Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Ἆῤ ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός, καὶ ἡ ἀπειρία ἀπόστασις παντελὴς τῷ πλῆθος ἀνάριθμον εἶναι, καὶ διὰ τοῦτο κακὸν ἡ ἀπειρία καὶ ἡμεῖς κακοί, ὅταν πλῆθος; καὶ γὰρ πολὺ ἕκαστον, ὅταν ἀδυνατοῦν εἰς αὐτὸ μένειν χέηται καὶ ἐκτείνηται σκιδυάμενον. καὶ πάντη μὲν στερισκόμενον ἐν τῇ χύσει τοῦ ἑνὸς πλῆθος γίγνεται, οὐκ ὄντος τοῦ ἄλλο πρὸς ἄλλο μέρος αὐτοῦ ἑνοῦντος: εἰ δέ τι γένοιτο ἀεὶ χεόμενον μένον, μέγεθος γίνεται. ἀλλὰ

672
τί δεινὸν τῷ μεγέθει; ἢ εἰ ᾐσθάνετο, ἦν ἄν: ἀφ̓ ἑαυτοῦ γὰρ γενόμενον καὶ ἀφιστάμενον εἰς τὸ πόρρω ᾐσθάνετο. ἕκαστον γὰρ οὐκ ἄλλο, ἀλλ̓ αὑτὸ ζητεῖ, ἡ δ̓ ἔξω πορεία μάταιος ἢ ἀναγκαία. μᾶλλον δέ ἐστιν ἕκαστον, οὐχ ὅταν γένηται πολὺ ἢ μέγα, ἀλλ̓ ὅταν ἑαυτοῦ ᾖ: ἑαυτοῦ δέ ἐστι πρὸς αὑτὸ νενευκός. ἡ δὲ ἔφεσις ἡ πρὸς τὸ οὕτω μέγα ἀγνοοῦντός ἐστι τὸ ὄντως μέγα καὶ σπεύδοντος οὐχ οἷ δεῖ, ἀλλὰ πρὸς τὸ ἔξω: τὸ δὲ πρὸς αὑτὸ τὸ ἔνδον ἦν. μαρτύριον δὲ τὸ γενόμενον μεγέθει, εἰ μὲν ἀπηρτημένον,
2.399
ὡς ἕκαστον τῶν μερῶν αὐτοῦ εἶναι, ἐκεῖνα εἶναι ἕκαστα, ἀλλ̓ οὐκ αὐτὸ τὸ ἐξ ἀρχῆς: εἰ δ̓ ἔσται αὐτό, δεῖ τὰ πάντα μέρη πρὸς ἕν: ὥστε εἶναι αὐτό, ὅταν ἀμηγέπη ἕν, μὴ μέγα, ᾖ. γίνεται τοίνυν διὰ μὲν τὸ μέγεθος καὶ ὅσον ἐπὶ τῷ μεγέθει ἀπολλύμενον αὑτοῦ: ὅτι δὲ ἔχει ἕν, ἔχει ἑαυτό. καὶ μὴν τὸ πᾶν μέγα καὶ καλόν. ἢ ὅτι οὐκ ἀφείθη φυγεῖν εἰς τὴν ἀπειρίαν, ἀλλὰ περιελήφθη ἑνί: καὶ καλὸν οὐ τῷ μέγα, ἀλλὰ τῷ καλῷ: καὶ ἐδεήθη τοῦ καλοῦ, ὅτι ἐγένετο μέγα. ἐπεὶ ἔρημον ὂν τούτου ὅσῳ μέγα, τοσούτῳ ἂν κατεφάνη αἰσχρόν: καὶ οὕτω τὸ μέγα ὕλη τοῦ καλοῦ, ὅτι πολὺ τὸ δεόμενον κόσμου. μᾶλλον οὖν ἄκοσμον τὸ μέγα καὶ μᾶλλον αἰσχρόν.

τί οὖν ἐπὶ τοῦ λεγομένου ἀριθμοῦ τῆς ἀπειρίας; ἀλλὰ πρῶτον, πῶς ἀριθμός, εἰ ἄπειρος; οὔτε γὰρ τὰ αἰσθητὰ ἄπειρα, ὥστε οὐδὲ ὁ ἐπ̓ αὐτοῖς ἀριθμός, οὔτε ὁ ἀριθμῶν τὴν ἀπειρίαν ἀριθμεῖ: ἀλλὰ κἂν διπλάσια ἢ πολλαπλάσια ποιῇ, ὁρίζει ταῦτα, κἂν πρὸς τὸ μέλλον ἢ τὸ παρεληλυθὸς λαμβάνῃ, ἢ καὶ ὁμοῦ, ὁρίζει ταῦτα. ἆῤ οὖν οὐχ ἁπλῶς ἄπειρος, οὕτω δέ, ὥστε ἀεὶ ἐξεῖναι λαμβάνειν; ἢ οὐκ ἐπὶ τῷ ἀριθμοῦντι τὸ γεννᾶν, ἀλλ̓ ἤδη ὥρισται καὶ ἕστηκεν. ἢ ἐν μὲν τῷ νοητῷ, ὥσπερ τὰ ὄντα, οὕτω καὶ ὁ ἀριθμὸς ὡρισμένος ὅσος τὰ ὄντα: ἡμεῖς δὲ ὡς τὸν ἄνθρωπον πολλὰ ποιοῦμεν ἐφαρμόζοντες πολλάκις καὶ τὸ καλὸν καὶ τὰ ἄλλα, οὕτω μετὰ τοῦ εἰδώλου ἑκάστου καὶ εἴδωλον ἀριθμοῦ συναπογεννῶμεν, καὶ ὥς τι ἄστυ πολλαπλασιοῦμεν οὐχ ὑφεστώς, οὕτως τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀριθμοὺς πολλαπλασίους ποιοῦμεν: καὶ εἰ τοὺς χρόνους δὲ ἀριθμοῖμεν, ἀφ̓ ὧν

2.400
ἔχομεν ἀριθμῶν ἐπάγομεν ἐπὶ τοὺς χρόνους μενόντων ἐν ἡμῖν ἐκείνων.
673

ἀλλὰ τὸ ἄπειρον δὴ τοῦτο πῶς ὑφέστηκεν ὂν ἄπειρον; ὃ γὰρ ὑφέστηκε καὶ ἔστιν, ἀριθμῷ κατείληπται ἤδη. ἀλλὰ πρότερον, εἰ ἐν τοῖς οὖσιν ὄντως πλῆθος, πῶς κακὸν τὸ πλῆθος; ἢ ὅτι ἥνωται τὸ πλῆθος, καὶ κεκώλυται πάντη πλῆθος εἶναι ἓν ὂν πλῆθος, καὶ διὰ τοῦτο δὲ ἐλαττοῦται τοῦ ἑνός, ὅτι πλῆθος ἔχει, καὶ ὅσον πρὸς τὸ ἓν χεῖρον. καὶ οὐκ ἔχον δὲ τὴν φύσιν ἐκείνου, ἀλλὰ ἐκβεβηκός, ἠλάττωται, τῷ δ̓ ἑνὶ παῤ ἐκείνου τὸ σεμνὸν ἔχει, καὶ ἀνέστρεψε δὲ τὸ πλῆθος εἰς ἓν καὶ ἔμεινεν. ἀλλ̓ ἡ ἀπειρία πῶς; ἡ γὰρ οὖσα ἐν τοῖς οὖσιν ἤδη ὥρισται, ἢ εἰ μὴ ὥρισται, οὐκ ἐν τοῖς οὖσιν, ἀλλ̓ ἐν τοῖς γινομένοις ἴσως, ὡς καὶ τῷ χρόνῳ. ἢ κἂν ὁρισθῇ, τούτῳ γε ἄπειρος: οὐ γὰρ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον ὁρίζεται: οὐ γὰρ δὴ ἄλλο τι μεταξὺ πέρατος καὶ ἀπείρου, ὃ τὴν τοῦ ὅρου δέχεται φύσιν. τοῦτο δὴ τὸ ἄπειρον φεύγει μὲν αὐτὸ τὴν τοῦ πέρατος ἰδέαν, ἁλίσκεται δὲ περιληφθὲν ἔξωθεν. φεύγει δὲ οὐκ εἰς τόπον ἄλλον ἐξ ἑτέρου: οὐ γὰρ οὐδ̓ ἔχει τόπον: ἀλλ̓ ὅταν ἁλῷ, ὑπέστη τόπος. διὸ οὐδὲ τὴν λεγομένην κίνησιν αὐτῆς τοπικὴν θετέον οὐδέ τινα ἄλλην τῶν λεγομένων αὐτῇ παῤ αὐτῆς ὑπάρχειν: ὥστε οὐδ̓ ἂν κινοῖτο. ἀλλ̓ οὐδ̓ ἕστηκεν αὖ: ποῦ γὰρ τοῦ ποῦ ὕστερον γινομένου; ἀλλ̓ ἔοικεν ἡ κίνησις αὐτῆς οὕτω λέγεσθαι, ὅτι μὴ μένει. ἆῤ οὖν οὕτως ἔχει, ὡς μετέωρος εἶναι ἐν τῷ αὐτῷ, ἢ αἰωρεῖσθαι ἐκεῖσε καὶ δεῦρο; οὐδαμῶς. ἄμφω γὰρ πρὸς τὸν αὐτὸν τόπον κρίνεται, τό τε μετέωρον οὐ παρεγκλῖνον καὶ τὸ παρεγκλῖνον. τί ἂν οὖν τις ἐπινοήσειεν

2.401
αὐτήν; ἢ χωρίσας τὸ εἶδος τῇ διανοίᾳ. τί οὖν νοήσει; ἢ τὰ ἐναντία ἅμα καὶ οὐ τὰ ἐναντία: καὶ γὰρ μέγα καὶ σμικρὸν νοήσει: γίνεται γὰρ ἄμφω: καὶ ἑστὼς καὶ κινούμενον: καὶ γὰρ ταῦτα γίνεται. ἀλλὰ πρὸ τοῦ γίνεσθαι δῆλον, ὅτι οὐδέτερον ὡρισμένως: εἰ δὲ μή, ὥρισας. εἰ οὖν ἄπειρος καὶ ταῦτα ἀπείρως καὶ ἀορίστως, φαντασθείη γ̓ ἂν ἑκάτερα. καὶ προσελθὼν
674
ἐγγὺς μὴ ἐπιβάλλων τι πέρας ὥσπερ δίκτυον ὑπεκφεύγουσαν ἕξεις καὶ οὐδὲν ἓν εὑρήσεις: ἤδη γὰρ ἂν ὥρισας: ἀλλ̓ εἴ τῷ προσέλθοις ὡς ἑνί, πολλὰ φανεῖται, κἂν πολλὰ εἴπῃς, πάλιν αὖ ψεύσῃ: οὐκ ὄντος γὰρ ἑκάστου ἑνὸς οὐδὲ πολλὰ τὰ πάντα: καὶ αὕτη ἡ φύσις αὐτῆς καθ̓ ἕτερον τῶν φαντασμάτων κίνησις, καὶ καθ̓ ὃ προσῆλθεν ἡ φαντασία στάσις. καὶ τὸ μὴ δύνασθαι δἰ αὑτῆς αὐτὴν ἰδεῖν, κίνησις ἀπὸ νοῦ καὶ ἀπολίσθησις: τὸ δὲ μὴ ἀποδρᾶναι ἔχειν, εἴργεσθαι δὲ ἔξωθεν καὶ κύκλῳ καὶ μὴ ἐξεῖναι προχωρεῖν, στάσις ἂν εἴη: ὥστε μὴ μόνον ἐξεῖναι κινεῖσθαι λέγειν.

περὶ δὲ τῶν ἀριθμῶν ὅπως ἔχουσιν ἐν τῷ νοητῷ σκεπτέον, πότερα ὡς ἐπιγινομένων τοῖς ἄλλοις εἴδεσιν ἢ καὶ παρακολουθούντων ἀεί: οἷον ἐπειδὴ τὸ ὂν τοιοῦτον οἷον πρῶτον αὐτὸ εἶναι, ἐνοήσαμεν μονάδα, εἶτα, ἐπεὶ κίνησις ἐξ αὐτοῦ καὶ στάσις, τρία ἤδη, καὶ ἐφ̓ ἑκάστου τῶν ἄλλων ἕκαστον: ἢ οὐχ οὕτως, ἀλλὰ συνεγεννήθη ἑκάστῳ μονὰς μία, ἢ ἐπὶ μὲν τοῦ πρώτου ὄντος μονάς, ἐπὶ δὲ τοῦ μετ̓ ἐκεῖνο, εἰ τάξις ἐστί, δυὰς ἢ καὶ ὅσον τὸ πλῆθος ἑκάστου, οἷον εἰ δέκα, δεκάς: ἢ οὐχ οὕτως, ἀλλ̓ αὐτὸς ἐφ̓ ἑαυτοῦ ὁ ἀριθμὸς ἐνοήθη: καὶ εἰ οὕτως, πότερα πρότερος τῶν ἄλλων, ἢ ὕστερος. ὁ μὲν οὖν Πλάτων εἰς ἔννοιαν ἀριθμοῦ τοὺς

2.402
ἀνθρώπους ἐληλυθέναι εἰπὼν ἡμερῶν πρὸς νύκτας τῇ παραλλαγῇ τῇ τῶν πραγμάτων ἑτερότητι διδοὺς τὴν νόησιν τάχ̓ ἂν τὰ ἀριθμητὰ πρότερον δἰ ἑτερότητος ποιεῖν ἀριθμὸν λέγοι, καὶ εἶναι αὐτὸν συνιστάμενον ἐν μεταβάσει ψυχῆς ἐπεξιούσης ἄλλο μετ̓ ἄλλο πρᾶγμα καὶ τότε γίνεσθαι, ὅταν ἀριθμῇ ψυχή: τοῦτο δ̓ ἐστίν, ὅταν αὐτὰ διεξίῃ καὶ λέγῃ παῤ αὑτῇ ἄλλο, τὸ δ̓ ἄλλο, ὡς, ἕως γε ταὐτόν τι καὶ μὴ ἕτερον μετ̓ αὐτὸ νοεῖ, ἓν λεγούσης. ἀλλὰ μὴν ὅταν λέγῃ ἐν τῷ ἀληθινῷ ἀριθμῷ οὐσίαν καὶ τὸν ἀριθμὸν ἐν οὐσίᾳ, πάλιν αὖ ὑπόστασίν τινα ἂν ἐφ̓ ἑαυτοῦ τοῦ ἀριθμοῦ λέγοι καὶ οὐκ ἐν τῇ ἀριθμούσῃ ὑφίστασθαι ψυχῇ, ἀλλὰ ἀνακινεῖσθαι ἐν αὐτῇ ἐκ τῆς περὶ τὰ αἰσθητὰ παραλλαγῆς τὴν ἔννοιαν τοῦ ἀριθμοῦ.
675

τίς οὖν ἡ φύσις αὐτοῦ; ἆρα παρακολούθημα καὶ οἷον ἐπιθεωρούμενον ἑκάστῃ οὐσίᾳ; οἷον ἄνθρωπος καὶ εἷς ἄνθρωπος καὶ ὂν καὶ ἓν ὂν καὶ τὰ πάντα ἕκαστα τὰ νοητὰ καὶ πᾶς ὁ ἀριθμός; ἀλλὰ πῶς δυὰς καὶ τριὰς καὶ πῶς τὰ πάντα καθ̓ ἓν καὶ ὁ τοιοῦτος ἀριθμὸς εἰς ἓν ἂν συνάγοιτο; οὕτω γὰρ ἔσται πλῆθος μὲν ἑνάδων, εἰς ἓν δὲ οὐδεὶς παρὰ τὸ ἁπλοῦν ἕν: εἰ μή τις λέγοι, ὡς δυὰς μέν ἐστιν ἐκεῖνο τὸ πρᾶγμα, μᾶλλον δὲ τὸ ἐπὶ τῷ πράγματι θεωρούμενον, ὃ δύο ἔχει δυνάμεις συνειλημμένας, οἷον σύνθετον εἰς ἕν, ἢ οἵους ἔλεγον οἱ Πυθαγόρειοι, οἳ ἐδόκουν λέγειν ἀριθμοὺς ἐκ τοῦ ἀνὰ λόγον, οἷον δικαιοσύνην τετράδα καὶ ἄλλον ἄλλως: ἐκείνως δὲ μᾶλλον τῷ πλήθει τοῦ πράγματος ἑνὸς ὄντος ὅμως καὶ τὸν ἀριθμὸν συζυγῆ, τοσοῦτον ἕν, οἷον δεκάδα. καίτοι ἡμεῖς οὐχ οὕτω τὰ δέκα, ἀλλὰ συνάγοντες καὶ τὰ διεστῶτα

2.403
δέκα λέγομεν. ἢ οὕτω μὲν δέκα λέγομεν, ὅταν δὲ ἐκ πολλῶν γίνηται ἕν, δεκάδα, ὡς κἀκεῖ οὕτως. ἀλλ̓ εἰ οὕτως, ἆῤ ἔτι ὑπόστασις ἀριθμοῦ ἔσται ἐπὶ τοῖς πράγμασιν αὐτοῦ θεωρουμένου; ἀλλὰ τί κωλύει, φαίη ἄν τις, καὶ τοῦ λευκοῦ ἐπὶ τοῖς πράγμασι θεωρουμένου ὑπόστασιν τοῦ λευκοῦ ἐν τοῖς πράγμασιν εἶναι; ἐπεὶ καὶ κινήσεως ἐπὶ τῷ ὄντι θεωρουμένης ὑπόστασις ἦν κινήσεως ἐν τῷ ὄντι οὔσης. ὁ δ̓ ἀριθμὸς οὐχ ὡς ἡ κίνησις: ἀλλ̓ ὅτι ἡ κίνησίς τι, οὕτως ἓν ἐπ̓ αὐτῆς ἐθεωρήθη: λέγεται. εἶτα καὶ ἡ τοιαύτη ὑπόστασις ἀφίστησι τὸν ἀριθμὸν τοῦ οὐσίαν εἶναι, συμβεβηκὸς δὲ μᾶλλον ποιεῖ. καίτοι οὐδὲ συμβεβηκὸς ὅλως: τὸ γὰρ συμβεβηκὸς δεῖ τι εἶναι πρὸ τοῦ συμβεβηκέναι, κἂν ἀχώριστον ᾖ, ὅμως εἶναί τι ἐφ̓ ἑαυτοῦ φύσιν τινά, ὡς τὸ λευκόν, καὶ κατηγορεῖσθαι κατ̓ ἄλλου ἤδη ὂν ὃ κατηγορηθήσεται: ὥστε, εἰ περὶ ἕκαστον τὸ ἓν καὶ οὐ ταὐτὸν τῷ ἀνθρώπῳ τὸ εἷς ἄνθρωπος, ἀλλ̓ ἕτερον τὸ ἓν τοῦ ἀνθρώπου καὶ κοινὸν τὸ ἓν καὶ ἐφ̓ ἑκάστου τῶν ἄλλων, πρότερον ἂν εἴη τὸ ἓν τοῦ ἀνθρώπου καὶ ἑκάστου τῶν ἄλλων, ἵνα καὶ ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ἄλλων τύχῃ ἕκαστον τοῦ ἓν εἶναι. καὶ πρὸ κινήσεως τοίνυν, εἴπερ καὶ ἡ κίνησις ἕν, καὶ πρὸ τοῦ ὄντος, ἵνα καὶ αὐτὸ τοῦ ἓν εἶναι τύχῃ: λέγω δὲ οὐ τὸ ἓν ἐκεῖνο, ὃ δὴ ἐπέκεινα τοῦ ὄντος φαμέν, ἀλλὰ τοῦτο τὸ ἕν, ὃ κατηγορεῖται τῶν εἰδῶν ἑκάστου. καὶ δεκὰς τοίνυν πρὸ τοῦ καθ̓ οὗ κατηγορεῖται δεκάς: καὶ τοῦτο ἔσται αὐτοδεκάς: οὐ γὰρ δὴ ᾧ πράγματι ἐπιθεωρεῖται δεκὰς αὐτοδεκὰς ἔσται. ἀλλ̓ ἆρα συνεγένετο καὶ συνυπέστη τοῖς οὖσιν; ἀλλ̓ εἰ
676
συνεγεννήθη ὡς μὲν συμβεβηκός, οἷον τῷ ἀνθρώπῳ
2.404
ὑγίεια, δεῖ καὶ καθ̓ αὑτὸ εἶναι, καὶ εἰ ὡς στοιχεῖον δὲ συνθέτου τὸ ἕν, δεῖ πρότερον εἶναι ἓν αὐτό τε τὸ ἕν, ἵνα σὺν ἄλλῳ: εἶτα συμμιχθὲν ἄλλῳ τῷ γενομένῳ δἰ αὐτὸ ἓν ἐκεῖνο ποιήσει ψευδῶς ἕν, δύο ποιοῦν αὐτό. ἐπὶ δὲ τῆς δεκάδος πῶς; τί γὰρ δεῖ ἐκείνῳ τῆς δεκάδος, ὃ ἔσται διὰ τὴν τοσαύτην δύναμιν δεκάς; ἀλλ̓ εἰ εἰδοποιήσει αὐτὸ ὥσπερ ὕλην καὶ ἔσται παρουσίᾳ δεκάδος δέκα καὶ δεκάς, δεῖ πρότερον ἐφ̓ ἑαυτῆς τὴν δεκάδα οὐκ ἄλλο τι οὖσαν ἢ δεκάδα μόνον εἶναι.

ἀλλ̓ εἰ ἄνευ τῶν πραγμάτων τὸ ἓν αὐτὸ καὶ ἡ δεκὰς αὐτή, εἶτα τὰ πράγματα τὰ νοητὰ μετὰ τὸ εἶναι ὅπερ ἐστὶ τὰ μὲν ἑνάδες ἔσονται, τὰ δὲ καὶ δυάδες καὶ τριάδες, τίς ἂν εἴη ἡ φύσις αὐτῶν καὶ πῶς συστᾶσα; λόγῳ δὲ δεῖ νομίζειν τὴν γένεσιν αὐτῶν ποιεῖσθαι. πρῶτον τοίνυν δεῖ λαβεῖν τὴν οὐσίαν καθόλου τῶν εἰδῶν, ὅτι ἐστὶν οὐχὶ νοήσαντος ἕκαστον τοῦ νενοηκότος, εἶτ̓ αὐτῇ τῇ νοήσει τὴν ὑπόστασιν αὐτῶν παρασχομένου. οὐ γάρ, ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ δικαιοσύνη, δικαιοσύνη ἐγένετο, οὐδ̓ ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ κίνησις, κίνησις ὑπέστη: οὕτω γὰρ ἔμελλε τοῦτο τὸ νόημα καὶ ὕστερον εἶναι τοῦ πράγματος αὐτοῦ τοῦ νοηθέντος, δικαιοσύνης αὐτῆς ἡ νόησις αὐτῆς, καὶ πάλιν αὖ ἡ νόησις προτέρα τοῦ ἐκ τῆς νοήσεως ὑποστάντος, εἰ τῷ νενοηκέναι ὑπέστη. εἰ δὲ τῇ νοήσει τῇ τοιαύτῃ ταὐτὸν ἡ δικαιοσύνη, πρῶτον μὲν ἄτοπον μηδὲν εἶναι δικαιοσύνην ἢ τὸν οἷον ὁρισμὸν αὐτῆς: τί γάρ ἐστι τὸ νενοηκέναι δικαιοσύνην ἢ κίνησιν, ἢ τὸ τί ἐστιν αὐτῶν λαβεῖν; τοῦτο δὲ ταὐτὸν τῷ μὴ ὑφεστῶτος πράγματος λόγον λαβεῖν: ὅπερ ἀδύνατον. εἰ δέ τις λέγοι, ὡς ἐπὶ

2.405
τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστιν ἡ ἐπιστήμη τῷ πράγματι, ἐκείνως χρὴ νοεῖν τὸ λεγόμενον, ὡς ὁ??ʼ τὴν ἐπιστήμην τὸ πρᾶγμα λέγει εἶναι οὐδὲ τὸν λόγον τὸν θεωροῦντα τὸ πρᾶγμα αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ ἀνάπαλιν τὸ πρᾶγμα αὐτὸ ἄνευ ὕλης ὂν νοητόν τε καὶ νόησιν εἶναι, οὐχ οἵαν λόγον εἶναι τοῦ πράγματος οὐδ̓ ἐπιβολὴν πρὸς αὐτό, ἀλλ̓ αὐτὸ τὸ πρᾶγμα ἐν τῷ νοητῷ ὂν τὶ ἄλλο ἢ νοῦν καὶ ἐπιστήμην εἶναι: οὐ γὰρ ἡ ἐπιστήμη πρὸς αὑτήν, ἀλλὰ τὸ πρᾶγμα ἐκεῖ τὴν ἐπιστήμην οὐ μένουσαν,
677
οἵα ἐστὶν ἡ τοῦ ἐν ὕλῃ πράγματος, ἑτέραν ἐποίησεν εἶναι: τοῦτο δ̓ ἐστὶν ἀληθινὴν ἐπιστήμην: τοῦτο δ̓ ἐστὶν οὐκ εἰκόνα τοῦ πράγματος, ἀλλὰ τὸ πρᾶγμα αὐτό. ἡ νόησις τοίνυν τῆς κινήσεως οὐ πεποίηκεν αὐτοκίνησιν, ἀλλ̓ ἡ αὐτοκίνησις πεποίηκε τὴν νόησιν, ὥστε αὐτὴ ἑαυτὴν κίνησιν καὶ νόησιν: ἡ γὰρ κίνησις ἡ ἐκεῖ κἀκείνου νόησις, καὶ αὐτὸ δὲ κίνησις, ὅτι πρώτη: οὐ γὰρ ἄλλη πρὸ αὐτῆς: καὶ ἡ ὄντως, ὅτι μὴ συμβέβηκεν ἄλλῳ, ἀλλὰ τοῦ κινουμένου ἐνέργεια ὄντος ἐνεργείᾳ: ὥστε αὖ καὶ οὐσία: ἐπίνοια δὲ τοῦ ὄντος ἑτέρα. καὶ δικαιοσύνη δὲ οὐ νόησις δικαιοσύνης, ἀλλὰ νοῦ οἷον διάθεσις, μᾶλλον δὲ ἐνέργεια τοιάδε, ἧς ὡς ἀληθῶς καλὸν τὸ πρόσωπον καὶ οὔτε ἕσπερος οὔθ̓ ἑῷος οὕτω καλὰ οὐδ̓ ὅλως τι τῶν αἰσθητῶν, ἀλλ̓ οἷον ἄγαλμά τι νοερόν, οἷον ἐξ αὑτοῦ ἑστηκὸς καὶ προφανὲν ἐν αὑτῷ, μᾶλλον δὲ ὂν ἐν αὑτῷ.

ὅλως γὰρ δεῖ νοῆσαι τὰ πράγματα ἐν μιᾷ φύσει καὶ μίαν φύσιν πάντα ἔχουσαν καὶ οἷον περιλαβοῦσαν, οὐχ ὡς ἐν τοῖς αἰσθητοῖς ἕκαστον χωρίς, ἀλλαχοῦ ἥλιος καὶ ἄλλο ἄλλοθι, ἀλλ̓ ὁμοῦ ἐν ἑνὶ πάντα: αὕτη γὰρ νοῦ φύσις: ἐπεὶ καὶ ψυχὴ

2.406
οὕτω μιμεῖται καὶ ἡ λεγομένη φύσις, καθ̓ ἡν καὶ ὑφ̓ ἧς ἕκαστα γεννᾶται, ἄλλο ἄλλοθι αὐτῆς ὁμοῦ ἑαυτῇ οὔσης. ὁμοῦ δὲ πάντων ὄντων ἕκαστον αὖ χωρίς ἐστιν: ἐνορᾷ δὲ αὐτὰ τὰ ἐν τῷ νῷ καὶ τῇ οὐσίᾳ ὁ ἔχων νοῦς οὐκ ἐπιβλέπων, ἀλλ̓ ἔχων, οὐδὲ χωρίζων ἕκαστον: κεχώρισται γὰρ ἤδη ἐν αὐτῷ ἀεί. πιστούμεθα δὲ πρὸς τοὺς τεθαυμακότας ἐκ τῶν μετειληφότων: τὸ δὲ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος ψυχῆς ἔρωτι πρὸς αὐτὸν καὶ τῶν ἄλλων τὸν εἰς ψυχὴν ἔρωτα διὰ τὴν τοιαύτην φύσιν καὶ τῷ ἔχειν κατά τι ὡμοίωται. καὶ γὰρ δὴ καὶ ἄτοπον εἶναί τι ζῷον καλὸν αὐτοζῴου μὴ θαυμαστοῦ τὸ κάλλος καὶ ἀφράστου ὄντος. τὸ δὴ παντελὲς ζῷον ἐκ πάντων ζῴων ὄν, μᾶλλον δὲ ἐν αὑτῷ τὰ πάντα ζῷα περιέχον καὶ ἓν ὂν τοσοῦτον, ὅσα τὰ πάντα, ὥσπερ καὶ τόδε τὸ πᾶν ἓν ὂν καὶ πᾶν τὸ ὁρατὸν περιέχον πάντα τὰ ἐν τῷ ὁρατῷ.
678

ἐπειδὴ τοίνυν καὶ ζῷον πρώτως ἐστὶ καὶ διὰ τοῦτο αὐτοζῷον καὶ νοῦς ἐστι καὶ οὐσία ἡ ὄντως καί φαμεν ἔχειν καὶ ζῷα τὰ πάντα καὶ ἀριθμὸν τὸν σύμπαντα καὶ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ὅσα ἄλλα τοιαῦτα — ἄλλως γὰρ αὐτοάνθρωπόν φαμεν καὶ ἀριθμὸν αὐτὸν καὶ δίκαιον αὐτό: σκεπτέον πῶς τούτων ἕκαστον καὶ τί ὂν εἰς ὅσον οἷόν τέ τι εὑρεῖν περὶ τούτων. πρῶτον τοίνυν ἀφετέον πᾶσαν αἴσθησιν καὶ νοῦν νῷ θεωρητέον καὶ ἐνθυμητέον, ὡς καὶ ἐν ἡμῖν ζωὴ καὶ νοῦς οὐκ ἐν ὄγκῳ, ἀλλ̓ ἐν δυνάμει ἀόγκῳ, καὶ τὴν ἀληθινὴν οὐσίαν ἐκδεδυκέναι ταῦτα καὶ δύναμιν εἶναι ἐφ̓ ἑαυτῆς βεβῶσαν, οὐκ ἀμενηνόν τι χρῆμα, ἀλλὰ πάντων ζωτικωτάτην καὶ νοερωτάτην, ἧς οὔτε τι ζωτικώτερον οὔτε νοερώτερον οὔτε οὐσιωδέστερον, οὗ τὸ

2.407
ἐφαψάμενον ἔχει ταῦτα κατὰ λόγον τῆς ἐπαφῆς, τὸ μὲν ἐγγὺς ἐγγυτέρω, τὸ δὲ πόρρω πορρωτέρω. εἴπερ οὖν ἐφετὸν τὸ εἶναι, τὸ μάλιστα ὂν μᾶλλον ὅ τε μάλιστα νοῦς, εἴπερ τὸ νοεῖν ὅλως: καὶ τὸ τῆς ζωῆς ὡσαύτως. εἰ δὴ τὸ ὂν πρῶτον δεῖ λαβεῖν πρῶτον ὄν, εἶτα νοῦν, εἶτα τὸ ζῷον — τοῦτο γὰρ ἤδη πάντα δοκεῖ περιέχειν — ὁ δὲ νοῦς δεύτερον — ἐνέργεια γὰρ τῆς οὐσίας, οὔτ̓ ἂν κατὰ τὸ ζῷον ὁ ἀριθμὸς εἴη — ἤδη γὰρ καὶ πρὸ αὐτοῦ καὶ ἓν καὶ δύο ἦν — οὔτε κατὰ τὸν νοῦν: πρὸ γὰρ αὐτοῦ ἡ οὐσία ἓν οὖσα καὶ πολλὰ ἦν.

λείπεται τοίνυν θεωρεῖν, πότερα ἡ οὐσία τὸν ἀριθμὸν ἐγέννησε τῷ αὐτῆς μερισμῷ, ἢ ὁ ἀριθμὸς ἐμέρισε τὴν οὐσίαν: καὶ δὴ καὶ ἡ οὐσία καὶ κίνησις καὶ στάσις καὶ ταὐτὸν καὶ ἕτερον αὐτὰ τὸν ἀριθμὸν ἢ ὁ ἀριθμὸς ταῦτα. ἀρχὴ δὲ τῆς σκέψεως: ἆῤ οἷόν τε ἀριθμὸν εἶναι ἐφ̓ ἑαυτοῦ ἢ δεῖ καὶ τὰ δύο ἐπὶ δυσὶ πράγμασι θεωρεῖσθαι, καὶ τὰ τρία ὡσαύτως; καὶ δὴ καὶ τὸ ἓν τὸ ἐν τοῖς ἀριθμοῖς; εἰ γὰρ ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἀριθμητῶν δύναιτο εἶναι, πρὸ τῶν ὄντων δύναιτο ἂν εἶναι. ἆῤ οὖν καὶ πρὸ τοῦ ὄντος; ἢ τοῦτο ἐατέον καὶ πρὸ ἀριθμοῦ ἐν τῷ παρόντι καὶ δοτέον ἀριθμὸν ἐξ ὄντος γίνεσθαι. ἀλλ̓ εἰ τὸ ἓν ἓν ὄν ἐστι καὶ

679
τὰ δύο δύο ὄντα ἐστί, προηγήσεται τοῦ τε ὄντος τὸ ἓν καὶ ὁ ἀριθμὸς τῶν ὄντων. ἆῤ οὖν τῇ ἐπινοίᾳ καὶ τῇ ἐπιβολῇ; ἢ καὶ τῇ ὑποστάσει. σκεπτέον δὲ ὧδε: ὅταν τις ἄνθρωπον ὄντα νοῇ καὶ καλὸν ἕν, ὕστερον δήπου τὸ ἓν νοεῖ ἐφ̓ ἑκατέρῳ: καὶ δὴ καὶ ὅταν ἵππον καὶ κύνα: καὶ δὴ σαφῶς τὰ δύο ἐνταῦθα ὕστερον. ἀλλ̓ εἰ γεννῴη ἄνθρωπον καὶ γεννῴη ἵππον καὶ κύνα ἢ ἐν αὑτῷ ὄντας
2.408
προφέροι καὶ μὴ κατὰ τὸ ἐπελθὸν μήτε γεννῴη μήτε προφέροι, ἆῤ οὐκ ἐρεῖ ʽεἰς ἓν ἰτέον καὶ μετιτέον εἰς ἄλλο ἓν καὶ δύο ποιητέον καὶ μετ̓ ἐμοῦ καὶ ἄλλο ποιητέον̓; καὶ μὴν οὐδὲ τὰ ὄντα, ὅτε ἐγένετο, ἠριθμήθη, ἀλλ̓ ὅσα δεῖ γενέσθαι δῆλον ἦν, ὅτε ἔδει. πᾶς ἄρα ὁ ἀριθμὸς ἦν πρὸ αὐτῶν τῶν ὄντων. ἀλλ̓ εἰ πρὸ τῶν ὄντων, οὐκ ἦν ὄντα. ἢ ἦν ἐν τῷ ὄντι, οὐκ ἀριθμὸς ὢν τοῦ ὄντος — ἓν γὰρ ἦν ἔτι τὸ ὄν — ἀλλ̓ ἡ τοῦ ἀριθμοῦ δύναμις ὑποστᾶσα ἐμέρισε τὸ ὂν καὶ οἷον ὠδίνειν ἐποίησεν αὐτὸ τὸ πλῆθος: ἢ γὰρ ἡ οὐσία αὐτοῦ ἢ ἡ ἐνέργεια ἀριθμὸς ἔσται καὶ τὸ ζῷον αὐτὸ καὶ ὁ νοῦς ἀριθμός. ἆῤ οὖν τὸ μὲν ὂν ἀριθμὸς ἡνωμένος, τὰ δὲ ὄντα ἐξεληλιγμένος ἀριθμός, νοῦς δὲ ἀριθμὸς ἐν ἑαυτῷ κινούμενος, τὸ δὲ ζῷον ἀριθμὸς περιέχων; ἐπεὶ καὶ ἀπὸ τοῦ ἑνὸς γενόμενον τὸ ὄν, ὡς ἦν ἓν ἐκεῖνο, δεῖ αὐτὸ οὕτως ἀριθμὸν εἶναι: διὸ καὶ τὰ εἴδη ἔλεγον καὶ ἑνάδας καὶ ἀριθμούς. καὶ οὗτός ἐστιν ὁ οὐσιώδης ἀριθμός: ἄλλος δὲ ὁ μοναδικὸς λεγόμενος εἴδωλον τούτου. ὁ δὲ οὐσιώδης ὁ μὲν ἐπιθεωρούμενος τοῖς εἴδεσι καὶ συγγεννῶν αὐτά, πρώτως δὲ ὁ ἐν τῷ ὄντι καὶ μετὰ τοῦ ὄντος καὶ πρὸ τῶν ὄντων. βάσιν δὲ ἔχει τὰ ὄντα ἐν αὐτῷ καὶ πηγὴν καὶ ῥίζαν καὶ ἀρχήν. καὶ γὰρ τῷ ὄντι τὸ ἓν ἀρχὴ καὶ ἐπὶ τούτου ἐστὶν ὄν: σκεδασθείη γὰρ ἄν: ἀλλ̓ οὐκ ἐπὶ τῷ ὄντι τὸ ἕν: ἤδη γὰρ ἂν εἴη ἓν πρὶν τυχεῖν τοῦ ἑνός, καὶ ἤδη τὸ τυγχάνον τῆς δεκάδος δεκὰς πρὶν τυχεῖν τῆς δεκάδος.
680

ἑστὼς οὖν τὸ ὂν ἐν πλήθει ἀριθμός, ὅτε πολὺ μὲν ἠγείρετο, παρασκευὴ δὲ οἷον ἦν πρὸς τὰ ὄντα καὶ προτύπωσις καὶ οἷον ἑνάδες τόπον ἔχουσαι τοῖς ἐπ̓ αὐτὰς ἱδρυθησομένοις. καὶ γὰρ

2.409
καὶ νῦν ʽτοσοῦτον βούλομαἴ φησι ʽπλῆθος χρυσοῦ ἢ οἰκιῶν̓. καὶ ἓν μὲν ὁ χρυσός, βούλεται δὲ οὐ τὸν ἀριθμὸν χρυσὸν ποιῆσαι, ἀλλὰ τὸν χρυσὸν ἀριθμόν, καὶ τὸν ἀριθμὸν ἤδη ἔχων ἐπιθεῖναι ζητεῖ τοῦτον τῷ χρυσῷ, ὥστε συμβῆναι τῷ χρυσῷ τοσούτῳ γενέσθαι. εἰ δὲ τὰ ὄντα μὲν ἐγίνετο πρὸ ἀριθμοῦ, ὁ δ̓ ἀριθμὸς ἐπ̓ αὐτοῖς ἐπεθεωρεῖτο τοσαῦτα κινηθείσης τῆς ἀριθμούσης φύσεως, ὅσα τὰ ἀριθμητά, κατὰ συντυχίαν ἦν ἂν τοσαῦτα καὶ οὐ κατὰ πρόθεσιν τοσαῦτα, ὅσα ἐστίν. εἰ οὖν μὴ εἰκῆ τοσαῦτα, ὁ ἀριθμὸς αἴτιος προὼν τοῦ τοσαῦτα: τοῦτο δέ ἐστιν, ἤδη ὄντος ἀριθμοῦ μετέσχε τὰ γενόμενα τοῦ τοσαῦτα, καὶ ἕκαστον μὲν τοῦ ἓν μετέσχεν, ἵνα ἓν ᾖ. ἔστι δὲ ὂν παρὰ τοῦ ὄντος, ἐπεὶ καὶ τὸ ὂν παῤ αὑτοῦ ὄν: ἓν δὲ παῤ αὐτοῦ ἕν: ἕκαστόν τε ἕν, εἰ ὁμοῦ πολλὰ ἦν τὸ ἓν τὸ ἐπ̓ αὐτοῖς, ὡς τριὰς ἓν καὶ τὰ πάντα ὄντα οὕτως ἕν, οὐχ ὡς τὸ ἓν τὸ κατὰ τὴν μονάδα, ἀλλ̓ ὡς ἓν ἡ μυριὰς ἢ ἄλλος τις ἀριθμός. ἐπεὶ καὶ ὁ λέγων ἤδη πράγματα μύρια γενόμενα, εἰ εἶπε μύρια ὁ ἀριθμῶν, οὐ παῤ αὑτῶν φησι τὰ μύρια προσφωνεῖσθαι δεικνύντων ὥσπερ τὰ χρώματα αὐτῶν, ἀλλὰ τῆς διανοίας λεγούσης τοσαῦτα: εἰ γὰρ μὴ λέγοι, οὐκ ἂν εἰδείη, ὅσον τὸ πλῆθος. πῶς οὖν ἐρεῖ; ἢ ἐπιστάμενος ἀριθμεῖν: τοῦτο δέ, εἰ ἀριθμόν εἰδείη. εἰδείη δ̓ ἄν, εἰ εἴη ἀριθμός. ἀγνοεῖν δὲ τὴν φύσιν ἐκείνην, ὅσα ἐστὶ τὸ πλῆθος, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον. ὥσπερ τοίνυν εἰ λέγοι τις ἀγαθά, ἢ τὰ παῤ αὑτῶν τοιαῦτα λέγει, ἢ κατηγορεῖ τὸ ἀγαθὸν ὡς συμβεβηκὸς αὐτῶν: καὶ εἰ τὰ πρῶτα λέγοι, ὑπόστασιν λέγει τὴν πρώτην, εἰ δὲ οἷς συμβέβηκε τὸ ἀγαθόν, δεῖ εἶναι φύσιν ἀγαθοῦ, ἵνα καὶ ἄλλοις
2.410
συμβεβήκῃ, ἢ τὸ αἴτιον τὸ πεποιηκὸς καὶ ἐν ἄλλῳ εἶναι, ἢ αὐτοαγαθὸν ἢ γεγεννηκὸς τὸ ἀγαθὸν ἐν φύσει οἰκείᾳ: οὕτω καὶ ἐπὶ τῶν ὄντων ὁ λέγων ἀριθμόν, οἷον δεκάδα, ἢ αὐτὴν ὑφεστῶσαν δεκάδα ἂν λέγοι, ἢ οἷς συμβέβηκε δεκὰς λέγων αὐτὴν δεκάδα ἀναγκάζοιτο ἂν τίθεσθαι ἐφ̓ ἑαυτῆς οὐκ ἄλλο τι ἢ δεκάδα οὖσαν. ἀνάγκη τοίνυν, εἰ τὰ ὄντα δεκάδα λέγοι, ἢ αὐτὰ δεκάδα εἶναι ἢ πρὸ αὐτῶν ἄλλην δεκάδα εἶναι οὐκ ἄλλο τι ἢ αὐτὸ τοῦτο δεκάδα οὖσαν. καθόλου τοίνυν δεικτέον, ὅτι πᾶν ὅ τι περ ἂν κατ̓ ἄλλου κατηγορῆται ἢ παῤ ἄλλου ἐλήλυθεν εἰς ἐκεῖνο, ἢ ἐνέργειά ἐστιν ἐκείνου. καὶ εἰ τοιοῦτον, οἷον μὴ ποτὲ μὲν παρεῖναι, ποτὲ δὲ μὴ παρεῖναι, ἀλλ̓ ἀεὶ μετ̓ ἐκείνου
681
εἶναι, εἰ οὐσία ἐκεῖνο, οὐσία καὶ αὐτὸ καὶ οὐ μᾶλλον ἐκεῖνο ἢ αὐτὸ οὐσία: εἰ δὲ μὴ οὐσίαν διδοίη, ἀλλ̓ οὖν τῶν ὄντων καὶ ὄν. καὶ εἰ μὲν δύναιτο τὸ πρᾶγμα ἐκεῖνο νοεῖσθαι ἄνευ τῆς ἐνεργείας αὐτοῦ, ἅμα μὲν εἶναι οὐδὲν ἧττον ἐκείνῳ, ὕστερον δὲ τῇ ἐπινοίᾳ τάττεσθαι παῤ ἡμῶν: εἰ δὲ μὴ παρεπινοεῖσθαι οἷόν τε ἄνευ ἐκείνου, οἷον ἄνθρωπον ἄνευ τοῦ ἕν, ἢ οὐχ ὕστερον αὐτοῦ, ἀλλὰ συνυπάρχον, ἢ πρότερον αὐτοῦ, ἵνα αὐτὸ δἰ ἐκεῖνο ὑπάρχῃ: ἡμεῖς δέ φαμεν πρότερον τὸ ἓν καὶ τὸν ἀριθμόν.

ἀλλ̓ εἰ τὴν δεκάδα μηδὲν εἶναί τις λέγοι ἢ ἑνάδας τοσαύτας, εἰ μὲν τὴν ἑνάδα συγχωροῖ εἶναι, διὰ τί μίαν μὲν συγχωρήσει ἑνάδα εἶναι, τὰς δὲ δέκα οὐκέτι; ὡς γὰρ ἡ μία τὴν ὑπόστασιν ἔχει, διὰ τί οὐ καὶ αἱ ἄλλαι; οὐ γὰρ δὴ συνεζεῦχθαι δεῖ ἑνί τινι τῶν ὄντων τὴν μίαν ἑνάδα: οὕτω γὰρ ἂν οὐκέτι ἕκαστον τῶν ἄλλων ἓν εἴη. ἀλλ̓ εἰ δεῖ καὶ ἕκαστον τῶν ἄλλων ἓν εἶναι, κοινὸν τὸ

2.411
ἕν. τοῦτο δὲ φύσις μία κατὰ πολλῶν κατηγορουμένη, ἣν ἐλέγομεν καὶ πρὸ τοῦ ἐν πολλοῖς θεωρεῖσθαι δεῖν καθ̓ αὑτὴν ὑπάρχειν. οὔσης δὲ ἑνάδος ἐν τούτῳ καὶ πάλιν ἐν ἄλλῳ θεωρουμένης, εἰ μὲν κἀκείνη ὑπάρχει, οὐ μία μόνον ἑνὰς τὴν ὑπόστασιν ἕξει καὶ οὕτω πλῆθος ἔσται ἑνάδων: εἰ δ̓ ἐκείνην μόνην τὴν πρώτην, ἤτοι τῷ μάλιστα ὄντι συνοῦσαν ἢ τῷ μάλιστα ἑνὶ πάντη. ἀλλ̓ εἰ μὲν τῷ μάλιστα ὄντι, ὁμωνύμως ἂν αἱ ἄλλαι ἑνάδες καὶ οὐ συνταχθήσονται τῇ πρώτῃ, ἢ ὁ ἀριθμὸς ἐξ ἀνομοίων μονάδων καὶ διαφοραὶ τῶν μονάδων καθ̓ ὅσον μονάδες: εἰ δὲ τῷ μάλιστα ἑνί, τί ἂν δέοιτο τὸ μάλιστα ἕν, ἵνα ἓν ᾖ, τῆς μονάδος ταύτης; εἰ δὴ ταῦτα ἀδύνατα, ἀνάγκη ἓν εἶναι οὐκ ἄλλο τι ὂν ἢ ἓν ψιλόν, ἀπηρημωμένον τῇ οὐσίᾳ αὑτοῦ πρὸ τοῦ ἕκαστον ἓν λεχθῆναι καὶ νοηθῆναι. εἰ οὖν τὸ ἓν ἄνευ τοῦ πράγματος τοῦ λεγομένου ἓν κἀκεῖ ἔσται, διὰ τί οὐ καὶ ἄλλο ἓν ὑποστήσεται; καὶ χωρὶς μὲν
682
ἕκαστον πολλαὶ μονάδες, ἃ καὶ πολλὰ ἕν: εἰ δ̓ ἐφεξῆς οἷον γεννῴη ἡ φύσις, μᾶλλον δὲ γεννήσασα εἴη οὐ στᾶσα καθ̓ ἓν ὧν ἐγέννα, οἷον συνεχῆ ἕνα ποιοῦσα, περιγράψασα μὲν ἂν καὶ στᾶσα θᾶττον ἐν τῇ προόδῳ τοὺς ἐλάττους ἀριθμοὺς ἀπογεννήσαι, εἰς πλέον δὲ κινηθεῖσα, οὐκ ἐπ̓ ἄλλοις, ἀλλ̓ ἐν αὐταῖς ταῖς κινήσεσι, τοὺς μείζους ἀριθμοὺς ὑποστήσαι, καὶ οὕτω δὴ ἑκάστοις ἀριθμοῖς ἐφαρμόσαι τὰ πλήθη ἕκαστα καὶ ἕκαστον τῶν ὄντων εἰδυῖα, ὡς, εἰ μὴ ἐφαρμοσθείη ἕκαστον ἀριθμῷ ἑκάστῳ, ἢ οὐδ̓ ἂν εἴη ἢ ἄλλο τι ἂν παρεκβὰν εἴη ἀνάριθμον καὶ ἄλογον γεγενημένον.

ἀλλ̓ εἰ καὶ τὸ ἓν καὶ τὴν μονάδα μὴ ὑπόστασιν λέγοι ἔχειν: οὐδὲν γὰρ ἕν, ὃ μὴ τὶ ἕν:

2.412
πάθημα δέ τι τῆς ψυχῆς πρὸς ἕκαστον τῶν ὄντων, πρῶτον μὲν τί κωλύει, καὶ ὅταν λέγῃ ὄν, πάθημα λέγειν εἶναι τῆς ψυχῆς καὶ μηδὲν εἶναι ὄν; εἰ δ̓ ὅτι νύττει τοῦτο καὶ πλήττει καὶ φαντασίαν περὶ ὄντος ποιεῖ, νυττομένην καὶ φαντασίαν λαμβάνουσαν τὴν ψυχὴν καὶ περὶ τὸ ἓν ὁρῶμεν. ἔπειτα πότερα καὶ τὸ πάθημα καὶ τὸ νόημα τῆς ψυχῆς ἓν ἢ πλῆθος; ἀλλ̓ ὅταν λέγωμεν μὴ ἕν, ἐκ μὲν τοῦ πράγματος αὐτοῦ οὐκ ἔχομεν τὸ ἕν. φαμὲν γὰρ οὐκ εἶναι ἐν αὐτῷ τὸ ἕν: ἔχομεν ἄρα ἕν, καὶ ἔστιν ἐν ψυχῇ ἄνευ τοῦ τὶ ἕν. ἀλλ̓ ἔχομεν τὸ ἓν ἐκ τῶν ἔξωθεν λαβόντες τινὰ νόησιν καί τινα τύπον, οἷον ἐννόημα ἐκ τοῦ πράγματος. οἱ μὲν γὰρ τῶν λεγομένων παῤ αὐτοῖς ἐννοημάτων ἓν εἶδος τὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς τιθέντες ὑποστάσεις ἂν τοιαύτας τιθεῖεν, εἴπερ τι τῶν τοιούτων ἐν ὑποστάσει, πρὸς οὓς περὶ αὐτῶν καιρίως ἂν λέγοιτο: ἀλλ̓ οὔκ, εἰ τοιοῦτον οἷον ὕστερον ἀπὸ τῶν πραγμάτων λέγοιεν γεγονέναι ἐν ἡμῖν πάθημα ἢ νόημα, οἷον καὶ τὸ τοῦτο καὶ τὸ τὶ καὶ δὴ καὶ ὄχλον καὶ ἑορτὴν καὶ στρατὸν καὶ πλῆθος. καὶ γάρ, ὥσπερ τὸ πλῆθος παρὰ τὰ πράγματα τὰ πολλὰ λεγόμενα οὐδέν ἐστιν, οὐδ̓ ἡ ἑορτὴ παρὰ τοὺς συναχθέντας καὶ εὐθυμουμένους ἐπὶ ἱεροῖς, οὕτως οὐδὲ τὸ ἓν μόνον τὶ καὶ ἀπηρημωμένον τῶν ἄλλων νοοῦμεν, ὅταν λέγωμεν ἕν. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἶναι, οἷον καὶ δεξιὸν καὶ τὸ ἄνω καὶ τὰ ἀντικείμενα τούτοις. τί γὰρ ἂν εἴη πρὸς ὑπόστασιν ἐπὶ δεξιοῦ ἢ ὅτι ὁ μὲν ὡδί, ὁ δ̓ ὡδὶ ἕστηκεν ἢ κάθηται; καὶ δὴ καὶ ἐπὶ τοῦ ἄνω ὡσαύτως, τὸ μὲν τοιαύτην
683
θέσιν καὶ ἐν τούτῳ τοῦ παντὸς μᾶλλον, ὃ λέγομεν ἄνω, τὸ δὲ τὸ λεγόμενον κάτω. πρὸς δὴ τὰ τοιαῦτα
2.413
πρῶτον μὲν ἐκεῖνο λεκτέον, ὡς ὑπόστασίς τις τῶν εἰρημένων ἐν ἑκάστῳ τούτων, οὐ μέντοι ἡ αὐτὴ ἐπὶ πάντων, οὔτε αὐτῶν πρὸς ἄλληλα οὔτε πρὸς τὸ ἓν ἁπάντων. χωρὶς μέντοι πρὸς ἕκαστον τῶν λεχθέντων ἐπιστατέον.

τὸ δὴ ἀπὸ τοῦ ὑποκειμένου γενέσθαι τὴν νόησιν τοῦ ἑνὸς τοῦ ὑποκειμένου καὶ τοῦ ἐν αἰσθήσει ἀνθρώπου ὄντος ἢ ἄλλου ὁτουοῦν ζῴου ἢ καὶ λίθου πῶς ἂν εἴη εὔλογον, ἄλλου μὲν ὄντος τοῦ φανέντος, ἄλλου δὲ καὶ οὐ ταὐτοῦ ὄντος τοῦ ἕν; οὐ γὰρ ἂν καὶ ἐπὶ τοῦ μὴ ἀνθρώπου τὸ ἓν ἡ διάνοια κατηγόρει. ἔπειτα, ὥσπερ ἐπὶ τοῦ δεξιοῦ καὶ τῶν τοιούτων οὐ μάτην κινουμένη, ἀλλ̓ ὁρῶσα θέσιν διάφορον ἔλεγε τὸ ὡδί, οὑτωσί τι ἐνταῦθα ὁρῶσα λέγει ἕν: οὐ γὰρ δὴ κενὸν πάθημα καὶ ἐπὶ μηδενὶ τὸ ἓν λέγει. οὐ γὰρ διότι μόνον καὶ οὐκ ἄλλο: καὶ γὰρ ἐν τῷ ʽκαὶ οὐκ ἄλλὀ ἄλλο ἓν λέγει: ἔπειτα τὸ ἄλλο καὶ τὸ ἕτερον ὕστερον. μὴ γὰρ ἐρείσασα πρὸς ἓν οὔτε ἄλλο ἐρεῖ ἡ διάνοια οὔτε ἕτερον, τό τε μόνον ὅταν λέγῃ, ἓν μόνον λέγει: ὥστε τὸ ἓν λέγει πρὸ τοῦ μόνον. ἔπειτα τὸ λέγον, πρὶν εἰπεῖν περὶ ἄλλου ἕν, ἐστὶν ἓν καὶ περὶ οὗ λέγει, πρὶν εἰπεῖν ἢ νοῆσαί τινα περὶ αὐτοῦ, ἐστὶν ἕν. ἢ γὰρ ἓν ἢ πλείω ἑνὸς καὶ πολλά: καὶ εἰ πολλά, ἀνάγκη προυπάρχειν ἕν. ἐπεὶ καὶ ὅταν πλῆθος λέγῃ, πλείω ἑνὸς λέγει, καὶ ὅταν στρατόν, πολλοὺς ὡπλισμένους καὶ εἰς ἓν συντεταγμένους νοεῖ: κἂν πλῆθος ὂν οὐκ ἐᾷ πλῆθος εἶναι ἡ διάνοια, δῆλόν που καὶ ἐνταῦθα ποιεῖ ἢ διδοῦσα τὸ ἕν, ὃ μὴ ἔχει τὸ πλῆθος, ἢ ὀξέως τὸ ἓν τὸ ἐκ τῆς τάξεως ἰδοῦσα τὴν τοῦ πολλοῦ φύσιν συνήγαγεν εἰς ἕν: οὐδὲ γὰρ οὐδ̓ ἐνταῦθα τὸ ἓν

2.414
684
ψεύδεται, ὥσπερ καὶ ἐπὶ οἰκίας τὸ ἐκ πολλῶν λίθων ἕν, μᾶλλον μέντοι τὸ ἓν ἐπὶ οἰκίας. εἰ οὖν μᾶλλον ἐπὶ τοῦ συνεχοῦς καὶ μᾶλλον ἐπὶ τοῦ μὴ μεριστοῦ, δῆλον ὅτι ὄντος τινὸς φύσεως τοῦ ἑνὸς καὶ ὑφεστώσης. οὐ γὰρ οἷόν τε ἐν τοῖς μὴ οὖσι τὸ μᾶλλον εἶναι, ἀλλ̓ ὥσπερ τὴν οὐσίαν κατηγοροῦντες καθ̓ ἑκάστου τῶν αἰσθητῶν, κατηγοροῦντες δὲ καὶ κατὰ τῶν νοητῶν, κυριώτερον κατὰ τῶν νοητῶν τὴν κατηγορίαν ποιούμεθα ἐν τοῖς οὖσι τὸ μᾶλλον καὶ κυριώτερον τιθέντες, καὶ τὸ ὂν μᾶλλον ἐν οὐσίᾳ καὶ αἰσθητῇ ἢ ἐν τοῖς ἄλλοις γένεσιν, οὕτω καὶ τὸ ἓν μᾶλλον καὶ κυριώτερον ἔν τε τοῖς αἰσθητοῖς αὐτοῖς διάφορον κατὰ τὸ μᾶλλον καὶ ἐν τοῖς νοητοῖς ὁρῶντας εἶναι κατὰ πάντας τοὺς τρόπους, εἰς ἀναφορὰν μέντοι ἑνὸς εἶναι φατέον. ὥσπερ δὲ ἡ οὐσία καὶ τὸ εἶναι νοητὸν καὶ οὐκ αἰσθητόν ἐστι, κἂν μετέχῃ τὸ αἰσθητὸν αὐτῶν, οὕτω καὶ τὸ ἓν περὶ αἰσθητὸν μὲν ἂν κατὰ μετοχὴν θεωροῖτο, νοητὸν μέντοι καὶ νοητῶς ἡ διάνοια αὐτὸ λαμβάνει: ὥστε ἀπ̓ ἄλλου ἄλλο νοεῖ, ὃ οὐχ ὁρᾷ: προῄδει ἄρα. εἰ δὲ προῄδει, ὂν τόδε τι ταὐτὸν τῷ ὄν, καὶ ὅταν τι ἕν, ἓν αὖ λέγει: ὥσπερ ὅταν τινὲς δύο καὶ ὅταν τινὰς πολλούς. εἰ τοίνυν μήτε τι νοῆσαι μήτε εἰπεῖν ἔστιν ἄνευ τοῦ ἓν ἢ τοῦ δύο ἤ τινος ἀριθμοῦ, πῶς οἷόν τε ἄνευ οὗ οὐχ οἷόν τέ τι νοῆσαι ἢ εἰπεῖν μὴ εἶναι; οὗ γὰρ μὴ ὄντος μηδ̓ ὁτιοῦν δύναται νοῆσαι ἢ εἰπεῖν λέγειν μὴ εἶναι ἀδύνατον: ἀλλ̓ οὗ χρεία πανταχοῦ πρὸς παντὸς νοήματος ἢ λόγου γένεσιν προυπάρχειν δεῖ καὶ λόγου καὶ νοήσεως: οὕτω γὰρ ἂν πρὸς τὴν τούτων γένεσιν παραλαμβάνοιτο. εἰ δὲ καὶ εἰς οὐσίας ἑκάστης ὑπόστασιν — οὐδὲν γὰρ
2.415
ὄν, ὃ μὴ ἕν — καὶ πρὸ οὐσίας ἂν εἴη καὶ γεννῶν τὴν οὐσίαν. διὸ καὶ ἓν ὄν, ἀλλ̓ οὐκ ὄν, εἶτα ἕν: ἐν μὲν γὰρ τῷ ὂν καὶ ἓν πολλὰ ἂν εἴη, ἐν δὲ τῷ ἓν οὐκ ἔνι τὸ ὄν, εἰ μὴ καὶ ποιήσειεν αὐτὸ προσνεῦσαν αὐτοῦ τῇ γενέσει. καὶ τὸ τοῦτο δὲ οὐ κενόν: ὑπόστασιν γὰρ δεικνυμένην λέγει ἀντὶ τοῦ ὀνόματος αὐτοῦ καὶ παρουσίαν τινά, οὐσίαν ἢ ἄλλο τι τῶν ὄντων: ὥστε τὸ τοῦτο σημαίνοι ἂν οὐ κενόν τι οὐδ̓ ἐστὶ πάθημα της διανοίας ἐπὶ μηδενὶ ὄντι, ἀλλ̓ ἔστι πρᾶγμα ὑποκείμενον, ὥσπερ εἰ καὶ τὸ ἴδιον αὐτοῦ τινος ὄνομα λέγοι.

πρὸς δὲ τὰ κατὰ τὸ πρός τι λεχθέντα ἄν

685
τις εὐλόγως λέγοι, ὡς οὐκ ἔστι τὸ ἓν τοιοῦτον οἷον ἄλλου παθόντος αὐτὸ μηδὲν παθὸν ἀπολωλεκεναι τὴν αὑτοῦ φύσιν, ἀλλὰ δεῖ, εἰ μέλλοι ἐκ τοῦ ἓν ἐκβῆναι, πεπονθέναι τὴν τοῦ ἑνὸς στέρησιν εἰς δύο ἢ πλείω διαιρεθέν. εἰ οὖν ὁ αὐτὸς ὄγκος διαιρεθεὶς δύο γίνεται οὐκ ἀπολόμενος ὡς ὄγκος, δῆλον, ὅτι παρὰ τὸ ὑποκείμενον ἦν ἐν αὐτῷ προσὸν τὸ ἕν, ὃ ἀπέβαλε τῆς διαιρέσεως αὐτὸ φθειράσης. ὃ δὴ ὁτὲ μὲν τῷ αὐτῷ πάρεστιν, ὁτὲ δὲ ἀπογίνεται, πῶς οὐκ ἐν τοῖς οὖσι τάξομεν, ὅπου ἂν ᾖ; καὶ συμβεβηκέναι μὲν τούτοις, καθ̓ αὑτὸ δὲ εἶναι, ἔν τε τοῖς αἰσθητοῖς ὅταν φαίνηται ἔν τε τοῖς νοητοῖς, τοῖς μὲν ὑστέροις συμβεβηκός, ἐφ̓ ἑαυτοῦ δὲ ἐν τοῖς νοητοῖς, τῷ πρώτῳ, ὅταν ἕν, εἶτα ὄν. εἰ δέ τις λέγοι, ὡς καὶ τὸ ἓν μηδὲν παθὸν προσελθόντος ἄλλου αὐτῷ οὐκέτι ἕν, ἀλλὰ δύο ἔσται, οὐκ ὀρθῶς ἐρεῖ. οὐ γὰρ τὸ ἓν ἐγένετο δύο, οὔτε ᾧ προσετέθη οὔτε τὸ προστεθέν, ἀλλ̓ ἑκάτερον μένει ἕν, ὥσπερ ἦν: τὰ δὲ δύο κατηγορεῖται κατ̓ ἀμφοῖν, χωρὶς δὲ τὸ ἓν καθ̓ ἑκατέρου μένοντος. οὔκουν
2.416
τὰ δύο φύσει ἐν σχέσει καὶ ἡ δυάς: ἀλλ̓ εἰ μὲν κατὰ τὴν σύνοδον καὶ τὸ συνόδῳ εἶναι ταὐτὸν τῷ δύο ποιεῖν, τάχ̓ ἂν ἦ ἡ τοιαύτη σχέσις τὰ δύο καὶ ἡ δυάς: νῦν δὲ καὶ ἐν τῷ ἐναντίῳ πάθει θεωρεῖται πάλιν αὖ δυάς: σχισθέντος γὰρ ἑνός τινος γίνεται δύο. οὐ τοίνυν οὔτε σύνοδος οὔτε σχίσις τὰ δύο, ἵν̓ ἂν ἦν σχέσις. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ παντὸς ἀριθμοῦ. ὅταν γὰρ σχέσις ᾖ ἡ γεννῶσά τι, ἀδύνατον τὴν ἐναντίαν τὸ αὐτὸ γεννᾶν, ὡς τοῦτο εἶναι τὸ πρᾶγμα τὴν σχέσιν. τί οὖν τὸ κύριον αἴτιον; ἓν μὲν εἶναι τοῦ ἓν παρουσίᾳ, δύο δέ, δυάδος, ὥσπερ καὶ λευκὸν λευκοῦ καὶ καλὸν καλοῦ καὶ δικαίου δίκαιον: ἢ οὐδὲ ταῦτα θετέον εἶναι, ἀλλὰ σχέσεις καὶ ἐν τούτοις αἰτιατέον, ὡς δίκαιον μὲν διὰ τὴν πρὸς τάδε τοιάνδε σχέσιν, καλὸν δέ, ὅτι οὕτω διατιθέμεθα οὐδενὸς ὄντος ἐν αὐτῷ τῷ ὑποκειμένῳ οἵου διαθεῖναι ἡμᾶς οὐδ̓ ἥκοντος ἐπακτοῦ τῷ καλῷ φαινομένῳ. ὅταν τοίνυν
686
ἴδῃς τι ἓν ὃ λέγεις, πάντως δήπου ἐστὶ καὶ μέγα καὶ καλὸν καὶ μυρία ἂν εἴη εἰπεῖν περὶ αὐτοῦ. ὡς οὖν τὸ μέγα καὶ μέγεθός ἐστιν ἐν αὐτῷ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἄλλαι ποιότητες, διὰ τί οὐχὶ καὶ τὸ ἕν; οὐ γὰρ δὴ ποιότης μὲν ἔσται πᾶσα ἡτισοῦν, ποσότης δ̓ ἐν τοῖς οὖσιν οὐκ ἔσται, οὐδὲ ποσότης μὲν τὸ συνεχές, τὸ δὲ διωρισμένον οὐκ ἔσται, καίτοι μέτρῳ τὸ συνεχὲς χρῆται τῷ διωρισμένῳ. ὡς οὖν μέγα μεγέθους παρουσίᾳ, οὕτω καὶ ἓν ἑνὸς καὶ δύο δυάδος καὶ τὰ ἄλλα ὡσαύτως. τὸ δὲ ζητεῖν πῶς μεταλαμβάνει κοινὸν πρὸς πάντων τῶν εἰδῶν τὴν ζητουμένην μετάληψιν: φατέον δ̓ ἐν μὲν τοῖς διῃρημένοις ἄλλως θεωρεῖσθαι τὴν δεκάδα ἐνοῦσαν, ἐν δὲ τοῖς συνεχέσιν ἄλλως, ἐν δὲ ταῖς
2.417
πολλαῖς εἰς ἓν τοσαύταις δυνάμεσιν ἄλλως: καὶ ἐν τοῖς νοητοῖς ἤδη ἀναβεβηκέναι, ἔτι δὲ ἐκεῖ μηκέτι ἐν ἄλλοις θεωρουμένους, ἀλλ̓ αὐτοὺς ἐφ̓ ἑαυτῶν ὄντας τοὺς ἀληθεστάτους ἀριθμοὺς εἶναι, αὐτοδεκάδα, οὐ δεκάδα τινῶν νοητῶν.

πάλιν γὰρ ἐξ ἀρχῆς τούτων ἤδη λεχθέντων λέγωμεν τὸ μὲν ξύμπαν ὂν τὸ ἀληθινὸν ἐκεῖνο καὶ ὂν εἶναι καὶ νοῦν καὶ ζῷον τέλειον εἶναι, ὁμοῦ δὲ πάντα ζῷα εἶναι, οὗ δὴ τὸ ἓν ἑνί, ὡς ἦν αὐτῷ δυνατόν, μεμίμηται καὶ τόδε τὸ ζῷον τὸ πᾶν: ἔφυγε γὰρ ἡ τοῦ αἰσθητοῦ φύσις τὸ ἐκεῖ ἕν, εἴπερ καὶ ἔμελλεν αἰσθητὸν εἶναι. ἀριθμὸν δὴ δεῖ αὐτὸ εἶναι σύμπαντα: εἰ γὰρ μὴ τέλειος εἴη, ἐλλείποι ἂν ἀριθμῷ τινι: καὶ εἰ μὴ πᾶς ἀριθμὸς ζῴων ἐν αὐτῷ εἴη, παντελὲς ζῷον οὐκ ἂν εἴη. ἔστιν οὖν ὁ ἀριθμὸς πρὸ ζῴου παντὸς καὶ τοῦ παντελοῦς ζῴου. ʽ??ʼ μὲν δὴ ἄνθρωπος ἐν τῷ νοητῷ καὶ τὰ ἄλλα ζῷα, καθ̓ ὃ ἔστι: καὶ ᾗ ζῷον παντελές ἐστιν ἐκεῖνο: καὶ γὰρ καὶ ὁ ἐνταῦθα ἄνθρωπος, ᾗ ζῷον τὸ πᾶν, μέρος αὐτοῦ: καὶ ἕκαστον, ᾗ ζῷον, ἐκεῖ ἐν ζῴῳ ἐστίν. ἐν δὲ τῷ νῷ, καθ̓ ὅσον νοῦς, ὡς μὲν μέρη οἱ νοῖ πάντες καθέκαστον: ἀριθμὸς δὲ καὶ τούτων. οὐ τοίνυν οὐδ̓ ἐν νῷ ἀριθμὸς πρώτως: ὡς δὲ ἐν νῷ, ὅσα νοῦ ἐνέργειαι, καὶ ὡς νοῦ δικαιοσύνη καὶ σωφροσύνη καὶ αἱ ἄλλαι ἀρεταὶ

687
καὶ ἐπιστήμη καὶ ὅσα νοῦς ἔχων νοῦς ἐστιν ὄντως. πῶς οὖν οὐκ ἐν ἄλλῳ ἡ ἐπιστήμη; ἢ ὅτι ἐστὶ ταὐτὸν καὶ ὁμοῦ ὁ ἐπιστήμων, τὸ ἐπιστητόν, ἡ ἐπιστήμη, καὶ τὰ ἄλλα ὡσαύτως. διὸ καὶ πρώτως ἕκαστον καὶ οὐ συμβεβηκὸς ἡ δικαιοσύνη, ψυχῇ δέ, καθ̓ ὅσον ψυχή, συμβεβηκός: δυνάμει γὰρ μᾶλλον ταῦτα, ἐνεργείᾳ δέ, ὅταν πρὸς νοῦν καὶ
2.418
συνῇ. μετὰ δὲ τοῦτο ἤδη τὸ ὂν καὶ ἐν τούτῳ ὁ ἀριθμός, μεθ̓ οὗ τὰ ὄντα γεννᾷ κινούμενον κατ̓ ἀριθμόν, προστησάμενον τοὺς ἀριθμοὺς τῆς ὑποστάσεως αὐτῶν, ὥσπερ καὶ αὐτοῦ τὸ ἓν συνάπτον αὐτὸ τὸ ὂν πρὸς τὸ πρῶτον, οἱ δ̓ ἀριθμοὶ οὐκέτι τὰ ἄλλα πρὸς τὸ πρῶτον: ἀρκεῖ γὰρ τὸ ὂν συνημμένον: τὸ δὲ ὂν γενόμενον ἀριθμὸς συνάπτει τὰ ὄντα πρὸς αὑτό: σχίζεται γὰρ οὐ καθ̓ ὃ ἕν, ἀλλὰ μένει τὸ ἓν αὐτοῦ: σχιζόμενον δὲ κατὰ τὴν αὑτοῦ φύσιν εἰς ὅσα ἠθέλησεν, εἶδεν εἰς ὅσα καὶ τὸν ἀριθμὸν ἐγέννησεν ἐν αὐτῷ ἄρα ὄντα: ταῖς γὰρ δυνάμεσι τοῦ ἀριθμοῦ ἐσχίσθη καὶ τοσαῦτα ἐγέννησεν, ὅσα ἦν ὁ ἀριθμός. ἀρχὴ οὖν καὶ πηγὴ ὑποστάσεως τοῖς οὖσιν ὁ ἀριθμὸς ὁ πρῶτος καὶ ἀληθής. διὸ καὶ ἐνταῦθα μετ̓ ἀριθμῶν ἡ γένεσις ἑκάστοις, κἂν ἄλλον ἀριθμὸν λάβῃ τι, ἢ ἄλλο γεννᾷ ἢ γίνεται οὐδέν. καὶ οὗτοι μὲν πρῶτοι ἀριθμοί, ὡς ἀριθμητοί: οἱ δ̓ ἐν τοῖς ἄλλοις ἤδη ἀμφότερα ἔχουσιν: ᾗ μὲν παρὰ τούτων, ἀριθμητοί, ᾗ δὲ κατὰ τούτους, τὰ ἄλλα μετροῦσιν ἀριθμοῦντες καὶ τοὺς ἀριθμοὺς καὶ τὰ ἀριθμητά. τίνι γὰρ δέκα ἂν λέγοιεν ἢ τοῖς παῤ αὐτοῖς ἀριθμοῖς;

τούτους δή, οὕς φαμεν πρώτους ἀριθμοὺς καὶ ἀληθεῖς, ποῦ ἄν, τις ἂν φαίη, θείητε καὶ εἰς τί γένος τῶν ὄντων; ἐν μὲν γὰρ τῷ ποσῷ δοκοῦσιν εἶναι παρὰ πᾶσι καὶ δὴ καὶ ποσοῦ μνήμην ἐν τῷ πρόσθεν ἐποιεῖσθε ἀξιοῦντες ὁμοίως τῷ συνεχεῖ καὶ τὸ διωρισμένον ἐν τοῖς οὖσι τιθέναι. πάλιν τε αὖ λέγετε, ὡς πρώτων ὄντων οὗτοί εἰσιν οἱ ἀριθμοί: ἄλλους τε αὖ ἀριθμοὺς παῤ ἐκείνους εἶναι λέγετε ἀριθμοῦντας. πῶς οὖν ταῦτα διατάττεσθε, λέγετε ἡμῖν: ἔχει γὰρ πολλὴν ἀπορίαν: ἐπεὶ καὶ τὸ ἓν τὸ ἐν τοῖς αἰσθητοῖς πότερα

2.419
ποσόν τι ἢ πολλάκις μὲν τὸ ἓν ποσόν, αὐτὸ δὲ μόνον ἀρχὴ ποσοῦ καὶ οὐ ποσόν; καὶ πότερα ἀρχὴ
688
οὖσα συγγενὲς ἢ ἄλλο τι; ταῦτα ἡμῖν πάντα δίκαιοι διασαφεῖν ἐστε. λεκτέον οὖν ἀρξαμένοις ἐντεῦθεν περὶ τούτων, ὡς ὅταν μέν — πρῶτον δ̓ ἐπὶ τῶν αἰσθητῶν ποιητέον τὸν λόγον: ὅταν τοίνυν ἄλλον μετ̓ ἄλλου λαβὼν εἴπῃς δύο, οἷον κύνα καὶ ἄνθρωπον ἢ καὶ ἀνθρώπους δύο ἢ πλείους, δέκα εἰπὼν καὶ ἀνθρώπων δεκάδα, ὁ ἀριθμὸς οὗτος οὐκ οὐσία οὐδ̓ ὡς ἐν αἰσθητοῖς, ἀλλὰ καθαρῶς ποσόν: καὶ μερίζων καθ̓ ἕνα καὶ τῆς δεκάδος ταύτης ποιῶν μέρη τὰ ἕνα ἀρχὴν ποιεῖς καὶ τίθεσαι ποσοῦ: εἷς γὰρ τῶν δέκα οὐχ ἓν καθ̓ αὑτό. ὅταν δὲ τὸν ἄνθρωπον αὐτὸν ἐφ̓ ἑαυτοῦ λέγῃς ἀριθμόν τινα, οἷον δυάδα, ζῷον καὶ λογικόν, οὐχ εἷς ἔτι ὁ τρόπος ἐνταῦθα, ἀλλ̓ ᾗ μὲν διεξοδεύεις καὶ ἀριθμεῖς, ποσόν τι ποιεῖς, ᾗ δὲ τὰ ὑποκείμενά ἐστι δύο καὶ ἑκάτερον ἕν, εἰ τὸ ἓν ἑκάτερον συμπληροῦν τὴν οὐσίαν καὶ ἡ ἑνότης ἐν ἑκατέρῳ, ἀριθμὸν ἄλλον καὶ οὐσιώδη λέγεις: καὶ ἡ δυὰς αὕτη οὐχ ὕστερον οὐδὲ ὅσον λέγει μόνον ἔξωθεν τοῦ πράγματος, ἀλλὰ τὸ ἐν τῇ οὐσίᾳ καὶ συνέχον τὴν τοῦ πράγματος φύσιν: οὐ γὰρ ποιεῖς ἀριθμὸν σὺ ἐνταῦθα ἐν διεξόδῳ ἐπιὼν πράγματα καθ̓ αὑτὰ ὄντα οὐδὲ συνιστάμενα ἐν τῷ ἀριθμεῖσθαι. τί γὰρ ἂν γένοιτο εἰς οὐσίαν ἄλλῳ ἀνθρώπῳ μετ̓ ἄλλου ἀριθμουμένῳ; οὐδὲ γάρ τις ἑνάς, ὥσπερ ἐν χορῷ, ἀλλ̓ ἡ δεκὰς αὕτη τῶν ἀνθρώπων ἐν σοὶ τῷ ἀριθμοῦντι τὴν ὑπόστασιν ἂν ἔχοι, ἐν δὲ τοῖς δέκα οὓς ἀριθμεῖς μὴ συντεταγμένοις εἰς ἓν οὐδὲ δεκὰς ἂν λέγοιτο, ἀλλὰ δέκα σὺ ποιεῖς ἀριθμῶν καὶ ποσῶν τοῦτο τὸ δέκα: ἐν δὲ τῷ χορῷ καὶ ἔστι τι
2.420
ἔξω καὶ ἐν τῷ στρατῷ. πῶς δ̓ ἐν σοί; ἢ ὁ μὲν πρὸ τοῦ ἀριθμεῖν ἐγκείμενος ἄλλως: ὁ δ̓ ἐκ τοῦ φανῆναι ἔξωθεν πρὸς τὸν ἐν σοὶ ἐνέργεια ἢ ἐκείνων ἢ κατ̓ ἐκείνους, ἀριθμοῦντος ἅμα καὶ ἀριθμὸν γεννῶντος καὶ ἐν τῇ ἐνεργείᾳ ὑπόστασιν ποιοῦντος ποσοῦ, ὥσπερ καὶ ἐν τῷ βαδίζειν ὑπόστασίν τινος κινήσεως. πῶς οὖν ἄλλως ὁ ἐν ἡμῖν; ἢ ὁ τῆς οὐσίας ἡμῶν: μετέχουσά, φησιν, ἀριθμοῦ καὶ ἁρμονίας καὶ ἀριθμὸς αὖ καὶ ἁρμονία: οὔτε γὰρ σῶμά, φησί τις, οὔτε μέγεθος: ἀριθμὸς ἄρα ἡ ψυχή, εἴπερ οὐσία. ὁ μὲν δὴ τοῦ σώματος ἀριθμὸς οὐσία, ὡς σῶμα, ὁ δὲ τῆς ψυχῆς οὐσίαι, ὡς ψυχαί. καὶ δὴ ὅλως ἐπὶ τῶν νοητῶν, εἰ ἔστι τὸ ἐκεῖ ζῷον αὐτὸ πλείω, οἷον τριάς, αὕτη ἡ τριὰς οὐσιώδης ἡ ἐν τῷ ζῴῳ. ἡ δὲ τριὰς ἡ μήπω ζῴου, ἀλλ̓ ὅλως τριὰς ἐν τῷ ὄντι, ἀρχὴ οὐσίας. εἰ δ̓ ἀριθμοῖς ζῷον καὶ καλόν, ἑκάτερον μὲν ἕν, σὺ δὲ γεννᾷς ἀριθμὸν ἐν σοὶ καὶ ἐνεργεῖς ποσὸν καὶ δυάδα. εἰ μέντοι ἀρετὴν τέτταρα λέγοις, καὶ τετράς
689
ἐστί τις, οἷον τὰ μέρη αὐτῆς εἰς ἕν, καὶ ἑνάδα τετράδα, οἷον τὸ ὑποκείμενον, καὶ σὺ τετράδα ἐφαρμόττεις τὴν ἐν σοί.

ὁ δὲ λεγόμενος ἄπειρος ἀριθμὸς πῶς; πέρας γὰρ οὗτοι αὐτῷ διδόασιν οἱ λόγοι. ἢ καὶ ὀρθῶς, εἴπερ ἔσται ἀριθμός: τὸ γὰρ ἄπειρον μάχεται τῷ ἀριθμῷ. διὰ τί οὖν λέγομεν ʽἄπειρος ὁ ἀριθμόσ̓; ἆῤ οὖν ὥσπερ ἄπειρον λέγομεν γραμμήν — λέγομεν δὲ γραμμὴν ἄπειρον, οὐχ ὅτι ἔστι τις τοιαύτη, ἀλλ̓ ὅτι ἔξεστιν ἐπὶ τῇ μεγίστῃ, οἷον τοῦ παντός, ἐπινοῆσαι μείζω — οὕτω καὶ ἐπὶ τοῦ ἀριθμοῦ; γνωσθέντος γὰρ ὅσος ἐστὶν ἔστιν αὐτὸν διπλασίονα ποιῆσαι τῇ διανοίᾳ οὐκ ἐκείνῳ συνάψαντα:

2.421
το γὰρ ἐν σοὶ μόνῳ νόημα καὶ φάντασμα πῶς ἂν τοῖς οὖσι προσάψαις; ἢ φήσομεν ἄπειρον ἐν τοῖς νοητοῖς εἶναι γραμμήν: ποσὴ γὰρ ἂν εἴη ἡ ἐκεῖ γραμμή. ἀλλ̓ εἰ μὴ ποσή τις, ἐν ἀριθμῷ ἄπειρος ἂν εἴη. ἢ τὸ ἄπειρον ἄλλον τρόπον, οὐχ ὡς ἀδιεξίτητον: ἀλλὰ πῶς ἄπειρος; ἢ ἐν τῶ λόγῳ τῆς αὐτογραμμῆς οὐκ ἔνι προσνοούμενον πέρας. τί οὖν ἐκεῖ γραμμὴ καὶ ποῦ; ὕστερον μὲν γὰρ ἀριθμοῦ: ἐνορᾶται γὰρ ἐν αὐτῇ τὸ ἕν: καὶ γὰρ ἀφ̓ ἑνὸς καὶ πρὸς μίαν διάστασιν: ποσὸν δὲ τὸ τῆς διαστάσεως μέτρον οὐκ ἔχει: ἀλλὰ ποῦ τοῦτο; ἆρα μόνον ἐν νοήσει οἷον ὁριστικῇ; ἢ καὶ πρᾶγμα, νοερὸν μέντοι. πάντα γὰρ οὕτως, ὡς καὶ νοερὰ καί πως τὸ πρᾶγμα: καὶ δὴ καὶ περὶ ἐπιπέδου καὶ στερεοῦ καὶ πάντων τῶν σχημάτων ποῦ καὶ ὅπως: οὐ γὰρ δὴ ἡμεῖς τὰ σχήματα ἐπινοοῦμεν. μαρτυρεῖ δὲ τό τε τοῦ παντὸς σχῆμα πρὸ ἡμῶν καὶ τὰ ἄλλα, ὅσα φυσικὰ σχήματα ἐν τοῖς φύσει οὖσιν, ἃ δὴ ἀνάγκη πρὸ τῶν σωμάτων εἶναι ἀσχημάτιστα ἐκεῖ καὶ πρῶτα σχήματα. οὐ γὰρ μορφαὶ ἐν ἄλλοις, ἀλλὰ αὐτὰ αὑτῶν ὄντα οὐκ ἐδεῖτο ἐκταθῆναι: τὰ γὰρ ἐκταθέντα ἄλλων. πάντοτε οὖν σχῆμα ἓν τῷ ὄντι, διεκρίθη δὲ ἤτοι ἐν τῷ ζῴῳ ἢ πρὸ τοῦ ζῴου. λέγω δὲ
690
διεκρίθη, οὐχ ὅτι ἐμεγεθύνθη, ἀλλ̓ ὅτι ἕκαστον ἐμερίσθη πρὸς ἕκαστον, ὡς τὸ ζῷον, καὶ τοῖς σώμασιν ἐδόθη τοῖς ἐκεῖ, οἷον πυρί, εἰ βούλει, τῷ ἐκεῖ ἡ ἐκεῖ πυραμίς. διὸ καὶ τοῦτο μιμεῖσθαι θέλει μὴ δυνάμενον ὕλης αἰτίᾳ καὶ τὰ ἄλλα ἀνὰ λόγον, ὡς λέγεται περὶ τῶν τῇδε. ἀλλ̓ οὖν ἐν τῷ ζῴῳ καθ̓ ὃ ζῷον; ἢ ἐν τῷ νῷ πρότερον. ἔστι μὲν γὰρ ἐν τῷ ζῴῳ: εἰ μὲν οὖν τὸ ζῷον περιεκτικὸν ἦν τοῦ νοῦ, ἐν τῷ ζῴῳ πρώτως, εἰ δὲ νοῦς κατὰ τὴν
2.422
τάξιν πρότερον, πρότερον ἐν νῷ. ἀλλ̓ εἰ ἐν τῷ ζῴῳ τῷ παντελεῖ καὶ ψυχαί, πρότερον νοῦς. ἀλλὰ ʽνοῦσ̓ φησιν ʽὅσα ὁρᾷ ἐν τῷ παντελεῖ ζῴᾠ: εἰ οὖν ὁρᾷ, ὕστερος. ἢ δυνατὸν τὸ ὁρᾷ οὕτως εἰρῆσθαι, ὡς ἐν τῇ ὁράσει τῆς ὑποστάσεως γινομένης: οὐ γὰρ ἄλλος, ἀλλὰ πάντα ἕν, καὶ ἡ νόησις δὲ ψιλὴν ἔχει σφαῖραν, τὸ δὲ ζῷον ζῴου σφαῖραν.

ἀλλὰ γὰρ ὁ ἀριθμὸς ἐκεῖ ὥρισται: ἡμεῖς δ̓ ἐπινοήσομεν πλείονα τοῦ προτεθέντος, καὶ τὸ ἄπειρον οὕτως ἀριθμούντων. ἐκεῖ δὲ ἐπινοῆσαι πλέον οὐκ ἔστι τοῦ ἐπινοηθέντος: ἤδη γὰρ ἔστιν: οὐδ̓ ἐλήφθη τις οὐδὲ ληφθήσεται, ἵνα τις καὶ προστεθῇ αὐτῷ. εἴη δὲ ἂν κἀκεῖ ἄπειρος, ὅτι οὐκ ἔστι μεμετρημένος: ὑπὸ τίνος γάρ; ἀλλ̓ ὃς ἔστι, πᾶς ἐστιν ἓν ὢν καὶ ὁμοῦ καὶ ὅλος δὴ καὶ οὐ περιειλημμένος πέρατί τινι, ἀλλ̓ ἑαυτῷ ὢν ὃς ἔστι: τῶν γὰρ ὄντων ὅλως οὐδὲν ἐν πέρατι, ἀλλ̓ ἔστι τὸ πεπερασμένον καὶ μεμετρημένον τὸ εἰς ἀπειρίαν κωλυθὲν δραμεῖν καὶ μέτρου δεόμενον: ἐκεῖνα δὲ πάντα μέτρα, ὅθεν καὶ καλὰ πάντα. καὶ γάρ, ᾗ ζῷον, καλόν, ἀρίστην τὴν ζωὴν ἔχον, οὐδεμιᾷ ζωῇ ἐλλεῖπον, οὐδ̓ αὖ πρὸς θάνατον συμμιγῆ ἔχον τὴν ζωήν: οὐδὲν γὰρ θνητὸν οὐδ̓ ἀποθνῆσκον: οὐδ̓ αὖ ἀμενηνὴ ἡ ζωὴ τοῦ ζῴου αὐτοῦ, ἀλλ̓ ἡ πρώτη καὶ ἐναργεστάτη καὶ τὸ τρανὸν ἔχουσα τοῦ ζῆν, ὥσπερ τὸ πρῶτον φῶς, ἀφ̓ οὗ καὶ αἱ ψυχαὶ ζῶσί τε ἐκεῖ καὶ αἱ δεῦρο ἰοῦσαι κομίζονται. οἶδε δὲ καὶ ὅτου χάριν ζῇ καὶ πρὸς ὃ ζῇ, ἀφ̓ οὗ καὶ ζῇ:

691
ἐξ οὗ γὰρ καὶ εἰς ὃ ζῇ. ἡ δὲ πάντων φρόνησις καὶ ὁ πᾶς νοῦς ἐπὼν καὶ συνὼν καὶ ὁμοῦ ὢν ἀγαθώτερον αὐτὸ ἐπιχρώσας καὶ συγκερασάμενος φρόνησιν σεμνότερον αὐτοῦ τὸ κάλλος παρέχεται: ἐπεὶ
2.423
καὶ ἐνταῦθα φρόνιμος ζωὴ τὸ σεμνὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειάν ἐστι, καίτοι ἀμυδρῶς ὁρᾶται: ἐκεῖ δὲ καθαρῶς ὁρᾶται. δίδωσι γὰρ τῷ ὁρῶντι ὅρασιν καὶ δύναμιν εἰς τὸ μᾶλλον ζῆν καὶ μᾶλλον εὐτόνως ζῶντα ὁρᾶν καὶ γενέσθαι ὃ ὁρᾷ. ἐνταῦθα μὲν γὰρ ἡ ποσβολὴ καὶ πρὸς ἄψυχα ἡ πολλή, καὶ ὅταν πρὸς ζῷα, τὸ μὴ ζῶν αὐτῶν προβέβληται, καὶ ἡ ἔνδον ζωὴ μέμικται. ἐκεῖ δὲ ζῷα πάντα καὶ ὅλα ζῶντα καὶ καθαρά, κἂν ὡς οὐ ζῷόν τι λάβῃς, ἐξέλαμψεν αὑτοῦ εὐθέως καὶ αὐτὸ τὴν ζωήν: τὴν δὲ οὐσίαν ἐν αὐτοῖς διαβᾶσαν, ἀκίνητον εἰς μεταβολὴν παρέχουσαν αὐτοῖς τὴν ζωὴν καὶ τὴν φρόνησιν καὶ τὴν ἐν αὐτοῖς σοφίαν καὶ ἐπιστήμην θεασάμενος τὴν κάτω φύσιν ἅπασαν γελάσει τῆς εἰς οὐσίαν προσποιήσεως. παρὰ γὰρ ταύτης μένει μὲν ζωή, μένει δὲ νοῦς, ἕστηκε δὲ ἐν αἰῶνι τὰ ὄντα: ἐξίστησι δὲ οὐδὲν οὐδέ τι τρέπει οὐδὲ παρακινεῖ αὐτό: οὐδὲ γὰρ ἔστι τι ὂν μετ̓ αὐτό, ὃ ἐφάψεται αὐτοῦ: εἰ δέ τι ην, ὑπὸ τούτου ἂν ἦν: καὶ εἰ ἐναντίον τι ἦν, ἀπαθὲς ἂν ἦν τοῦτο ὑπ̓ αὐτοῦ τοῦ ἐναντίου. ὂν δὲ αὐτὸ οὐκ ἂν τοῦτο ἐποίησεν ὄν, ἀλλ̓ ἕτερον πρὸ αὐτοῦ κοινὸν καὶ ἦν ἐκεῖνο τὸ ὄν: ὥστε ταύτῃ Παρμενίδης ὀρθῶς ἓν εἰπὼν τὸ ὄν: καὶ οὐ δἰ ἐρημίαν ἄλλου ἀπαθές, ἀλλ̓ ὅτι ὄν. μόνῳ γὰρ τούτῳ παῤ αὑτοῦ ἔστιν εἶναι. πῶς ἂν οὖν τις τὸ ὂν παῤ αὐτοῦ ἀφέλοιτο ἢ ὁτιοῦν ἄλλο, ὅσα ὄντως ἐνἑ??ʼγείᾳ καὶ ὅσα ἀπ̓ αὐτοῦ; ἕως γὰρ ἂν ᾖ, χορηγεῖ: ἔστι δ̓ ἀεί: ὥστε κἀκεῖνα. οὕτω δ̓ ἐστὶν ἐν δυνάμει καὶ κάλλει μέγα, ὥστε θέλγειν καὶ τὰ πάντα ἀνηρτῆσθαι αὐτοῦ καὶ ἴχνος αὐτοῦ παῤ αὐτοῦ ἔχοντα ἀγαπᾶν καὶ μετὰ τοῦτο τἀγαθὸν ζητεῖν: τὸ γὰρ εἶναι πρὸ ἐκείνου ὡς πρὸς ἡμᾶς,
2.424
καὶ ὁ πᾶς δὲ κόσμος οὗτος καὶ ζῆν καὶ φρονεῖν, ἵνα ᾖ, θέλει, καὶ πᾶσα ψυχὴ καὶ πᾶς νοῦς ὃ ἔστιν εἶναι: τὸ δὲ εἶναι αὔταρκες ἑαυτῷ.