Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Περὶ τῶν ὄντων πόσα καὶ τίνα ἐζήτησαν

566
μὲν καὶ οἱ πάνυ παλαιοὶ οἱ μὲν ἕν, οἱ δὲ ὡρισμένα, οἱ δὲ ἄπειρα εἰπόντες, καὶ τούτων ἕκαστοι οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο εἰπόντες τὸ ἕν, οἱ δὲ τὰ πεπερασμένα καὶ αὐτὰ ἄπειρα εἰπόντες: καὶ τοῖς μετ̓ αὐτοὺς ἐξετασθεῖσαι αὗται αἱ δόξαι ἱκανῶς ἀφετέαι ἡμῖν. ὅσα δὲ ἐξετάσαντες τὰ ἐκείνων ἔθεντο ἐν γένεσιν ὡρισμένοις καὶ αὐτοί, περὶ τούτων ἐπισκεπτέον, οἳ οὔτε ἓν θέμενοι, ὅτι πολλὰ καὶ ἐν τοῖς νοητοῖς ἑώρων, οὔτε ἄπειρα, ὅτι μήτε οἷόν τε, μήτ̓ ἐπιστήμη ἂν γένοιτο, τά τε πεπερασμένα εἰς ἀριθμόν, ὅτι τὰ ὑποκείμενα οὐκ ὀρθῶς οἷον στοιχεῖα, γένη τινὰ αὐτῶν εἰρήκασιν, οἱ μὲν δέκα, οἱ δὲ ἐλάττω: εἶεν δ̓ ἄν τινες οἱ πλείω τούτων. ἔστι δὲ καὶ ἐν τοῖς γένεσι διαφορά: οἱ μὲν γὰρ τὰ γένη ἀρχάς, οἱ δὲ αὐτὰ τὰ ὄντα τῷ γένει τοσαῦτα. πρῶτον τοίνυν τὴν διαιρουμένην εἰς δέκα τὰ ὄντα ληπτέον ἀνασκοποῦντας, πότερα δέκα γένη δεῖ νομίζειν αὐτοὺς λέγειν κοινοῦ ὀνόματος τυχόντα τοῦ ὄντος, ἢ κατηγορίας δέκα. ὅτι γὰρ οὐ συνώνυμον τὸ ὂν ἐν ἅπασι, λέγουσι καὶ ὀρθῶς λέγουσι: μᾶλλον δὲ ἐκεῖνο πρῶτον ἐρωτητέον, πότερα ὁμοίως ἕν τε τοῖς νοητοῖς ἕν τε τοῖς
2.264
αἰσθητοῖς τὰ δέκα, ἢ ἐν μὲν τοῖς αἰσθητοῖς ἅπαντα, ἐν δὲ τοῖς νοητοῖς τὰ μὲν εἶναι, τὰ δὲ μὴ εἶναι: οὐ γὰρ δὴ ἀνάπαλιν. οὗ δὴ ἐξεταστέον, τίνα κἀκεῖ
567
τῶν δέκα, καὶ εἰ τὰ ἐκεῖ ὄντα ὑφ̓ ἓν γένος ὑπακτέον τοῖς ἐνταῦθα, ἢ ὁμωνύμως ἥ τε ἐκεῖ οὐσία ἥ τε ἐνταῦθα. ἀλλ̓ εἰ τοῦτο, πλείω τὰ γένη: εἰ δὲ συνωνύμως, ἄτοπον τὸ αὐτὸ σημαίνειν τὴν οὐσίαν ἐπί τε τῶν πρώτως ὄντων καὶ τῶν ὑστέρων οὐκ ὄντος γένους κοινοῦ, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ περὶ τῶν νοητῶν κατὰ τὴν διαίρεσιν οὐ λέγουσιν: οὐ πάντα ἄρα τὰ ὄντα διαιρεῖσθαι ἐβουλήθησαν, ἀλλὰ τὰ μάλιστα ὄντα παραλελοίπασιν.

πάλιν οὖν ἆρα γένη νομιστέον εἶναι; καὶ πῶς ἓν γένος ἡ οὐσία; ἀπὸ γὰρ ταύτης πάντως ἀρκτέον. ὅτι μὲν οὖν ἓν ἐπί τε τῆς νοητῆς ἐπί τε τῆς αἰσθητῆς κοινὸν εἶναι ἀδύνατον τὸ τῆς οὐσίας, εἴρηται. καὶ προσέτι ἄλλο τι ἔσται πρό τε τῆς νοητῆς καὶ πρὸ τῆς αἰσθητῆς, ἄλλο τι ὂν κατηγορούμενον κατ̓ ἀμφοῖν, ὃ οὔτε σῶμα οὔτε ἀσώματον ἂν εἴη: ἔσναι γὰρ ἢ τὸ σῶμα ἀσώματον, ἢ τὸ ἀσώματον σῶμα. οὐ μὴν ἀλλὰ ἐπ̓ αὐτῶν τῶν τῇδε οὐσιῶν ζητητέον, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν. πάντα γὰρ ταῦτα οὐσίας λέγουσιν εἶναι, καὶ οὐ τὸ ἴσον εἰς οὐσίαν ἔχειν, ὅταν μᾶλλον λέγηται τὸ εἶδος οὐσία ἢ ἡ ὕλη: καὶ ὀρθῶς: οἱ δ̓ ἂν εἴποιεν τὴν ὕλην μᾶλλον. αἱ δὲ πρῶται λεγόμεναι οὐσίαι πρὸς τὰς δευτέρας τί ἂν ἔχοιεν κοινόν; ὁπότε παρὰ τῶν προτέρων ἔχουσιν αἱ δεύτεραι τὸ οὐσίαι λέγεσθαι ὅλως δὲ τί ἐστιν ἡ οὐσία εἰπεῖν οὐκ ἔστιν: οὐδὲ γάρ, εἰ τὸ ἴδιόν τις ἀποδοίη, ἤδη ἔχει τὸ τί ἐστι,

2.265
καὶ ἴσως οὐδὲ τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ δεκτικὸν τῶν ἐναντίων ἐπὶ πάντων ἁρμόσει.

ἀλλ̓ ἆρα μίαν τινὰ κατηγορίαν λεκτέον ὁμοῦ συλλαβοῦσι τὴν νοητὴν οὐσίαν, τὴν ὕλην, τὸ εἶδος, τὸ ἐξ ἀμφοῖν; οἷον εἴ τις τὸ τῶν Ἡρακλειδῶν γένος ἕν τι λέγοι, οὐχ ὡς κοινὸν κατὰ πάντων, ἀλλ̓ ὡς ἀφ̓ ἑνός: πρώτως γὰρ καὶ οὐσία ἐκείνη, δευτέρως δὲ καὶ ἧττον τὰ ἄλλα. ἀλλὰ τί κωλύει μίαν κατηγορίαν τὰ πάντα εἶναι; καὶ γὰρ τὰ ἄλλα πάντα ἀπὸ τῆς οὐσίας τὰ λεγόμενα εἶναι. ἢ ἐκεῖνα μὲν πάθη, αἱ δ̓ οὐσίαι ἐφεξῆς ἄλλως. ἀλλὰ γὰρ καὶ οὕτως οὔπω ἔχομεν ἐπερείσασθαι τῇ

568
οὐσίᾳ, οὐδὲ τὸ κυριώτατον λαβεῖν, ἵν̓ ἀπὸ τούτου καὶ τὰς ἄλλας. συγγενεῖς μὲν δὴ οὕτως ἔστωσαν πᾶσαι αἱ λεγόμεναι οὐσίαι ἔχουσαί τι παρὰ τὰ ἄλλα γένη. τί ἄρα γε αὐτὸ τοῦτο τὸ τὶ καὶ τὸ τόδε καὶ τὸ ὑποκείμενον καὶ μὴ ἐπικείμενον μηδ̓ ἐν ἄλλῳ ὡς ἐν ὑποκειμένῳ μηδ̓ ὅ ἐστιν ἄλλου ὄν, οἷον λευκὸν ποιότης σώματος καὶ ποσὸν οὐσίας, καὶ χρόνος κινήσεώς τι καὶ κίνησις τοῦ κινουμένου; ἀλλ̓ ἡ δευτέρα οὐσία κατ̓ ἄλλου. ἢ ἄλλον τρόπον τὸ κατ̓ ἄλλου ἐνταῦθα, ὡς γένος ἐνυπάρχον ʽκαὶ ἐνυπάρχον ὡς μέροσ̓ καὶ τὸ τὶ ἐκείνου, τὸ δὲ λευκὸν κατ̓ ἄλλου, ὅτι ἐν ἄλλῳ. ἀλλὰ ταῦτα μὲν ἴδια ἄν τις λέγοι πρὸς τὰ ἄλλα καὶ διὰ τοῦτο εἰς ἓν οὕτω συνάγοι καὶ οὐσίας λέγοι, ἓν δέ τι γένος οὐκ ἂν λέγοι, οὐδὲ δηλοῖ πω τὴν ἔννοιαν τῆς οὐσίας καὶ τὴν φύσιν. καὶ ταῦτα μὲν ἐνταῦθα κείσθω: ἐπὶ δὲ τὴν τοῦ ποσοῦ ἴωμεν φύσιν.

ἀριθμὸν δὴ πρῶτον ποσὸν λέγουσι καὶ τὸ συνεχὲς ἅπαν μέγεθος καὶ τόπον καὶ χρόνον, τὰ δ̓ ἄλλα εἰς ταῦτα ἀναφέρουσιν, ὅσα ποσὰ λέγουσι,

2.266
καὶ τὴν κίνησιν ποσὸν τῷ τὸν χρόνον, καίτοι ἴσως ἀνάπαλιν τοῦ χρόνου τὸ συνεχὲς παρὰ τῆς κινήσεως λαβόντος. εἰ μὲν δὴ τὸ συνεχὲς ᾗ συνεχὲς ποσὸν φήσουσιν εἶναι, τὸ διωρισμένον οὐκ ἂν εἴη ποσόν: εἰ δὲ κατὰ συμβεβηκὸς τὸ συνεχές, τί κοινὸν ἀμφοτέροις ἔσται τὸ ποσοῖς εἶναι; τοῖς μὲν γὰρ ἀριθμοῖς τὸ ποσοῖς εἶναι ὑπαρχέτω: καίτοι τοῦτο τὸ λέγεσθαι ποσοῖς ὑπάρχει, οὔπω δέ, τίς ἡ φύσις καθ̓ ὃ λέγεται, δηλοῦται: ἀλλὰ γραμμή γε καὶ ἐπίπεδον καὶ σῶμα οὐδὲ λέγεται, ἀλλὰ μεγέθη μὲν λέγεται, ποσὰ δὲ οὐ λέγεται, εἴπερ τότε προσλαμβάνει τὸ ποσὸν λέγεσθαι, ὅταν εἰς ἀριθμὸν ἀχθῇ οἷον δίπηχυ ἢ τρίπηχυ: ἐπεὶ καὶ τὸ σῶμα τὸ φυσικὸν μετρηθὲν γίνεται ποσόν τι, καὶ ὁ τόπος κατὰ συμβεβηκός, οὐχ ᾗ τόπος. δεῖ δὲ μὴ τὸ κατὰ συμβεβηκὸς ποσὸν λαμβάνειν, ἀλλὰ τὸ καθ̓ αὑτό, οἷον ποσότητα: ἐπεὶ οὐδὲ τοὺς τρεῖς βοῦς ποσόν, ἀλλὰ τὸν ἐπ̓ αὐτοῖς ἀριθμόν: βόες γὰρ τρεῖς δύο κατηγορίαι ἤδη. οὕτως οὖν καὶ γραμμὴ τοσήδε δύο κατηγορίαι, καὶ ἐπιφάνεια τοσήδε δύο, καὶ ἡ
569
ποσότης μὲν αὐτῆς ποσόν, αὐτὴ δὲ ἡ ἐπιφάνεια διὰ τί ποσόν; περατωθεῖσα γοῦν οἷον τρισὶ γραμμαῖς ἢ τέσσαρσι λέγεται εἶναι ποσόν. τί οὖν; μόνον τοὺς ἀριθμοὺς φήσομεν ποσόν; ἀλλ̓ εἰ μὲν τοὺς καθ̓ αὑτοὺς ἀριθμούς, οὐσίαι λέγονται οὗτοι καὶ μάλιστα τῷ καθ̓ αὑτοὺς εἶναι: εἰ δὲ τοὺς ἐν τοῖς μετέχουσιν αὐτῶν, καθ̓ οὓς ἀριθμοῦμεν, οὐ μονάδας, ἀλλὰ ἵππους δέκα καὶ βοῦς δέκα, πρῶτον μὲν ἄτοπον δόξει εἶναι, εἰ ἐκεῖνοι οὐσίαι, μὴ καὶ τούτους: ἔπειτα δέ, εἰ μετροῦντες τὰ ὑποκείμενα ἐνυπάρχουσιν ἐν αὐτοῖς, ἀλλὰ μὴ ἔξω ὄντες ὥσπερ οἱ κανόνες καὶ τὰ μέτρα μετροῦσιν. ἀλλ̓ εἰ ἐφ̓
2.267
ἑαυτῶν ὄντες λαμβάνονται εἰς τὸ μετρεῖν καὶ μὴ ἐν τοῖς ὑποκειμένοις, οὔτε ἐκεῖνα ποσὰ τὰ ὑποκείμενα μὴ μετέχοντα ποσότητος, αὐτοί τε διὰ τί ποσόν; μέτρα γάρ: τὰ δὲ μέτρα διὰ τί ποσὰ ἢ ποσότης; ἢ ὅτι ἐν τοῖς οὖσιν ὄντες, εἰ μηδεμιᾷ τῶν ἄλλων ἁρμόττουσι, τοῦτο, ὃ λέγονται, ἔσονται καὶ ἐν τῇ λεγομένῃ ποσότητι κείσονται. καὶ γὰρ ἡ μονὰς αὐτῶν ὁρίζει ἕν, εἶτ̓ ἔπεισι καὶ ἐπ̓ ἄλλο, καὶ ὁ ἀριθμὸς ὅσα μηνύει, καὶ μετρεῖ τὸ πλῆθος ἡ ψυχὴ προσχρωμένη. μετροῦσα οὖν οὐ τὸ τί ἐστι μετρεῖ: ἓν γὰρ λέγει καὶ δύο, κἂν ὁποιαοῦν καὶ ἐναντία ᾖ: ἀλλ̓ οὐδὲ ἥντινα διάθεσιν ἔχει, οἷον θερμὸν ἢ καλόν, ἀλλ̓ ὅσα. τοῦ ποσοῦ ἄρα, εἴτε καθ̓ αὑτό, εἴτ̓ ἐν τοῖς μετέχουσι θεωροῖτο, αὐτός, οὐ τὰ μετέχοντα. οὐ τὸ τρίπηχυ τοίνυν, ἀλλὰ τὰ τρία. διὰ τί ὁ??ʼν καὶ τὰ μεγέθη; ἆρα, ὅτι ἐγγὺς τοῦ ποσοῦ, καὶ οἷς ἂν ἐγγίνηται, ποσὰ αὐτὰ λέγομεν, οὐ τῷ κυρίως ποσῷ, ἀλλὰ μέγα λέγομεν, ὥσπερ πολλοῦ μετέχον ἀριθμοῦ, καὶ μικρόν, ὅτι ὀλίγου; ἀλλὰ τὸ μέγα αὐτὸ καὶ τὸ μικρὸν οὐκ ἀξιοῦται ποσὰ εἶναι, ἀλλὰ πρός τι: ἀλλ̓ ὅμως πρός τι λέγουσι, καθ̓ ὅσον ποσὰ δοκεῖ εἶναι. σκεπτέον δὲ ἀκριβέστερον. ἔσται τοίνυν οὐχ ἕν τι γένος, ἀλλ̓ ὁ ἀριθμὸς μόνος, τὰ δὲ δευτέρως. οὐ κυρίως τοίνυν ἓν γένος, ἀλλὰ κατηγορία μία συνάγουσα καὶ τὰ ἐγγὺς πρὸς τὰ πρώτως καὶ δευτέρως. ἡμῖν δὲ ζητητέον, πῶς οἱ καθ̓ αὑτοὺς ἀριθμοὶ οὐσίαι ἢ καὶ αὐτοὶ ποσόν τι: ὁποτέρως δ̓ ἂν ἔχωσιν, οὐκ ἂν κοινόν τι ἔχοιεν πρὸς τούτους ἐκεῖνοι, ἀλλ̓ ἢ ὄνομα μόνον.

ὁ δὲ λόγος καὶ ὁ χρόνος καὶ ἡ κίνησις πῶς;

57
πρῶτον δὲ περὶ τοῦ λόγου, εἰ βούλει. μετρεῖται
2.268
μὲν γάρ: ἀλλὰ λόγος φωνὴ ὢν τοσόσδε ἐστίν, ᾗ δὲ λόγος, οὐ ποσόν: σημαντικὸν γάρ, ὥσπερ τὸ ὄνομα καὶ τὸ ῥῆμα. ὕλη δ̓ αὐτοῦ ὁ ἀήρ, ὥσπερ καὶ τούτων: καὶ γὰρ σύγκειται ἐξ αὐτῶν: ἡ δὲ πληγὴ μᾶλλον λόγος, καὶ οὐχ ἡ πληγὴ ἁπλῶς, ἀλλ̓ ἡ τύπωσις ἡ γιγνομένη, ὥσπερ μορφοῦσα: μᾶλλον οὖν ποίησις καὶ ποίησις σημαντική. τὴν δὲ κίνησιν ταύτην καὶ τὴν πληγὴν ποίησιν μᾶλλον ἂν εὐλόγως τις θεῖτο, τὴν δὲ ἀντικειμένως πάθος, ἢ ἑκάστην ἄλλου μὲν ποίησιν, ἄλλου δὲ πάθος, ἢ ποίησιν εἰς τὸ ὑποκείμενον, πάθημα δ̓ ἐν τῷ ὑποκειμένῳ. εἰ δὲ μὴ κατὰ τὴν πληγὴν ἡ φωνή, ἀλλὰ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία ἡ κατηγορία ἐκ τῆς σημαντικῆς εἰς συσσημαντικὸν ἐκείνης τῆς κατηγορίας. ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον: ἢ γὰρ ψυχὴ ἢ τὸ νῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, κατὰ μὲν τὸ τοσόσδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη: τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ γὰρ δὴ ποσότης ὁ χρόνος: ἡ δὲ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη τὸ κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσὰ θεῖτο, καὶ ἡ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν. τὸ δὲ ἴσον καὶ ἄνισον ἴδιον εἶναι τοῦ ποσοῦ ἐπ̓ αὐτοῦ ληπτέον, οὐ τῶν μετεχόντων, ἀλλ̓ ἢ κατὰ συμβεβηκός, οὐχ ᾗ αὐτὰ ἐκεῖνα, ὥσπερ ὁ τρίπηχυς ποσός, συνῃρημένος καὶ οὗτος οὐκ εἰς γένος ἕν, ἀλλ̓ ὑφ̓ ἓν καὶ μίαν κατηγορίαν.

τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ ὑπάρχει ἢ ἄλλον τρόπον εἰς ἓν καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς τις ἡ σχέσις ἐστὶν αὕτη, ὥσπερ ὁ δεξιὸς καὶ ὁ ἀριστερὸς

2.269
καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ ἐπὶ μὲν τῶν ἐστιν, ὥσπερ ἐπὶ τοῦ ὕστερον λεχθέντος, ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος οὐδεμία, ἢ οὐδαμοῦ τοῦτο. τί δὴ ἐπὶ διπλασίου καὶ ἡμίσεος καὶ ὅλως ὑπερέχοντος καὶ ὑπερεχομένου, καὶ αὖ ἕξεως καὶ διαθέσεως, ἀνακλίσεως, καθίσεως, στάσεως, καὶ αὖ πατρός, υἱέος, δεσπότου, δούλου, καὶ πάλιν ὁμοίου, ἀνομοίου, ἴσου, ἀνίσου, ποιητικοῦ τε αὖ καὶ παθητικοῦ,
571
καὶ μέτρου καὶ μετρουμένου; καὶ ἐπιστήμη καὶ αἴσθησις, ἡ μὲν πρὸς ἐπιστητόν, ἡ δὲ πρὸς αἰσθητόν. ἡ μὲν γὰρ ἐπιστήμη ἔχοι ἂν πρὸς ἐπιστητὸν μίαν τινὰ κατ̓ ἐνέργειαν ὑπόστασιν πρὸς τὸ τοῦ ἐπιστητοῦ εἶδος, καὶ ἡ αἴσθησις πρὸς αἰσθητὸν ὡσαύτως, τό τε ποιητικὸν πρὸς τὸ παθητικόν, κἂν ἔργον ἓν ἀπεργάσαιτο, καὶ τὸ μέτρον πρὸς τὸ μετρούμενον. ὅμοιον δὲ πρὸς ὅμοιον τί ἂν ἔχοι ἀπογεννώμενον; ἢ οὐκ ἀπογεννώμενον, ἀλλὰ ὑπάρχον, τὴν ταυτότητα τὴν ἐν τῷ ποιῷ. ἀλλὰ παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν οὐδέν. οὐδὲ τὰ ἴσα: τὸ γὰρ ταὐτὸν ἐν τῷ ποσῷ προυπάρχει πρὸ τῆς σχέσεως: ἡ δὲ σχέσις τί ἄλλο ἢ ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφ̓ ἑαυτῶν ὄντα ἃ ἔστι καὶ λεγόντων ʽτοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητἀ καὶ ʽοὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτοὐ; κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη; ἡ δὲ ἕξις, ἡ μὲν κατὰ τὸ ἔχον λεγομένη, ἔχειν ἂν μᾶλλον σημαίνοι, ἡ δὲ κατὰ τὸ ἐχόμενον, ποιὸν ἂν εἴη: καὶ ἐπὶ διαθέσεως ὡσαύτως. τί ἂν οὖν εἴη παρὰ ταῦτα τὰ πρὸς ἄλληλα ἢ ἡμῶν τὴν παράθεσιν νοούντων; τὸ δ̓ ὑπερέχον τὸ μὲν τοσόνδε μέγεθος, τὸ δὲ τοσόνδε: ἄλλο δὲ τόδε, τὸ δὲ ἄλλο: ἡ
2.270
δὲ παραβολὴ παῤ ἡμῶν, οὐκ ἐν αὐτοῖς. ὁ δὲ δεξιὸς πρὸς ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν μᾶλλον ἂν ἴσως ἐν τῷ κεῖσθαι: ὁ μὲν ὡδί, ὁ δὲ ὡδί: ἡμεῖς δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνοήσαμεν, ἐν δὲ αὐτοῖς οὐδέν. τό τε πρότερον καὶ ὕστερον χρόνοι δύο: τὸ δὲ πρότερον καὶ ὕστερον ἡμεῖς ὡσαύτως.

εἰ μὲν οὖν οὐδὲν λέγομεν, ἀλλὰ λέγοντες ψευδόμεθα, οὐδὲν ἂν εἴη τούτων, ἀλλὰ κενὸν ἡ σχέσις: εἰ δ̓ ἀληθεύομεν λέγοντες ʽπρότερος ὅδε τοῦδε καὶ ὕστεροσ̓ χρόνους δύο παραβάλλοντες, ἕτερον παρὰ τὰ ὑποκείμενα αὐτῶν λέγοντες τὸ πρότερον, καὶ ἐπὶ δεξιοῦ καὶ ἐπὶ ἀριστεροῦ ὡσαύτως καὶ ἐπὶ μεγεθῶν παρὰ τὸ ποσὸν αὐτῶν τὴν σχέσιν, καθὸ τὸ μὲν ὑπερβάλλει, τὸ δ̓ ὑπερβάλλεται; εἰ δὲ καὶ μὴ λεγόντων ἡμῶν μηδὲ νοούντων ἔστιν οὕτως, ὥστε διπλάσιον εἶναι τόδε τοῦδε, καὶ ἔχει, τὸ δ̓ ἔχεται, καὶ πρὶν ἡμᾶς ἐπιστῆσαι,

572
καὶ ἴσα πρὸ ἡμῶν πρὸς ἄλληλα ἐπὶ τοῦ ποιὰ εἶναι ἔστιν ἐν ταυτότητι τῇ πρὸς ἄλληλα καὶ ἐπὶ πάντων ὧν λέγομεν πρός τι μετὰ τὰ ὑποκείμενα ἔστι πρὸς ἄλληλα ἡ σχέσις, ἡμεῖς δὲ οὖσαν θεωροῦμεν καὶ ἡ γνῶσις πρὸς τὸ γινωσκόμενον — οὗ δὴ καὶ φανερώτερον τὸ τῆς ὑποστάσεως τὸ ἐκ τῆς σχέσεως — παυστέον μὲν τὸ ζητεῖν, εἰ ἔστι σχέσις: ἐπισημηναμένους δέ, ὅτι τῶν τοιούτων ἐπὶ μὲν τῶν, ἕως μένει τὰ ὑποκείμενα ὅπως εἶχε, κἂν χωρὶς γένηται, ὑπάρχει ἡ σχέσις, ἐπὶ δὲ τῶν, ὅταν συνέλθῃ, γίγνεται, ἐπὶ δὲ τῶν καὶ μενόντων παύεται ἡ σχέσις ἢ ὅλως ἢ ἄλλη γίγνεται, οἷον ἐπὶ δεξιοῦ καὶ πλησίον, ἐξ ὧν καὶ μάλιστα ἡ ὑπόνοια τοῦ μηδὲν εἶναι ἐν τοῖς τοιούτοις: τοῦτ̓ οὖν
2.271
ἐπισημηναμένους χρὴ ζητεῖν τί ταὐτὸν ἐν πᾶσι, καὶ εἰ ὡς γένος, ἀλλὰ μὴ συμβεβηκός: εἶτα εὑρεθὲν τὸ ταὐτὸν ποίαν ὑπόστασιν ἔχει. λεκτέον δὴ τὸ πρὸς τι οὐκ εἴ τι ἁπλῶς ἑτέρου λέγεται, οἷον ἕξις ψυχῆς ἢ σώματος, οὐδ̓ ὅτι ψυχὴ τοῦδε ἐστὶν ἢ ἐν ἑτέρῳ, ἀλλ̓ οἷς ἡ ὑπόστασις οὐδαμόθεν ἢ ἐκ τῆς σχέσεως παραγίνεται: ὑπόστασις δὲ οὐχ ἡ τῶν ὑποκειμένων, ἀλλ̓ ἣ πρός τι λέγεται: οἷον τὸ διπλάσιον πρὸς ἥμισυ τὴν ὑπόστασιν δίδωσιν οὔτε τῷ διπήχει ἢ ὅλως δυσίν, οὔτε τῷ πηχυαίῳ ἢ ὅλως ἑνί, ἀλλὰ τούτων ὄντων κατὰ τὴν σχέσιν αὐτῶν πρὸς τῷ δύο, τὸ δὲ ἓν εἶναι, ἔσχε τὸ μὲν διπλάσιον λέγεσθαί τε καὶ εἶναι, τὸ δὲ ἓν ἥμισυ ἔσχεν αὐτό. συνεγέννησεν οὖν ἄμφω ἐξ αὑτῶν ἄλλο εἶναι διπλάσιον καὶ ἥμισυ, ἃ πρὸς ἄλληλα ἐγεννήθη καὶ τὸ εἶναι οὐκ ἄλλο τι ἢ τὸ ἀλλήλοις εἶναι, τῷ μὲν διπλασίῳ παρὰ τοῦ ὑπερέχειν τὸ ἥμισυ, τῷ δὲ ἡμίσει παρὰ τοῦ ὑπερέχεσθαι: ὥστε οὐκ ἔστι τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερον, ἀλλ̓ ἅμα ὑφίσταται. εἰ δὲ καὶ ἅμα μένει; ἢ ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν παραπλησίων πατρὸς ἀπελθόντος υἱός ἐστι, καὶ ἀδελφοῦ ἀδελφός: ἐπεὶ καὶ τὸ ʽὅμοιος οὗτος τῷ τεθνηκότἰ λέγομεν.

ἀλλὰ ταῦτα μὲν παρεξέβημεν: ἐκεῖθεν δὲ ζητητέον τὸ διὰ τί ἐπὶ τούτων οὐχ ὁμοίως; ἀλλὰ τὸ εἶναι τοῦτο τὸ παῤ ἀλλήλων τίνα ἔχει κοινὴν τὴν ὑπόστασιν εἰπάτωσαν. σῶμα μὲν οὖν τι τοῦτο τὸ κοινὸν οὐκ ἂν εἴη. λείπεται δή, εἴπερ ἔστιν,

573
ἀσώματον καὶ ἢ ἐν αὐτοῖς ἢ ἔξωθεν. καὶ εἰ μὲν ἡ αὐτὴ σχέσις, συνώνυμος, εἰ δὲ μή, ἀλλ̓ ἄλλη ἄλλων, ὁμώνυμος: οὐ γὰρ δή, ὅτι σχέσις λέγεται, καὶ τὴν οὐσίαν τὴν αὐτὴν ἂν ἔχοι. ἆῤ οὖν τὰς
2.272
σχέσεις ταύτῃ διαιρετέον, ᾗ τὰ μὲν ἔχει ἀργὸν τὴν σχέσιν, οἷον κειμένην θεωρεῖν, καὶ ἅμα πάντη ἡ ὑπόστασις, τὰ δὲ μετὰ δυνάμεως καὶ ἔργου ἢ ἀεί πως τὴν σχέσιν καὶ εἶχε καὶ πρὸ τοῦ τὴν ἑτοιμότητα, ἐν δὲ τῇ συνόδῳ καὶ ἐνεργείᾳ ὑπέστη, ἢ καὶ ὅλως τὰ μὲν πεποίηκε, τὰ δ̓ ὑπέστη, καὶ τὸ ὑποστὰν ὄνομα μόνον παρέσχε τῷ ἑτέρῳ, τὸ δὲ τὴν ὑπόστασιν; τοιοῦτον γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱός: καὶ τὸ ποιητικὸν δὲ καὶ τὸ παθητικὸν ἔχει τινὰ οἷον ζωὴν καὶ ἐνέργειαν. ἆῤ οὖν ταύτῃ διαιρετέον τὴν σχέσιν, καὶ διαιρετέον οὐχ ὡς ταὐτόν τι καὶ κοινὸν ἐν διαφοραῖς, ἀλλ̓ ὅλως ὡς ἑτέραν φύσιν τὴν σχέσιν ἐν ἑκατέρῳ, καὶ λεκτέον ὁμώνυμον τὴν μὲν ποιοῦσαν ποίησιν καὶ πάθησιν, ὡς μίαν ἄμφω, τὴν δὲ οὐ ποιοῦσαν, ἀλλ̓ ἐπ̓ ἀμφοῖν τὸ ποιοῦν ἄλλο; οἷον ἰσότητα τὴν τὰ ἴσα: ἰσότητι γὰρ ἴσα καὶ ὅλως ταυτότητί τινι ταὐτά: τὸ δὲ μέγα καὶ μικρόν, τὸ μὲν μεγέθους παρουσίᾳ, τὸ δὲ μικρότητος. ὅταν δὲ τὸ μὲν μεῖζον, τὸ δὲ μικρότερον, οἱ μὲν μεταλαβόντες ὁ μὲν μείζων ἐνεργείᾳ φανέντος τοῦ ἐν αὐτῷ μεγέθους, ὁ δὲ μικρὸς τῆς σμικρότητος.

χρὴ οὖν ἐπὶ μὲν τῶν πρόσθεν εἰρημένων, οἷον ποιοῦντος, ἐπιστήμης, ἐνεργῆ τὴν σχέσιν καὶ τὴν ἐνέργειαν καὶ τὸν ἐπὶ τῇ ἐνεργείᾳ λόγον τίθεσθαι, ἐπὶ δὲ τῶν ἄλλων εἴδους καὶ λόγου μετάληψιν εἶναι. καὶ γάρ, εἰ μὲν σώματα ἔδει τὰ ὄντα εἶναι, οὐδὲν ἔδει λέγειν εἶναι ταύτας τὰς τοῦ πρός τι λεγομένας σχέσεις: εἰ δὲ καὶ ἀσωμάτοις δίδομεν τὴν κυρίαν χώραν καὶ τοῖς λόγοις, λόγους λέγοντες τὰς σχέσεις καὶ εἰδῶν μεταλήψεις αἰτίας: τοῦ γὰρ διπλάσιον εἶναι τὸ διπλάσιον αὐτὸ αἴτιον, τῷ δὲ τὸ ἥμισυ: καὶ τὰ μὲν τῷ αὐτῷ εἴδει, τὰ δὲ τοῖς

2.273
ἀντικειμένοις εἶναι ἃ λέγεται: ἅμα οὖν τῷδε μὲν προσῆλθε τὸ διπλάσιον, ἄλλῳ δὲ τὸ ἥμισυ, καὶ τῷδε μὲν τὸ μέγεθος, τῷδε δὲ ἡ σμικρότης, ἢ ἀμφότερά ἐστιν ἐν ἑκάστῳ, καὶ ὁμοιότης καὶ ἀνομοιότης καὶ ὅλως ταὐτὸν καὶ θάτερον: διὸ καὶ ὅμοιον καὶ ἀνόμοιον τὸ αὐτὸ καὶ ταὐτὸν καὶ θάτερον. τί οὖν, εἰ ὁ μὲν αἰσχρός, ὁ δὲ αἰσχίων εἴδους τοῦ αὐτοῦ μετουσίᾳ; ἤ, εἰ μὲν παντάπασιν αἰσχροί, ἴσοι εἴδους ἀπουσίᾳ: εἰ δ̓ ἐν τῷ μὲν τὸ μᾶλλον, ἐν τῷ δὲ τὸ ἧττον, μεταλήψει εἴδους τοῦ οὐ κρατοῦντος ὁ ἧττον αἰσχρός, ὁ δὲ μᾶλλον ἔτι μᾶλλον οὐ κρατοῦντος: ἢ τῇ στερήσει, εἴ τις βούλοιτο τὴν παραβολὴν ἔχειν, οἷον εἴδους αὐτοῖς ὄντος. αἴσθησις δὲ εἶδός τι ἐξ ἀμφοῖν, καὶ γνῶσις ὡσαύτως ἐξ ἀμφοῖν τι εἶδος: ἡ δὲ ἕξις πρὸς τὸ ἐχόμενον ἐνέργειά τις οἷον συνέχουσα, ὥσπερ ποίησίς τις: ἡ δὲ μέτρησις τοῦ μετροῦντος ἐνέργεια πρὸς τὸ μετρούμενον λόγος τις. εἰ μὲν οὖν ὡς εἶδος γενικῶς τὴν τοῦ πρός τι σχέσιν ὡς ἕν τις θήσεται, γένος ἓν καὶ ὑπόστασις ὡς λόγος τις πανταχοῦ: εἰ δὲ οἱ λόγοι καὶ ἀντικείμενοι καὶ διαφορὰς ἔχοντες τὰς εἰρημένας, τάχα οὐκ ἂν ἓν γένος εἴη, ἀλλ̓ εἰς ὁμοιότητά τινα πάντα ἀνάγεται καὶ κατηγορίαν μίαν. ἀλλ̓ εἰ καὶ εἰς ἓν δύναιτο ἀνάγεσθαι τὰ εἰρημένα, ἀλλ̓ εἰς γένος ἓν ἀδύνατον τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν αὐτοῖς τεθέντα. καὶ γὰρ τὰς ἀποφάσεις αὐτῶν εἰς ἓν ἀνάγουσι, καὶ τὰ παρονομαζόμενα ἀπ̓ αὐτῶν, οἷον διπλάσιον καὶ οὐ διπλάσιον καὶ τὸ διπλάσιον καὶ ὁ διπλασμός. πῶς ἂν οὖν ὑφ̓ ἓν γένος αὐτό τι καὶ ἡ ἀπόφασις, διπλάσιον καὶ οὐ διπλάσιον, καὶ πρός τι καὶ οὐ πρός τι; ὥσπερ ἂν εἰ ζῷόν τις γένος θεὶς καὶ τὸ οὐ ζῷον ἐκεῖ τιθείη.
2.274
καὶ τὸ διπλάσιον καὶ ὁ διπλασμὸς ὥσπερ ἡ λευκότης καὶ ὁ λευκός, οὐχ ὥσπερ ταὐτόν.

τὴν δὲ ποιότητα, ἀφ̓ ἧς ὁ λεγόμενος ποιός, δεῖ λαμβάνειν πρῶτον τίς οὖσα τοὺς λεγομένους ποιοὺς παρέχεται, καὶ εἰ μία καὶ ἡ αὐτὴ κατὰ τὸ κοινὸν ταῖς διαφοραῖς τὰ εἴδη παρέχεται: ἤ, εἰ πολλαχῶς αἱ ποιότητες, οὐχ ἓν ἂν εἴη γένος. τί οὖν τὸ κοινὸν ἐπί τε ἕξεως καὶ διαθέσεως καὶ παθητικῆς ποιότητος καὶ σχήματος καὶ μορφῆς; καὶ λεπτόν, παχύ, ἰσχνόν; εἰ μὲν γὰρ τὸ κοινὸν δύναμιν ἐροῦμεν, ἣ ἐφαρμόττει καὶ ταῖς ἕξεσι καὶ ταῖς διαθέσεσι καὶ ταῖς φυσικαῖς δυνάμεσιν, ἀφ̓ ἧς τὸ ἔχον δύναται ἃ δύναται, οὐκέτι αἱ ἀδυναμίαι ἁρμόσουσιν. ἔπειτα τὸ σχῆμα καὶ ἡ μορφὴ ἡ περὶ ἕκαστον πῶς δύναμις; εἶτα καὶ τὸ ὂν ᾗ ὂν δύναμιν οὐδεμίαν ἕξει, ἀλλ̓ ὅταν αὐτῷ προσέλθῃ τὸ

575
ποιόν, αἱ δὲ ἐνέργειαι τῶν οὐσιῶν, ὅσαι μάλιστά εἰσιν ἐνέργειαι, τοῦ ποιοῦ καθ̓ ἑαυτὰς ἐνεργοῦσαι καὶ τῶν οἰκείων δυνάμεων ὅ εἰσιν. ἀλλ̓ ἆρα κατὰ τὰς μετ̓ αὐτὰς οὐσίας δυνάμεις; οἷον ἡ πυκτικὴ δύναμις οὐ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, ἀλλὰ τὸ λογικόν: ὥστε οὐ ποιότης τὸ οὕτω λογικόν, ἀλλὰ μᾶλλον ὃ ἐξ ἀρετῆς κτήσαιτο ἄν τις: ὥστε ὁμώνυμον τὸ λογικόν: ὥστε εἴη ἂν ἡ ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μεθ̓ ἑαυτὰς τὸ ποιαῖς εἶναι. αἱ δὲ διαφοραὶ αἱ πρὸς ἀλλήλας τὰς οὐσίας διιστᾶσαι ὁμωνύμως ποιότητες, ἐνέργειαι οὖσαι μᾶλλον καὶ λόγοι ἢ μέρη λόγων, τὸ τὶ οὐδὲν ἧττον δηλοῦσαι, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν λέγειν. αἱ δὲ ποιότητες αἱ κυρίως, καθ̓ ἃς ποιοί, ἃς δὴ λέγομεν δυνάμεις εἶναι, κατὰ τὸ κοινὸν εἶεν ἂν λόγοι τινὲς καὶ οἷον μορφαί, περί τε ψυχὴν κάλλη καὶ
2.275
αἴσχη καὶ περὶ σῶμα ὡσαύτως. ἀλλὰ πῶς δυνάμεις πᾶσαι; κάλλος μὲν γὰρ ἔστω καὶ ὑγίεια ἑκατέρα, αἶσχος δὲ καὶ νόσος καὶ ἀσθένεια καὶ ἀδυναμία ὅλως πῶς; ἢ ὅτι καὶ κατὰ ταύτας ποιοὶ λέγονται. ἀλλὰ τί κωλύει λεγομένους ποιοὺς ὁμωνύμως λέγεσθαι καὶ μὴ καθ̓ ἕνα λόγον, καὶ μὴ μόνον τετραχῶς, ἀλλὰ καὶ καθ̓ ἕκαστον τῶν τεττάρων τοὐλάχιστον διχῶς; ἢ πρῶτον μὲν οὐ κατὰ τὸ ποιῆσαι ἢ παθεῖν ἡ ποιότης, ὥστε ἄλλως μὲν τὸ δυνάμενον ποιεῖν, ἄλλως δὲ τὸ πάσχον, ἀλλὰ κατὰ τὴν ὑγίειαν καὶ τὴν διάθεσιν καὶ τὴν ἕξιν ποιὸν καὶ τὴν νόσον ὡσαύτως καὶ τὴν ἰσχὺν καὶ τὴν ἀσθένειαν. ἀλλ̓ εἰ τοῦτο, οὐκέτι κοινὸν ἡ δύναμις, ἀλλὰ ἄλλο τι δεῖ τὸ κοινὸν ζητεῖν: οὐδ̓ αὖ λόγους πάσας: πῶς γὰρ ἡ νόσος ἡ ἐν ἕξει λόγος; ἀλλ̓ ἆρα τὰς μὲν ἐν εἴδεσι καὶ δυνάμεσι ποιότητας, ταύτας δὲ στερήσεις; ὥστε μὴ ἓν γένος, ἀλλὰ εἰς ἓν ὡς μίαν κατηγορίαν, οἷον ἐπιστήμην μὲν εἶδος καὶ δύναμιν, ἀνεπιστημοσύνην δὲ στέρησιν καὶ ἀδυναμίαν. ἢ μορφή τις καὶ ἡ ἀδυναμία καὶ ἡ νόσος, καὶ δύναται δὲ καὶ ποιεῖ πολλά, ἀλλὰ φαύλως, καὶ ἡ νόσος καὶ ἡ κακία. ἢ ἔκπτωσις τοῦ σκοποῦ οὖσα πῶς δύναμις; ἢ τὸ αὑτῆς ἑκάστη πράττει οὐ πρὸς τὸ ὀρθὸν βλέπουσα: οὐ γὰρ ἂν ἐποίησέ τι, ὃ μὴ δύναται. καὶ τὸ κάλλος δὲ δύναμιν ἔχει τινός. ἆῤ οὖν καὶ τὸ τρίγωνον; ἢ ὅλως οὐδὲ πρὸς δύναμιν δεῖ βλέπειν, ἀλλὰ μᾶλλον πρὸς ὃ διάκειται: ὥστε κατὰ τὰς οἷον μορφὰς καὶ χαρακτῆρας, καὶ κοινὸν ἡ μορφὴ καὶ τὸ εἶδος
576
τὸ ἐπὶ τῇ οὐσίᾳ μετὰ τὴν οὐσίαν. ἀλλὰ πάλιν πῶς αἱ δυνάμεις; ἢ καὶ ὁ φύσει πυκτικὸς τῷ διακεῖσθαί πως ἔχει τοῦτο, καὶ ὁ ἀδύνατος πρός τι,
2.276
καὶ ὅλως χαρακτήρ τις ἡ ποιότης οὐκ οὐσιώδης. ὃ δ̓ ἂν τὸ αὐτὸ δοκῇ καὶ εἰς οὐσίαν συμβάλλεσθαι καὶ εἰς μὴ οὐσίαν, οἷον θερμότης καὶ λευκότης καὶ ὅλως χρόα, τὸ μὲν τῆς οὐσίας ἄλλο, οἷον ἐνέργεια αὐτῆς, τὸ δὲ δευτέρως καὶ ἀπ̓ ἐκείνου καὶ ἄλλο ἐν ἄλλῳ, εἴδωλον αὐτοῦ καὶ ὅμοιον. ἀλλ̓ εἰ κατὰ τὴν μόρφωσιν καὶ χαρακτῆρα καὶ λόγον, πῶς τὰ κατὰ ἀδυναμίαν καὶ αἴσχη; ἢ λόγους ἀτελεῖς λεκτέον, οἷον ἐν τῷ αἰσχρῷ. καὶ ἐν τῇ νόσῳ πῶς ὁ λόγος; ἢ καὶ ἐνταῦθα λόγον κινούμενον τὸν τῆς ὑγιείας. ἢ οὐκ ἐν λόγῳ πάντα, ἀλλὰ ἀρκεῖ τὸ κοινὸν παρὰ τό πως διακεῖσθαι εἶναι ἔξωθεν τῆς οὐσίας, καὶ τὸ ἐπιγιγνόμενον μετὰ τὴν οὐσίαν ποιότης τοῦ ὑποκειμένου. τὸ δὲ τρίγωνον ποιότης τοῦ ἐν ᾧ, οὐχ ἁπλῶς τρίγωνον, ἀλλὰ τὸ ἐν τούτῳ καὶ καθ̓ ὅσον ἐμόρφωσεν. ἀλλὰ καὶ ἡ ἀνθρωπότης ἐμόρφωσεν ἢ οὐσίωσεν.

ἀλλ̓ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ διαθέσεις ἄλλο; οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ̓ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν: προσθήκη δ̓ ἔξωθεν τὸ μένειν: εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας. ἀλλ̓ εἰ ἀτελεῖς, οὔπω ποιότητες: εἰ δ̓ ἤδη ποιότητες, προσθήκη τὸ μόνιμον. αἱ δὲ φυσικαὶ δυνάμεις πῶς ἕτερον εἶδος; εἰ μὲν γὰρ κατὰ τὰς δυνάμεις ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως, ὡς εἴρηται: εἰ δὲ τῷ διακεῖσθαι τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις προστεθεῖσα ποιεῖ, ἐπεὶ καὶ ἐν ταῖς ἕξεσι δύναμις. ἔπειτα διὰ τί ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει; ἤ, εἰ ποιοί,

2.277
οὐδὲ διαφοραὶ ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχοι, ὁ δὲ φύσει, ἀλλ̓ ἔξωθεν ἡ διαφορά: κατ̓ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς; καὶ εἰ αἱ μὲν ἐκ πάθους, αἱ δὲ οὔ: οὐ γὰρ διαφέρει τὸ πόθεν
577
ἡ ποιότης: λέγω δὲ ποιότητος παραλλαγαῖς καὶ διαφοραῖς. ἔχοι δ̓ ἂν ζήτησιν καί, εἰ ἐκ πάθους αἵδε, αἱ μὲν οὕτως, αἱ δὲ μὴ τῶν αὐτῶν, πῶς ἐν εἴδει τῷ αὐτῷ: καὶ εἰ αἱ μὲν τῷ γεγονέναι, αἱ δὲ τῷ ποιεῖν, ὁμωνύμως ἂν εἶεν. τί δὲ ἡ περὶ ἕκαστον μορφή; εἰ μὲν γὰρ καθ̓ ὃ εἶδός ἐστιν ἕκαστον, οὐ ποιόν: εἰ δὲ καθ̓ ὃ καλὸν μετὰ τὸ τοῦ ὑποκειμένου εἶδος ἢ αἰσχρόν, λόγον ἂν ἔχοι. τὸ δὲ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκ ὀρθῶς ἂν λέγοιτο ποιά: οὐ γὰρ δὴ ταῖς διαστάσεσι ταῖς ἀπ̓ ἀλλήλων καὶ ἐγγὺς τὸ μανὸν καὶ τὸ πυκνὸν καὶ τραχύτης, καὶ οὐ πανταχοῦ ἐξ ἀνωμαλίας θέσεως καὶ ὁμαλότητος: εἰ δὲ καὶ ἐκ τούτων, οὐδὲν κωλύει καὶ ὡς ποιὰ εἶναι. τὸ δὲ κοῦφον καὶ βαρὺ γνωσθὲν δηλώσει, ὅπου δεῖ αὐτὰ θεῖναι. εἴη δ̓ ἂν καὶ ὁμωνυμία περὶ τὸ κοῦφον, εἰ μὴ τῷ σταθμῷ λέγοιτο τοῦ πλείονος καὶ ἐλάττονος, ἐν ᾧ καὶ τὸ ἰσχνὸν καὶ τὸ λεπτόν, ὃ ἐν ἄλλῳ εἴδει παρὰ τὰ τέτταρα.

ἀλλ̓ εἰ μὴ οὕτω τις ἀξιώσειε τὸ ποιὸν διαιρεῖν, τίνι ἂν διέλοι; ἐπισκεπτέον οὖν, εἰ δεῖ τὰς μὲν σώματος λέγοντα, τὰς δὲ ψυχῆς, τοῦ δὲ σώματος μερίζειν κατὰ τὰς αἰσθήσεις, τὰς μὲν ὄψει λέγοντα, τὰς δ̓ ἀκοῇ ἢ γεύσει, ἄλλας ὀσφρήσει ἢ ἁφῇ. τὰς δὲ τῆς ψυχῆς πῶς; ἐπιθυμητικοῦ, θυμοειδοῦς, λογιστικοῦ. ἢ ταῖς διαφοραῖς τῶν ἐνεργειῶν, αἳ γίνονται κατ̓ αὐτάς, ὅτι γεννητικαὶ αὗται τούτων. ἢ τῷ ὠφελίμῳ καὶ

2.278
βλαβερῷ: καὶ πάλιν διαιρετέον τὰς ὠφελείας καὶ τὰς βλάβας. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν σωματικῶν τῷ ποιεῖν διάφορα τῷ ὠφελίμῳ καὶ βλαβερῷ: οἰκεῖαι γὰρ διαφοραὶ ποιότητος. ἢ γὰρ δοκεῖ ἡ ὠφέλεια καὶ τὸ βλάβος ἀπὸ τῆς ποιότητος καὶ ποιοῦ ἢ ζητητέον τρόπον ἄλλον. ἐπισκεπτέον δέ, πῶς καὶ ὁ ποιὸς ὁ κατὰ τὴν ποιότητα ἐν τῇ αὐτῇ ἔσται: οὐ γὰρ δὴ ἓν γένος ἀμφοῖν: καὶ εἰ ὁ πυκτικὸς ἐν ποιότητι, πῶς οὐ καὶ ὁ ποιητικός; καὶ εἰ τοῦτο, καὶ τὸ ποιητικόν: ὥστε οὐδὲν δεῖ εἰς τὸ πρός τι τὸ ποιητικὸν οὐδ̓ αὖ τὸ παθητικόν, εἰ ὁ παθητικὸς ποιός. καὶ ἴσως βέλτιον ἐνταῦθα ὁ ποιητικός, εἰ κατὰ δύναμιν λέγεται: ἡ δὲ δύναμις ποιότης: εἰ δὲ κατ̓ οὐσίαν ἡ δύναμις, ᾗ
578
δύναμις, οὐδ̓ οὕτω πρός τι οὐδὲ ποιὸν ἔτι. οὐδὲ γὰρ ὡς τὸ μεῖζον τὸ ποιητικόν: τὸ γὰρ μεῖζον τὴν ὑπόστασιν, καθ̓ ὃ μεῖζον, πρὸς τὸ ἔλαττον, τὸ δὲ ποιητικὸν τῷ τοιόνδε εἶναι ἤδη. ἀλλ̓ ἴσως κατὰ μὲν τὸ τοιόνδε ποιόν, ᾗ δὲ δύναται εἰς ἄλλο ποιητικὸν λεγόμενον πρός τι. διὰ τί οὖν οὐ καὶ ὁ πυκτικὸς πρός τι, καὶ ἡ πυκτικὴ αὐτή; πρὸς ἄλλο γὰρ ὅλως ἡ πυκτική: καὶ γὰρ οὐδὲν αὐτῆς θεώρημα, ὃ μὴ πρὸς ἄλλο. καὶ περὶ τῶν ἄλλων δὲ τεχνῶν ἢ τῶν πλείστων ἐπισκεπτέον καὶ λεκτέον ἴσως: ᾗ μὲν διατιθεῖσι τὴν ψυχήν, ποιότητες, ᾗ δὲ ποιοῦσι, ποιητικαὶ καὶ κατὰ τοῦτο πρὸς ἄλλο καὶ πρός τι: ἐπεὶ καὶ ἄλλον τρόπον πρός τι, καθ̓ ὃ ἕξεις λέγονται. ἆῤ οὖν ἄλλη τις ὑπόστασις κατὰ τὸ ποιητικὸν τοῦ ποιητικοῦ οὐκ ἄλλου τινὸς ὄντος ἢ καθ̓ ὅσον ποιόν; τάχα μὲν γὰρ ἄν τις ἐπὶ τῶν ἐμψύχων καὶ ἔτι μᾶλλον ἐπὶ τῶν προαίρεσιν ἐχόντων τῷ νενευκέναι πρὸς τὸ ποιεῖν ὑπόστασιν εἶναι καὶ
2.279
κατὰ τὸ ποιητικόν: ἐπὶ δὲ τῶν ἀψύχων δυνάμεων, ἃς ποιότητας εἴπομεν, τί τὸ ποιητικόν; ἢ ὅταν συντύχῃ αὐτῷ ἄλλο, ἀπέλαυσε καὶ μετέλαβε παῤ ἐκείνου οὗ ἔχει. εἰ δὲ τὸ αὐτὸ καὶ ποιεῖ εἰς ἄλλο καὶ πάσχει, πῶς ἔτι τὸ ποιητικόν; ἐπεὶ καὶ τὸ μεῖζον τρίπηχυ ὂν καθ̓ αὑτὸ καὶ μεῖζον καὶ ἔλαττον ἐν τῇ συντυχίᾳ τῇ πρὸς ἄλλο. ἀλλ̓ ἐρεῖ τις τὸ μεῖζον καὶ ἔλαττον μεταλήψει μεγέθους καὶ σμικρότητος: ἢ καὶ τοῦτο μεταλήψει ποιητικοῦ καὶ παθητικοῦ. ζητητέον δὲ καὶ ἐνταῦθα καὶ εἰ αἱ τῇδε ποιότητες καὶ αἱ ἐκεῖ ὑφ̓ ἕν: τοῦτο δὲ πρὸς τοὺς τιθεμένους κἀκεῖ. ἢ κἂν μὴ εἴδη τις διδῷ, ἀλλὰ νοῦν λέγων εἰ ἕξιν λέγοι, εἰ κοινόν τι ἐπ̓ ἐκείνης καὶ ταύτης τῆς ἕξεως. καὶ σοφία δὲ συγχωρεῖται. ἢ εἰ ὁμώνυμος πρὸς τὴν ἐνταῦθα, οὐκ ἠρίθμηται δηλονότι ἐν τούτοις: εἰ δὲ συνωνύμως, ἔσται τὸ ποιὸν κοινὸν ἐνταῦθα κἀκεῖ, εἰ μή τις τὰ ἐκεῖ λέγοι πάντα οὐσίας: καὶ τὸ νοεῖν τοίνυν. ἀλλὰ τοῦτο κοινὸν καὶ πρὸς τὰς ἄλλας κατηγορίας, εἰ τὸ διττὸν ὧδε κἀκεῖ, ἢ ὑφ̓ ἓν ἄμφω.

περὶ δὲ τοῦ ποτὲ ὧδε ἐπισκεπτέον: εἰ τὸ

579
χθὲς καὶ αὔριον καὶ πέρυσι καὶ τὰ τοιαῦτα μέρη χρόνου, διὰ τί οὐκ ἐν τῷ αὐτῷ ἔσται καὶ ταῦτα, ἐν ᾧπερ καὶ ὁ χρόνος; ἐπεὶ καὶ τὸ ἦν καὶ τὸ ἔστι καὶ τὸ ἔσται, εἴδη ὄντα χρόνου, δίκαιον δήπου ἐν ᾧ ὁ χρόνος τετάχθαι. λέγεται δὲ τοῦ ποσοῦ ὁ χρόνος: ὥστε τί δεῖ κατηγορίας ἄλλης; εἰ δὲ λέγοιεν, ὡς οὐ μόνον χρόνος τὸ ἦν καὶ ἔσται, καὶ τὸ χθὲς καὶ τὸ πέρυσι, τὰ ὑπὸ τὸ ἦν — ὑποβεβλῆσθαι γὰρ δεῖ ταῦτα τῷ ἦν — ἀλλ̓ οὐ νῦν μόνον χρόνος, ἀλλὰ ποτὲ χρόνος, πρῶτον μὲν
2.280
ἔσται, εἰ τὸ ποτὲ χρόνος, χρόνος: ἔπειτα, εἰ χρόνος παρεληλυθὼς τὸ χθές, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος: δύο οὖν κατηγορίαι καὶ οὐχ ἁπλοῦν. εἰ δὲ τὸ ἐν χρόνῳ φήσουσι τὸ ποτὲ εἶναι, ἀλλ̓ οὐ χρόνον, τοῦτο τὸ ἐν χρόνῳ εἰ μὲν τὸ πρᾶγμα λέγουσιν, οἷον Σωκράτης ὅτι πέρυσιν ἦν, ὁ μὲν Σωκράτης ἔξωθεν ἂν εἴη, καὶ οὐχ ἕν τι λέγουσιν. ἀλλὰ Σωκράτης ἢ ἡ πρᾶξις ἐν τούτῳ τῷ χρόνῳ τί ἂν εἴη ἢ ἐν μέρει τοῦ χρόνου; εἰ δ̓ ὅτι μέρος χρόνου λέγουσι, καὶ καθ̓ ὅ τι μέρος ἀξιοῦσι μὴ χρόνον ἁπλῶς τι λέγειν, ἀλλὰ μέρος χρόνου παρεληλυθός, πλείω ποιοῦσι, καὶ τὸ μέρος ᾗ μέρος πρός τι ὂν προσλαμβάνουσι καὶ τὸ παρεληλυθὸς ἐγκείμενόν τι αὐτοῖς ἔσται ἢ τὸ αὐτὸ τῷ ἦν, ὃ ἦν εἶδος χρόνου. ἀλλ̓ εἰ τῷ ἀόριστον μὲν εἶναι τὸ ἦν, τὸ δὲ χθὲς καὶ τὸ πέρυσιν ὡρίσθαι, πρῶτον μὲν τὸ ἦν που τάξομεν: ἔπειτα τὸ χθὲς ἔσται ἦν ὡρισμένον: ὥστε ἔσται ὡρισμένος χρόνος τὸ χθές. τοῦτο δὲ ποσός τις χρόνος: ὥστε, εἰ χρόνος ποσόν, ποσὸν ὡρισμένον ἕκαστον τούτων ἔσται. εἰ δέ, ὅταν λέγωσι χθές, τοῦτο λέγουσιν, ὡς ἐν χρόνῳ παρεληλυθότι ὡρισμένῳ γέγονε τόδε, ἔτι πλείω καὶ μᾶλλον λέγουσιν: ἔπειτα, εἰ δεῖ ἐπεισάγειν ἄλλας κατηγορίας τῷ ἕτερον ἐν ἑτέρῳ ποιεῖν, ὡς ἐνταῦθα τὸ ἐν χρόνῳ, ἄλλας πολλὰς ἀνευρήσομεν ἀπὸ τοῦ ποιεῖν ἄλλο ἐν ἄλλῳ. λεχθήσεται δὲ σαφέστερον ἐν τοῖς ἑξῆς τοῖς περὶ τοῦ ποῦ.

ʽτ̔ὸ δὲ ποῦ οἷον ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ.ʼ ἡ μὲν οὖν Ἀκαδημία καὶ τὸ Λύκειον πάντως

580
τόποι καὶ μέρη τόπου, ὥσπερ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ὡδὶ εἴδη ἢ μέρη: διαφέρει δέ, ὅτι
2.281
ἀφωρισμένως μᾶλλον. εἰ οὖν τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ μέσον τόποι, οἷον Δελφοὶ τὸ μέσον, καὶ τὸ παρὰ τὸ μέσον, οἷον Ἀθῆναι καὶ Λύκειον δὴ καὶ τὰ ἄλλα, τί δεῖ ἔτι παρὰ τὸν τόπον ζητεῖν ἡμᾶς καὶ ταῦτα λέγοντας τόπον ἐφ̓ ἑκάστου τούτων σημαίνειν; εἰ δὲ ἄλλο ἐν ἄλλῳ λέγομεν, οὐχ ἓν λέγομεν οὐδὲ ἁπλοῦν λέγομεν. ἔπειτα, εἰ τοῦτον ἐνταῦθα λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε καὶ τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο: διὰ τί οὖν οὐ πρός τι, εἰ ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἀπεγεννήθη τι; εἶτα τί διαφέρει τὸ ὧδε τοῦ Ἀθήνησιν; ἀλλὰ τὸ ὧδε τὸ δεικτικὸν τόπον φήσουσι σημαίνειν: ὥστε καὶ τὸ Ἀθήνησιν: ὥστε τοῦ τόπου τὸ Ἀθήνησιν. εἶτα, εἰ τὸ Ἀθήνησι τοῦτ̓ ἔστι τὸ ἐν Ἀθήναις ἐστί, πρὸς τῷ τόπῳ καὶ τὸ ἔστι προσκατηγορεῖται: δεῖ δὲ οὔ: ὥσπερ οὐδὲ τὸ ποιότης ἐστίν, ἀλλὰ τὸ ποιότης μόνον. πρὸς δὲ τούτοις, εἰ δεῖ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην κατηγορίαν ποιήσει; καὶ τὸ ἐν ὕλῃ ἄλλο, καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλο, καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρεσι, καὶ γένος ἐν εἴδεσι καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους αἱ κατηγορίαι ἔσονται.

ἐν δὲ τῷ ποιεῖν λεγομένῳ τάδ̓ ἄν τις ἐπισκέψαιτο. λέγεται γάρ, ὡς, ἐπεὶ μετὰ τὴν οὐσίαν τὰ περὶ τὴν οὐσίαν ἦν ποσότης καὶ ἀριθμός, τὸ ποσὸν γένος ἕτερον ἦν καὶ ποιότητος οὔσης περὶ αὐτὴν ἄλλο γένος τὸ ποιόν, οὕτω καὶ ποιήσεως οὔσης ἄλλο γένος τὸ ποιεῖν. ἆῤ οὖν τὸ ποιεῖν ἢ ἡ ποίησις, ἀφ̓ ἧς τὸ ποιεῖν, ὥσπερ καὶ ποιότης, ἀφ̓ ἧς τὸ ποιόν; ἢ ἐνταῦθα ποίησις, ποιεῖν, ποιῶν

2.282
εἰς ἓν ληπτέα. ἐμφαίνει δὲ μᾶλλον τὸ ποιεῖν καὶ τὸν ποιοῦντα, ἡ δὲ ποίησις οὔ: καὶ τὸ ποιεῖν ἐν ποιήσει εἶναί τινι: τοῦτο δὲ ἐνεργείᾳ: ὥστε ἐνέργειαν μᾶλλον εἶναι τὴν κατηγορίαν, ἣ περὶ τὴν οὐσίαν λέγεται θεωρεῖσθαι, ὡς ἐκεῖ ποιότης, καὶ αὐτὴ περὶ τὴν οὐσίαν ὥσπερ κίνησις, καὶ ἓν γένος ἡ κίνησις τῶν ὄντων. διὰ τί γὰρ ποιότης μὲν ἕν τι περὶ τὴν οὐσίαν, καὶ ποσότης ἕν τι, καὶ πρός τι διὰ τήν σχέσιν ἄλλου πρὸς ἄλλο, κινήσεως δὲ περὶ τὴν οὐσίαν οὔσης οὐκ ἔσται τι καὶ κίνησις ἓν γένος;

εἰ δέ τις λέγοι τὴν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι, οὐδὲν ἐκώλυε τὴν μὲν ἐνέργειαν προτάττειν, εἶδος δὲ τὴν κίνησιν ὡς ἀτελῆ οὖσαν ὑποβάλλειν, κατηγοροῦντά γε αὐτῆς τὴν ἐνέργειαν, προστιθέντα δὲ τὸ ἀτελές. τὸ γὰρ ἀτελὲς λέγεται περὶ αὐτῆς, οὐχ ὅτι οὐδὲ ἐνέργεια, ἀλλὰ ἐνέργεια μὲν πάντως, ἔχει δὲ καὶ τὸ πάλιν: καὶ τὸ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν: ἔστι γὰρ ἤδη: ἀλλ̓ ἵνα ἐργάσηταί τι, ὃ ἕτερόν ἐστι μετ̓ αὐτήν: καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο: οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν. εἰ δὲ ἔδει στάδιον διανύσαι, οὔπω δὲ ἦν διανύσας, τὸ ἐλλεῖπον οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεως ἦν, ἀλλὰ τῆς ποσῆς βαδίσεως: βάδισις δὲ ἦν καὶ ὁποσηοῦν καὶ κίνησις ἤδη: ὁ γοῦν κινούμενος ἤδη κεκίνηται, καὶ ὁ τέμνων ἤδη ἔτεμε. καὶ ὡς ἡ λεγομένη ἐνέργεια οὐ δεῖται χρόνου, οὕτως οὐδ̓ ἡ κίνησις, ἀλλ̓ ἡ εἰς τοσοῦτον κίνησις: καὶ εἰ ἐν ἀχρόνῳ ʽ??ʼ ἐνέργεια, καὶ ἡ κίνησις ἡ ὅλως κίνησις. εἰ δ̓ ὅτι τὸ συνεχὲς προσλαβοῦσα πάντως ἐν χρόνῳ, καὶ ἡ ὅρασις μὴ διαλείπουσα τὸ ὁρᾶν ἐν συνεχείᾳ

2.283
ἂν εἴη καὶ ἐν χρόνῳ. μαρτυρεῖ δὲ τούτῳ καὶ ἡ ἀναλογία ἡ λέγουσα ἀεὶ οἷόν τε εἶναι λαμβάνειν ἡστινοσοῦν κινήσεως καὶ μὴ εἶναι μήτε τοῦ χρόνου ἀρχὴν ἐν ᾧ καὶ ἀφ̓ οὗ ἤρξατο μήτε αὐτῆς ἀρχὴν τῆς κινήσεως, ἀλλ̓ εἶναι αὐτὴν διαιρεῖν ἐπὶ τὸ ἄνω: ὥστε ἐξ ἀπείρου συμβαίνοι ἂν τοῦ χρόνου κεκινῆσθαι τὴν ἄρτι ἀρξαμένην καὶ αὐτὴν ἄπειρον εἰς τὸ ἀρξάμενον εἶναι. τοῦτο γὰρ συμβαίνει διὰ τὸ χωρίζειν ἐνέργειαν κινήσεως καὶ τὴν μὲν ἐν ἀχρόνῳ φάσκειν γενέσθαι, τὴν δὲ χρόνου δεῖσθαι λέγειν μὴ τὴν ποσὴν μόνον, ἀλλ̓ ὅλως τὴν φύσιν αὐτῆς ἀναγκάζεσθαι ποσὴν λέγειν καίτοι ὁμολογοῦντας καὶ αὐτοὺς κατὰ συμβεβηκὸς τὸ ποσὸν αὐτῇ παρεῖναι, εἰ ἡμερησία εἴη ἢ ὁποσουοῦν χρόνου. ὥσπερ οὖν ἐνέργεια ἐν ἀχρόνῳ, οὕτως οὐδὲν κωλύει καὶ κίνησιν ἦρχθαι ἐν ἀχρόνῳ, ὁ δὲ χρόνος τῷ τοσήνδε γεγονέναι: ἐπεὶ καὶ μεταβολαὶ ἐν ἀχρόνῳ ὁμολογοῦνται γίγνεσθαι ἐν τῷ λέγεσθαι ʽὥσπερ οὐ καὶ ἀθρόας γινομένης μεταβολῆσ̓. εἰ οὖν μεταβολή, διὰ τί οὐχὶ καὶ κίνησις; εἴληπται δὲ μεταβολὴ οὐκ ἐν τῷ μεταβεβληκέναι: οὐ γὰρ τῆς ἐν τῷ μεταβεβληκέναι ἐδεῖτο.

εἰ δέ τις λέγοι μήτε τὴν ἐνέργειαν μήτε τὴν κίνησιν γένους δεῖσθαι καθ̓ αὑτά, ἀλλ̓ εἰς τὸ πρός τι ἀνάγειν τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητικοῦ, λεκτέον, ὡς τὰ μὲν πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ̓ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι: ὅταν δὲ ᾖ τις ὑπόστασις, κἂν ἑτέρου ᾖ κἂν πρὸς ἕτερον, τήν γε πρὸ τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις καὶ ἡ ἕξις δὲ ἑτέρου οὖσα οὐκ ἀφῄρηται

2.284
τοῦ πρὸ τοῦ πρός τι εἶναί τε καὶ νοεῖσθαι καθ̓ αὑτά: ἢ οὕτω πάντα ἔσται πρός τι: πάντως γὰρ ἔχει ὁτιοῦν σχέσιν πρὸς ὁτιοῦν, ὡς καὶ ἐπὶ τῆς ψυχῆς: αὐτή τε ἡ ποίησις καὶ τὸ ποιεῖν διὰ τί εἰς τὸ πρός τι οὐκ ἀναχθήσεται; ἢ γὰρ κίνησις ἢ ἐνέργεια πάντως ἔσται. εἰ δὲ τὴν μὲν ποίησιν εἰς τὸ πρός τι ἀνάξουσι, τὸ δὲ ποιεῖν ἓν γένος θήσονται, διὰ τί οὐ καὶ τὴν μὲν κίνησιν εἰς τὸ πρός τι, τὸ δὲ κινεῖσθαι ἕν τι γένος θήσονται, καὶ διαιρήσονται τὸ κινεῖσθαι ὡς ἓν διχῇ ἐν εἴδεσι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ̓ οὐχ ὡς νῦν τὸ μὲν ποιεῖν λέγουσι, τὸ δέ πάσχειν;

ἐπισκεπτέον δέ, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσι, τὰς δὲ κινήσεις, τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις, οἷον τὸ τέμνειν: ἐν χρόνῳ γὰρ τὸ τέμνειν: ἢ πάσας κινήσεις ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας πρὸς τὸ πάσχειν τὰς ποιήσεις ἤ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον. τὸ γοῦν βαδίζειν ἀπολελυμένον ὂν κίνησιν ἂν εἴποιεν, τὸ δὲ νοεῖν οὐκ ἔχον τὸ πάσχον καὶ αὐτὸ ἐνέργειαν, οἶμαι: ἢ οὐδὲ ποιεῖν φατέον τὸ νοεῖν καὶ τὸ βαδίζειν. ἀλλ̓ εἰ μὴ ἐν τῷ ποιεῖν ταῦτα, ποῦ λεκτέον. τάχα δὲ τὸ νοεῖν πρὸς τὸ νοητόν, ὥσπερ τὴν νόησιν: καὶ γὰρ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν. ἀλλ̓ εἰ κἀκεῖ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν, διὰ τί αὐτὸ τὸ αἰσθάνεσθαι οὐκέτι πρὸς τὸ αἰσθητόν; καὶ ἡ αἴσθησις δὲ ἡ πρὸς ἕτερον σχέσιν μὲν ἔχει πρὸς ἐκεῖνο, ἔχει δέ τι παρὰ τὴν σχέσιν, τὸ ἢ ἐνέργεια ἢ πάθος εἶναι. εἰ οὖν τὸ πάθος παρὰ

2.285
τό τινος εἶναι καὶ ὑπό τινος, ἔστι τι ἕτερον καὶ ἡ ἐνέργεια. ἡ δὲ δὴ βάδισις ἔχουσα καὶ αὐτὴ τό τινος εἶναι ʽκαὶ ποδῶν εἶναἰ καὶ ὑπό τινος ἔχει τὸ κίνησις εἶναι. ἔχοι ἂν οὖν καὶ ἡ νόησις παρὰ τὸ πρός τι τὸ ἢ κίνησις εἶναι ἢ ἐνέργεια.

ἐπισκεπτέον δέ, εἰ καί τινες ἐνέργειαι δόξουσιν ἀτελεῖς εἶναι μὴ προσλαβοῦσαι χρόνον, ὥστε εἰς ταὐτὸν ταῖς κινήσεσιν ἐλθεῖν, οἷον τὸ ζῆν καὶ ἡ ζωή. ἐν χρόνῳ γὰρ τελείῳ τὸ ζῆν ἑκάστου καὶ ἡ εὐδαιμονία ἐνέργεια οὐκ ἐν ἀμερεῖ, ἀλλὰ οἷον ἀξιοῦσι καὶ τὴν κίνησιν εἶναι: ὥστε κινήσεις ἄμφω λεκτέον καὶ ἕν τι τὴν κίνησιν καὶ γένος ἕν, θεωροῦντας παρὰ τὸ ποσὸν τὸ ἐν τῇ οὐσίᾳ καὶ τὸ ποιὸν καὶ κίνησιν οὖσαν περὶ αὐτήν: καί, εἰ βούλει, τὰς μὲν σωματικάς, τὰς δὲ ψυχικάς, ἢ τὰς μὲν παῤ αὐτῶν, τὰς δὲ ὑπ̓ ἄλλων εἰς αὐτά, ἢ τὰς μὲν ἐξ αὐτῶν, τὰς δὲ ἐξ ἄλλων, καὶ τὰς μὲν ἐξ αὐτῶν ποιήσεις εἴτε εἰς ἄλλα εἴτε ἀπολελυμένας, τὰς δὲ ἐξ ἄλλων πείσεις. καίτοι καὶ αἱ εἰς ἄλλα κινήσεις αἱ αὐταὶ ταῖς ἐξ ἄλλων: ἡ γὰρ τμῆσις, ἥ τε παρὰ τοῦ τέμνοντος ἥ τε ἐν τῷ τεμνομένῳ, μία, ἀλλὰ τὸ τέμνειν ἕτερον καὶ τὸ τέμνεσθαι. τάχα δὲ οὐδὲ μία ἡ τμῆσις ἡ ἀπὸ τοῦ τέμνοντος καὶ ἡ ἐν τῷ τεμνομένῳ, ἀλλ̓ ἔστι τὸ τέμνειν τὸ ἐκ τῆς τοιᾶσδε ἐνεργείας καὶ κινήσεως ἑτέραν ἐν τῷ τεμνομένῳ διάδοχον κίνησιν γίγνεσθαι. ἢ ἴσως οὐ κατ̓ αὐτὸ τὸ τέμνεσθαι τὸ διάφορον, ἀλλὰ κατ̓ ἄλλο τὸ ἐπιγιγνόμενον κίνημα, οἷον τὸ ἀλγεῖν: καὶ γὰρ τὸ πάσχειν ἐν τούτῳ. τί οὖν, εἰ μή τι ἀλγεῖ; τί ἄλλο ἢ ἡ ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷδε οὖσα; οὕτω γὰρ καὶ τὸ οὕτω λεγόμενον ποιεῖν, καὶ διττὸν οὕτως εἶναι τὸ ποιεῖν, τὸ μὲν μὴ ἐν

2.286
ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ συνιστάμενον: καὶ οὐκέτι τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν, ἀλλὰ τὸ ποιεῖν ἐν ἄλλῳ πεποίηκε δύο νομίζειν εἶναι, τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν: οἷον καὶ τὸ γράφειν, καίτοι ὂν ἐν ἄλλῳ, οὐκ ἐπιζητεῖ τὸ πάσχειν, ὅτι μὴ ἄλλο τι ἐν τῷ γραμματείῳ ποιεῖ παρὰ τὴν ἐνέργειαν τοῦ γράφοντος οἷον τὸ ἀλγεῖν. εἰ δέ τις λέγοι γεγράφθαι, οὐ τὸ πάσχειν λέγει. καὶ ἐπὶ τοῦ βαδίζειν, καίτοι οὔσης γῆς ἐφ̓ ἧς, οὐ προσποιεῖται τὸ πεπονθέναι. ἀλλ̓ ὅταν ἐπὶ σώματος ζῴου βαίνῃ, τὸ πάσχειν ἐπινοεῖ, ὃ ἐπιγίγνεται, ἄλγημα συλλογιζόμενος, οὐ τὸ βαδίζειν: ἢ ἐπενόησεν ἂν καὶ πρότερον. οὕτω καὶ ἐπὶ πάντων κατὰ μὲν τὸ ποιεῖν ἓν λεκτέον μετὰ τοῦ λεγομένου πάσχειν, τοῦ ἀντιθέτου. ὃ δὲ πάσχειν λέγεται, τὸ γενόμενον ὕστερον, οὐ τὸ ἀντίθετον, οἷον τῷ καίειν τὸ καίεσθαι: ἀλλὰ τὸ ἐκ τοῦ καίειν καὶ καίεσθαι ἑνὸς ὄντος, τὸ ἐπ̓ αὐτῷ γιγνόμενον ἢ ἄλγημα ἤ τι ἄλλο, οἷον μαραίνεσθαι. τί οὖν, εἴ τις αὐτὸ τοῦτο ἐργάζοιτο, ὥστε λυπεῖν, οὐχ ὁ μὲν ποιεῖ, ὁ δὲ πάσχει, καὶ ἐκ μιᾶς ἐνεργείας τὰ δύο; ἢ ἐν τῇ ἐνεργείᾳ οὐκέτι τὸ τῆς βουλήσεως τοῦ λυπεῖν, ἀλλὰ ποιεῖ τι ἕτερον, δἰ οὗ λυπεῖ, ὃ ἐν τῷ λυπησομένῳ γενόμενον ἓν ὂν καὶ ταὐτὸν πεποίηκεν ἄλλο, τὸ λυπεῖσθαι. τί οὖν; αὐτὸ τὸ ἓν γενόμενον, πρὶν καὶ λύπην ποιῆσαι, ἢ ὅλως λύπην οὐκ ἐμποιοῦν, οὐ πάθος ἐστὶ τοῦ εἰς ὅν, οἷον τὸ ἀκοῦσαι; ἢ οὐ πάθος τὸ ἀκοῦσαι οὐδ̓ ὅλως τὸ αἰσθάνεσθαι, ἀλλὰ τὸ λυπηθῆναί ἐστι γενέσθαι ἐν πάθει, ὃ μὴ ἀντίθετον τῷ ποιῆσαι.

ἀλλ̓ ἔστω μὴ ἀντίθετον: ὅμως δὲ ἕτερον ὂν τοῦ ποιεῖν οὐκ ἐν τῷ αὐτῷ γένει τῇ ποιήσει. ἤ, εἰ κίνησις ἄμφω, ἔν τῷ αὐτῷ, οἷον ἀλλοίωσις

2.287
κίνησις κατὰ τὸ ποιόν. ἆῤ οὖν, ὅταν μὲν ἀπὸ τοῦ ποιοῦ ἴῃ ἡ ἀλλοίωσις, ποίησις καὶ τὸ ποιεῖν ἀπαθοῦς αὐτοῦ ὄντος; ἢ ἐὰν μὲν ἀπαθὴς ᾖ, ἐν τῷ ποιεῖν ἔσται, ἐὰν δὲ ἐνεργοῦν εἰς ἄλλο, οἷον τύπτον, καὶ πάσχῃ, οὐκέτι ποιεῖ. ἢ οὐδὲν κωλύει ποιοῦντα καὶ πάσχειν. εἰ οὖν κατ̓ αὐτὸ τὸ πάσχειν, οἷον τὸ τρίβειν, διὰ τί ποιεῖν μᾶλλον ἢ πάσχειν; ἤ, ὅτι ἀντιτρίβεται, καὶ πάσχει. ἆῤ οὖν, ὅτι ἀντικινεῖται, καὶ δύο κινήσεις φήσομεν περὶ αὐτόν; καὶ πῶς δύο; ἀλλὰ μία. καὶ πῶς ἡ αὐτὴ καὶ ποίησις καὶ πεῖσις; ἢ οὕτω μὲν ποίησις τῷ ἀπ̓ ἄλλου, τῷ εἰς ἄλλον δὲ πεῖσις ἡ αὐτὴ οὖσα. ἀλλὰ ἄλλην φήσομεν; καὶ πῶς ἄλλο τι διατίθησι τὸν πάσχοντα ἀλλοιοῦσα καὶ ὁ ποιῶν ἀπαθὴς ἐκείνου; πῶς γὰρ ἂν πάθοι ὃ ποιεῖ ἐν ἄλλῳ; ἆῤ οὖν τὸ ἐν ἄλλῳ τὴν κίνησιν εἶναι ποιεῖ τὸ πάσχειν, ὃ ἦν οὐ πάσχειν κατὰ τὸν ποιοῦντα; ἀλλ̓ εἰ τὸ μὲν λευκαίνει ὁ λόγος ὁ τοῦ κύκνου, ὁ δὲ λευκαίνεται ὁ γιγνόμενος κύκνος, πάσχειν φήσομεν ἰόντα εἰς οὐσίαν; εἰ δὲ καὶ ὕστερον λευκαίνοιτο γενόμενος, καὶ εἰ τὸ μὲν αὔξοι, τὸ δὲ αὔξοιτο, τὸ αὐξανόμενον πάσχειν; ἢ μόνον ἐν τῷ ποιῷ τὴν πεῖσιν; ἀλλ̓ εἰ τὸ μὲν καλὸν ποιοῖ, τὸ δὲ καλλύνοιτο, τὸ καλλυνόμενον πάσχειν; εἰ οὖν τὸ καλλῦνον χεῖρον γίγνοιτο ἢ καὶ ἀφανίζοιτο, οἷον ὁ καττίτερος, τὸ δὲ βέλτιον γίγνοιτο, ὁ χαλκός, πάσχειν τὸν χαλκὸν φήσομεν, τὸν δὲ ποιεῖν; τὸν δὲ μανθάνοντα πῶς πάσχειν τῆς τοῦ ποιοῦντος ἐνεργείας εἰς αὐτὸν ἰούσης; ἢ πάθησις πῶς ἂν εἴη μία γε οὖσα; ἀλλ̓ αὐτὴ μὲν οὐ πάθησις, ὁ δὲ ἔχων πάσχων ἔσται, τοῦ πάσχειν τινὸς λαμβανομένου: οὐδὲ γὰρ τῷ μὴ ἐνηργηκέναι αὐτόν: οὐ γὰρ τὸ μανθάνειν, ὥσπερ τὸ πληγῆναι,
2.288
ἐν ἀντιλήψἑ??ʼ ὂν καὶ γνωρίσει, ὥσπερ οὐδὲ τὸ ὁρᾶν.