον, λόγου μὴ φθάνοντος ἐκεῖ ὁμοίως ἡ ἀπορία. οὐ μὴν ἀποστατέον, εἴ πῃ κατ̓ ἄλλην ὁδὸν πορευομένοις τι φανείη.

ἐπειδὴ τοίνυν ἀπιστοῦμεν ἐν τῷ παρόντι ταῖς ὀρέξεσι πρὸς τὰς τοῦ τί ἐστιν ἢ ποῖόν ἐστι θέσεις, ἆρα χρὴ πρὸς τὰς κρίσεις ἰέναι καὶ τὰς τῶν πραγμάτων ἐναντιώσεις, οἷον τάξιν ἀταξίαν, σύμμετρον ἀσύμμετρον, ὑγίειαν νόσον, εἶδος ἀμορφίαν, οὐσίαν φθοράν, ὅλως σύστασιν ἀφάνισιν; τούτων γὰρ τὰ πρῶτα καθ̓ ἑκάστην συζυγίαν τίς ἂν ἀμφισβητήσειε μὴ οὐκ ἐν ἀγαθοῦ εἴδει εἶναι; εἰ δὲ τοῦτο, καὶ τὰ ποιητικὰ αὐτῶν ἀνάγκη ἐν ἀγαθοῦ μοίρᾳ τίθεσθαι. καὶ ἀρετὴ δὴ καὶ νοῦς καὶ ζωὴ καὶ ψυχή, ἥ γε ἔμφρων, ἐν ἀγαθοῦ εἴδει: καὶ ὧν ἐφίεται τοίνυν ἔμφρων ζωή. τί οὖν οὐ στησόμεθα, φήσει τις, εἰς νοῦν καὶ τοῦτο τὸ ἀγαθὸν θησόμεθα; καὶ γὰρ ψυχὴ καὶ ζωὴ νοῦ ἴχνη καὶ τούτου ἐφίεται ψυχή. καὶ κρίνει τοίνυν καὶ ἐφίεται νοῦ, κρίνουσα μὲν δικαιοσύνην ἀντ̓ ἀδικίας ἄμεινον καὶ ἕκαστον εἶδος ἀρετῆς πρὸ κακίας εἴδους, καὶ τῶν αὐτῶν ἡ προτίμησις, ὧν καὶ ἡ αἵρεσις. ἀλλ̓ εἰ μὲν νοῦ μόνον ἐφίεται, τάχ̓ ἂν πλείονος ἐδέησε λόγου δεικνύντων, ὡς οὐ τὸ ἔσχατον ὁ νοῦς καὶ νοῦ μὲν οὐ πάντα, ἀγαθοῦ δὲ πάντα. καὶ τῶν μὲν μὴ ἐχόντων νοῦν οὐ πάντα νοῦν κτήσασθαι ζητεῖ, τὰ δὲ ἔχοντα νοῦν οὐχ ἵσταται ἤδη, ἀλλὰ πάλιν τὸ ἀγαθὸν ζητεῖ, καὶ νοῦν μὲν ἐκ λογισμοῦ, τὸ δ̓ ἀγαθὸν καὶ πρὸ τοῦ λόγου. εἰ δὲ καὶ ζωῆς ἐφίεται καὶ τοῦ ἀεὶ εἶναι καὶ ἐνεργεῖν, οὐχ ᾗ νοῦς ἂν εἴη τὸ ἐφετόν, ἀλλ̓ ᾗ ἀγαθὸν καὶ ἀπὸ ἀγαθοῦ καὶ εἰς ἀγαθόν: ἐπεὶ καὶ ἡ ζωὴ οὕτως.

2.452
714