Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Τὸν νοῦν, τὸν ἀληθῆ νοῦν καὶ ὄντως, ἆῤ ἄν τις φαίη ψεύσεσθαί ποτε καὶ μὴ τὰ ὄντα δοξάσειν; οὐδαμῶς. πῶς γὰρ ἂν ἔτι νοῦς ἀνοηταίνων εἴη; δεῖ ἄρα αὐτὸν ἀεὶ εἰδέναι καὶ μηδ̓ ἂν ἐπιλαθέσθαι ποτέ, τὴν δὲ εἴδησιν αὐτῷ μήτε εἰκάζοντι εἶναι μήτε ἀμφίβολον μηδ̓ αὖ παῤ ἄλλου οἷον ἀκούσαντι. οὐ τοίνυν οὐδὲ δἰ ἀποδείξεως. καὶ γὰρ εἴ τινά τις φαίη δἰ ἀποδείξεως, ἀλλ̓ οὖν αὐτόθεν αὐτῷ ἐναργές τι εἶναι: καίτοι ὁ λόγος φησὶ πάντα. πῶς γὰρ καὶ διοριεῖ τις τά τε αὐτόθεν τά τε μή; ἀλλ̓ οὖν, ἃ συγχωροῦσιν αὐτόθεν, πόθεν φήσουσι τούτων τὸ ἐναργὲς αὐτῷ παρεῖναι; πόθεν δὲ αὐτῷ πίστιν, ὅτι οὕτως ἔχει,

520
παρέξεται; ἐπεὶ καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως, ἃ δὴ δοκεῖ πίστιν ἔχειν ἐναργεστάτην, ἀπιστεῖται, μή ποτε οὐκ ἐν τοῖς ὑποκειμένοις, ἀλλ̓ ἐν τοῖς πάθεσιν ἔχῃ τὴν δοκοῦσαν ὑπόστασιν, καὶ νοῦ δεῖ ἢ διανοίας τῶν κρινούντων: ἐπεὶ καὶ συγκεχωρημένου ἐν τοῖς ὑποκειμένοις εἶναι αἰσθητοῖς, ὧν ἀντίληψιν ἡ αἴσθησις ποιήσεται, τό γε γιγνωσκόμενον δἰ αἰσθήσεως τοῦ πράγματος εἴδωλόν ἐστι, καὶ οὐκ αὐτὸ τὸ πρᾶγμα ἡ αἴσθησις λαμβάνει: μένει γὰρ ἐκεῖνο ἔξω. ὁ δὴ νοῦς γινώσκων καὶ τὰ νοητὰ γινώσκων, εἰ μὲν ἕτερα ὄντα γινώσκει, πῶς ἂν συντύχοι αὐτοῖς; ἐνδέχεται γὰρ μή, ὥστε ἐνδέχεται μὴ γινώσκειν ἢ τότε ὅτε συνέτυχε, καὶ οὐκ ἀεὶ ἕξει τὴν γνῶσιν. εἰ δὲ συνεζεῦχθαι φήσουσι,
2.207
τί τὸ συνεζεῦχθαι τοῦτο; ἔπειτα καὶ αἱ νοήσεις τύποι ἔσονται: εἰ δὲ τοῦτο, καὶ ἐπακτοὶ καὶ πληγαί. πῶς δὲ καὶ τυπώσεται, ἢ τίς τῶν τοιούτων ἡ μορφή; καὶ ἡ νόησις τοῦ ἔξω, ὥσπερ καὶ ἡ αἴσθησις. καὶ τί διοίσει ἢ τῷ σμικροτέρων ἀντιλαμβάνεσθαι; πῶς δὲ καὶ γνώσεται, ὅτι ἀντελάβετο ὄντως; πῶς δέ, ὅτι ἀγαθὸν τοῦτο ἢ ὅτι καλὸν ἢ δίκαιον; ἕκαστον γὰρ τούτων ἄλλο αὐτοῦ, καὶ οὐκ ἐν αὐτῷ αἱ τῆς κρίσεως ἀρχαί, αἷς πιστεύσει, ἀλλὰ καὶ αὗται ἔξω, καὶ ἡ ἀλήθεια ἐκεῖ. εἶτα κἀκεῖνα ἀναίσθητα καὶ ἄμοιρα ζωῆς καὶ νοῦ, ἢ νοῦν ἔχει. καὶ εἰ νοῦν ἔχει, ἅμα ἐνταῦθα ἄμφω, καὶ τὸ ἀληθὲς ὡδί, καὶ ὁ πρῶτος νοῦς οὗτος, καὶ ἐπὶ τούτου ζητήσομεν, πῶς ἔχει ἡ ἐνταῦθα ἀλήθεια καὶ τὸ νοητὸν καὶ ὁ νοῦς, εἰ ἐν τῷ αὐτῷ μὲν καὶ ἅμα, δύο δὲ καὶ ἕτερα ἢ πῶς; εἰ δ̓ ἀνόητα καὶ ἄνευ ζωῆς, τί ὄντα; οὐ γὰρ δὴ προτάσεις οὐδὲ ἀξιώματα οὐδὲ λεκτά: ἤδη γὰρ ἂν καὶ αὐτὰ περὶ ἑτέρων λέγοι, καὶ οὐκ αὐτὰ τὰ ὄντα εἴη, οἷον τὸ δίκαιον καλόν, ἄλλου τοῦ δικαίου καὶ τοῦ καλοῦ ὄντος. εἰ δ̓ ἁπλᾶ φήσουσι; δίκαιον χωρὶς καὶ καλόν, πρῶτον μὲν οὐχ ἕν τι οὐδ̓ ἐν ἑνὶ τὸ νοητὸν ἔσται, ἀλλὰ διεσπασμένον ἕκαστον. καὶ ποῦ καὶ κατὰ τίνας διέσπασται τόπους; πῶς δὲ αὐτοῖς συντεύξεται ὁ νοῦς περιθέων; πῶς δὲ μενεῖ; ἢ ἐν τῷ αὐτῷ πῶς μενεῖ; τίνα δ̓ ὅλως μορφὴν ἢ τύπον ἕξει; εἰ μὴ ὥσπερ ἀγάλματα ἐγκείμενα χρυσᾶ ἢ ἄλλης τινὸς ὕλης ὑπό τινος πλάστου ἢ γραφέως πεποιημένα. ἀλλ̓ εἰ τοῦτο, ὁ θεωρῶν νοῦς αἴσθησις ἔσται. διὰ τί δὲ τὸ μέν ἐστι τῶν τοιούτων δικαιοσύνη,
521
τὸ δ̓ ἄλλο τι; μέγιστον δὲ πάντων ἐκεῖνο: εἰ γὰρ καὶ ὅτι μάλιστα δοίη τις ταῦτα ἔξω εἶναι,
2.208
καὶ τὸν νοῦν αὐτὰ οὕτως ἔχοντα θεωρεῖν, ἀναγκαῖον αὐτῷ μήτε τὸ ἀληθὲς αὐτῶν ἔχειν διεψεῦσθαί τε ἐν ἅπασιν οἷς θεωρεῖ. τὰ μὲν γὰρ ἀληθινὰ ἂν εἴη ἐκεῖνα: θεωρήσει τοίνυν αὐτὰ οὐκ ἔχων αὐτά, εἴδωλα δὲ αὐτῶν ἐν τῇ γνώσει τῇ τοιαύτῃ λαβών. τὸ τοίνυν ἀληθινὸν οὐκ ἔχων, εἴδωλα δὲ τοῦ ἀληθοῦς παῤ αὑτῷ λαβών, τὰ ψευδῆ ἕξει καὶ οὐδὲν ἀληθές. εἰ μὲν οὖν εἰδήσει, ὅτι τὰ ψευδῆ ἔχει, ὁμολογήσει ἄμοιρος ἀληθείας εἶναι: εἰ δὲ καὶ τοῦτο ἀγνοήσει, καὶ οἰήσεται τὸ ἀληθὲς ἔχειν οὐκ ἔχων, διπλάσιον ἐν αὐτῷ τὸ ψεῦδος γενόμενον πολὺ τῆς ἀληθείας αὐτὸν ἀποστήσει. διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς αἰσθήσεσιν, οἶμαι, οὐκ ἔνεστιν ἀλήθεια, ἀλλὰ δόξα, ὅτι παραδεχομένη καὶ διὰ τοῦτο δόξα οὖσα ἄλλο παραδέχεται ἄλλου ὄντος ἐκείνου, ἐξ οὗ τοῦτο ὃ παραδέχεται ἔχει. εἰ οὖν μὴ ἀλήθεια ἐν τῷ νῷ, οὗτος μὲν ὁ τοιοῦτος νοῦς οὔτε ἀλήθεια ἔσται, οὔτε ἀληθείᾳ νοῦς, οὔτε ὅλως νοῦς ἔσται. ἀλλ̓ οὐδὲ ἄλλοθί που ἡ ἀλήθεια ἔσται.

οὐ τοίνυν δεῖ οὔτε ἔξω τὰ νοητὰ ζητεῖν, οὔτε τύπους ἐν τῷ νῷ τῶν ὄντων λέγειν εἶναι, οὔτε τῆς ἀληθείας ἀποστεροῦντας αὐτὸν ἀγνωσίαν τε τῶν νοητῶν ποιεῖν καὶ ἀνυπαρξίαν καὶ ἔτι αὐτὸν τὸν νοῦν ἀναιρεῖν: ἀλλ̓ εἴπερ καὶ γνῶσιν δεῖ καὶ ἀλήθειαν εἰσάγειν καὶ τὰ ὄντα τηρεῖν καὶ γνῶσιν τοῦ τί ἕκαστόν ἐστιν, ἀλλὰ μὴ τοῦ ποῖόν τι ἕκαστον, ἅτε εἴδωλον αὐτοῦ καὶ ἴχνος ἴσχοντας, ἀλλὰ μὴ αὐτὰ ἔχοντας καὶ συνόντας καὶ συγκραθέντας αὐτοῖς, τῷ ἀληθινῷ νῷ δοτέον τὰ πάντα. οὕτω γὰρ ἂν καὶ εἰδείη, καὶ ἀληθινῶς εἰδείη, καὶ οὐδ̓ ἂν ἐπιλάθοιτο οὐδ̓ ἂν περιέλθοι ζητῶν, καὶ

2.209
ἡ ἀλήθεια ἐν αὐτῷ καὶ ἕδρα ἔσται τοῖς οὖσι καὶ ζήσεται καὶ νοήσει. ἃ δὴ πάντα περὶ τὴν μακαριωτάτην φύσιν δεῖ ὑπάρχειν: ἢ ποῦ τὸ τίμιον καὶ σεμνὸν ἔσται; καὶ γὰρ αὖ οὕτως οὐδ̓ ἀποδείξεως δεῖ οὐδὲ πίστεως, ὅτι οὕτως: αὐτὸς γὰρ οὕτως καὶ ἐναργὴς αὐτὸς αὑτῷ, καὶ εἴ τι πρὸ αὐτοῦ, ὅτι ἐξ αὐτοῦ, καὶ εἴ τι μετ̓ ἐκεῖνο, ὅτι αὐτός, καὶ
522
οὐδεὶς πιστότερος αὐτῷ περὶ αὐτοῦ, καὶ ὅτι ἐκεῖ τοῦτο καὶ ὄντως. ὥστε καὶ ἡ ὄντως ἀλήθεια οὐ συμφωνοῦσα ἄλλῳ, ἀλλ̓ ἑαυτῇ, καὶ οὐδὲν παῤ αὑτὴν ἄλλο λέγει καὶ ἔστι καὶ ὃ ἔστι τοῦτο καὶ λέγει. τίς ἂν οὖν ἐλέγξειε; καὶ πόθεν οἴσει τὸν ἔλεγχον; εἰς γὰρ ταὐτὸν ὁ φερόμενος ἔλεγχος τῷ προειπόντι, κἂν κομίσῃ ὡς ἄλλο, φέρεται εἰς τὸν ἐξ ἀρχῆς εἰπόντα καὶ ἕν ἐστιν: οὐ γὰρ ἄλλο ἀληθέστερον ἂν εὕροι τοῦ ἀληθοῦς.

μία τοίνυν φύσις αὕτη ἡμῖν ʽνοῦσ̓, τὰ ὄντα πάντα ʽἡ ἀλήθειἀ: εἰ δέ, θεός τις μέγας: μᾶλλον δὲ οὐ τίς, ἀλλὰ πᾶς ἀξιοῖ ταῦτα εἶναι. καὶ θεὸς αὕτη ἡ φύσις, καὶ θεὸς δεύτερος προφαίνων ἑαυτὸν πρὶν ὁρᾶν ἐκεῖνον: ὁ δὲ ὑπερκάθηται καὶ ὑπερίδρυται ἐπὶ καλῆς οὕτως οἷον κρηπῖδος, ἣ ἐξ αὐτοῦ ἐξήρτηται. ἔδει γὰρ ἐκεῖνον βαίνοντα μὴ ἐπ̓ ἀψύχου τινὸς μηδ̓ αὖ ἐπὶ ψυχῆς εὐθὺς βεβηκέναι, ἀλλ̓ εἶναι αὐτῷ κάλλος ἀμήχανον πρὸ αὐτοῦ προιόν, οἷον πρὸ μεγάλου βασιλέως πρόεισι μὲν πρῶτα ἐν ταῖς προόδοις τὰ ἐλάττω, ἀεὶ δὲ τὰ μείζω καὶ τὰ σεμνότερα ἐπ̓ αὐτοῖς, καὶ τὰ περὶ βασιλέα ἤδη μᾶλλον βασιλικώτερα, εἶτα τὰ μετ̓ αὐτὸν τίμια: ἐφ̓ ἅπασι δὲ τούτοις βασιλεὺς προφαίνεται ἐξαίφνης αὐτὸς ὁ μέγας, οἱ δ̓ εὔχονται καὶ προσκυνοῦσιν, ὅσοι μὴ προαπῆλθον ἀρκεσθέντες τοῖς

2.210
πρὸ τοῦ βασιλέως ὀφθεῖσιν. ἐκεῖ μὲν οὖν ὁ βασιλεὺς ἄλλος, οἵ τε πρὸ αὐτοῦ προιόντες ἄλλοι αὐτοῦ: ὁ δὲ ἐκεῖ βασιλεὺς οὐκ ἀλλοτρίων ἄρχων, ἀλλ̓ ἔχων τὴν δικαιοτάτην καὶ φύσει ἀρχὴν καὶ τὴν ἀληθῆ βασιλείαν, ἅτε τῆς ἀληθείας βασιλεὺς καὶ ὢν κατὰ φύσιν κύριος τοῦ αὑτοῦ ἀθρόου γεννήματος καὶ θείου συντάγματος, βασιλεὺς βασιλέων καὶ πατὴρ δικαιότερον ἂν κληθεὶς θεῶν, ὃν ὁ Ζεὺς καὶ ταύτῃ ἐμιμήσατο, τὴν τοῦ ἑαυτοῦ πατρὸς οὐκ ἀνασχόμενος θεωρίαν, ἀλλὰ τὴν τοῦ προπάτορος οἷον ἐνέργειαν εἰς ὑπόστασιν οὐσίας.
523

ὅτι μὲν οὖν δεῖ τὴν ἀναγωγὴν ποιήσασθαι εἰς ἓν καὶ ἀληθῶς ἕν, ἀλλὰ μὴ ὥσπερ τὰ ἄλλα ἕν, ἃ πολλὰ ὄντα μετοχῇ ἑνὸς ἕν: δεῖ δὲ τὸ μὴ μετοχῇ ἓν λαβεῖν μηδὲ τὸ οὐ μᾶλλον ἓν ἢ πολλά: καὶ ὅτι ὁ μὲν νοητὸς κόσμος καὶ ὁ νοῦς μᾶλλον ἕν τῶν ἄλλων, καὶ οὐδὲν ἐγγυτέρω αὐτοῦ τοῦ ἑνός, οὐ μὴν τὸ καθαρῶς ἕν, εἴρηται. τί δὲ τὸ καθαρῶς ἓν καὶ ὄντως καὶ οὐ κατ̓ ἄλλο, νῦν θεάσασθαι ποθοῦμεν, εἴ πῃ δυνατόν. χρὴ τοίνυν ἐνταῦθα ἀίξαι πρὸς ἕν, καὶ μηδὲν αὐτῷ ἔτι προσθεῖναι, ἀλλὰ στῆναι παντελῶς δεδιότα αὐτοῦ ἀποστατῆσαι μηδὲ τοὐλάχιστον μηδὲ εἰς δύο προελθεῖν. εἰ δὲ μή, ἔσχες δύο, οὐκ ἐν οἷς τὸ ἕν, ἀλλ̓ ἄμφω ὕστερα. οὐ γὰρ θέλει μετ̓ ἄλλου οὔτε ἑνὸς οὔτε ὁποσουοῦν συναριθμεῖσθαι, οὐδ̓ ὅλως ἀριθμεῖσθαι: μέτρον γὰρ αὐτὸ καὶ οὐ μετρούμενον, καὶ τοῖς ἄλλοις δὲ οὐκ ἴσον, ἵνα σὺν αὐτοῖς ᾖ: εἰ δὲ μή, κοινόν τι ἔσται ἐπ̓ αὐτοῦ καὶ τῶν συναριθμουμένων, κἀκεῖνο πρὸ αὐτοῦ: δεῖ δὲ μηδέν. οὐδὲ γὰρ οὐδ̓ ὁ οὐσιώδης ἀριθμὸς κατ̓ αὐτοῦ, οὐδέ γε ὁ ὕστερος τούτου, ὁ τοῦ ποσοῦ: οὐσιώδης μὲν ὁ τῷ νοεῖν εἶναι

2.211
ἀεὶ παρέχων, τοῦ δὲ ποσοῦ ὁ τὸ ποσὸν μετ̓ ἄλλων ἢ ὅ τι μὴ μετ̓ ἄλλων, εἴπερ ἀριθμὸς τοῦτο. ἐπεὶ καὶ ἡ ἐν τοῖς τοῦ ποσοῦ ἀριθμοῦ πρὸς τὸ ἓν τὴν ἀρχὴν αὐτῶν ἀπομιμουμένη τὴν ἐν τοῖς προτέροις ἀριθμοῖς φύσις πρὸς τὸ ὄντως ἓν οὐκ ἀναλίσκουσα τὸ ἓν οὐδὲ κερματίζουσα τὴν ὑπόστασιν ἔχει, ἀλλὰ δυάδος γενομένης ἔστι μονὰς ἡ πρὸ τῆς δυάδος, καὶ οὐχ ἡ ἐν τῇ δυάδι μονὰς ἑκατέρα οὐδ̓ ἑτέρα ἐκείνη. τί γὰρ μᾶλλον ὁποτεραοῦν; εἰ οὖν μηδετέρα αὐτῶν ἀλλ̓ ἐκείνη, καὶ μένουσα οὐ μένει. πῶς οὖν ἕτεραι ἐκεῖναι; καὶ πῶς ἡ δυὰς ἕν; καὶ εἰ ταὐτὸ ἕν, ὅπερ ἐν ἑκατέρᾳ τῇ περιεχομένῃ; ἢ μετέχειν τῆς πρώτης φατέον, ἄλλας δὲ ἧς μετέχουσι, καὶ τὴν δυάδα δέ, καθ̓ ὃ ἕν, μετέχειν, οὐχ ὡσαύτως δέ: ἐπεὶ οὐδὲ ὁμοίως στρατὸς ἓν καὶ οἰκία.
524
καὶ αὕτη πρὸς τὸ συνεχὲς οὔτε κατὰ τὸ ὡς εἶναι ἕν, οὔτε κατὰ τὸ ποσὸν ἕν. ἆῤ οὖν αἱ μὲν μονάδες ἄλλως αἱ ἐν πεντάδι καὶ δεκάδι, τὸ δὲ ἓν τὸ ἐν τῇ πεντάδι πρὸς τὸ ἓν τὸ ἐπὶ τῆς δεκάδος τὸ αὐτό; ἤ, εἰ ναῦς πᾶσα πρὸς πᾶσαν, μικρὰ πρὸς μεγάλην, καὶ πόλις πρὸς πόλιν, καὶ στρατὸς πρὸς στρατόν, ταὐτὸ ἓν καὶ ἐνταῦθα. εἰ δὲ μηδ̓ ἐκεῖ, οὐδ̓ ἐνταῦθα: εἰ γάρ τινες περὶ τούτων ἀπορίαι, ὕστερον.

ἀλλ̓ ἐπ̓ ἐκεῖνο ἐπανιτέον λέγουσιν, ὅτι μένει τὸ πρῶτον τὸ αὐτό, κἂν ἐξ αὐτοῦ γίνηται ἕτερα. ἐν μὲν οὖν τοῖς ἀριθμοῖς μένοντος μὲν τοῦ ἕν, ποιοῦντος δὲ ἄλλου, ὁ ἀριθμὸς γίνεται κατ̓ αὐτὸ τὸ ἕν, ἐν δὲ τῷ ὅ ἐστι πρὸ τῶν ὄντων μένει μὲν πολὺ μᾶλλον τὸ ἕν: μένοντος δὲ αὐτοῦ οὐκ ἄλλο ποιεῖ κατ̓ αὐτὸ τὰ ὄντα, ἀλλ̓ ἀρκεῖ αὐτὸ γεννῆσαι τὰ ὄντα. καὶ ὥσπερ ἐκεῖ ἐπὶ τῶν

2.212
ἀριθμῶν ἦν τῆς μονάδος ἐπὶ πᾶσιν εἶδος πρώτως καὶ δευτέρως, καὶ οὐκ ἐπ̓ ἴσης ἑκάστου μεταλαμβάνοντος τῶν ὑστέρων αὐτῆς, οὕτω καὶ ἐνταῦθα ἕκαστον μὲν τῶν μετὰ τὸ πρῶτον ἔχει τι ἐκείνου οἷον εἶδος ἐν αὑτῷ. κἀκεῖ μὲν ἡ μετάληψις τὸ ποσὸν ὑπέστησεν αὐτῶν, ἐνταῦθα δὲ τὸ ἴχνος τοῦ ἑνὸς τὴν οὐσίαν αὐτοῖς ὑπεστήσατο, ὥστ̓ εἶναι τὸ εἶναι ἴχνος ἑνός. καὶ τὸ εἶναι δὲ τοῦτο ἀπὸ τοῦ ἓν εἴ τις λέγοι γεγονέναι, τάχα ἂν τύχοι τοῦ ἀληθοῦς. τὸ γάρ τοι λεγόμενον ὂν τοῦτο πρῶτον ἐκεῖθεν οἷον ὀλίγον προβεβηκὸς οὐκ ἠθέλησεν ἔτι πρόσω ἐλθεῖν, μεταστραφὲν δὲ εἰς τὸ εἴσω ἔστη, καὶ ἐγένετο οὐσία καὶ ἑστία ἁπάντων: οἷον ἐναπερείσαντος ἐν φθόγγῳ αὑτὸν τοῦ φωνοῦντος ὑφίσταται τὸ ἓν δηλοῦν τὸ ἀπὸ τοῦ ἑνὸς καὶ τὸ ὂν σημαῖνον τὸ φθεγξάμενον, ὡς δύναται. οὕτω τοι τὸ μὲν γενόμενον καὶ τὸ εἶναι μίμησιν ἔχοντα ἐκ τῆς δυνάμεως αὐτοῦ ῥυέντα: ἡ δὲ ἰδοῦσα καὶ ἐπικινηθεῖσα τῷ θεάματι μιμουμένη ὃ εἶδεν ἔρρηξε φωνὴν τὸ ὂν καὶ τὸ εἶναι καὶ οὐσίαν καὶ ἑστίαν. οὗτοι γὰρ οἱ φθόγγοι θέλουσι σημῆναι τὴν ὑπόστασιν τοῦ γεννηθέντος ὠδῖνι τοῦ φθεγγομένου ἀπομιμούμενοι, ὡς οἷόν τε αὐτοῖς, τὴν γένεσιν τοῦ ὄντος.
525

ἀλλὰ ταῦτα μέν, ὥς τις ἐθέλει, λελέχθω. τῆς δὲ γενομένης οὐσίας εἴδους οὔσης — οὐ γὰρ δή τι ἄλλο ἅν τις εἴποι τὸ ἐκεῖθεν γενόμενον — καὶ εἴδους οὐ τινός, ἀλλὰ παντός, ὡς μὴ ἂν ὑπολιπεῖν τι ἄλλο, ἀνάγκη ἀνείδεον ἐκεῖνο εἶναι. ἀνείδεον δὲ ὂν οὐκ οὐσία: τόδε γάρ τι δεῖ τὴν οὐσίαν εἶναι: τοῦτο δὲ ὡρισμένον: τὸ δὲ οὐκ ἔστι λαβεῖν ὡς τόδε: ἤδη γὰρ οὐκ ἀρχή, ἀλλ̓ ἐκεῖνο μόνον, ὃ τόδε εἴρηκας εἶναι. εἰ οὖν τὰ πάντα ἐν τῷ

2.213
γενομένῳ, τί τῶν ἐν τούτῳ ἐκεῖνο ἐρεῖς; οὐδὲν δὲ τούτων ὂν μόνον ἂν λέγοιτο ἐπέκεινα τούτων. ταῦτα δὲ τὰ ὄντα καὶ τὸ ὄν: ἐπέκεινα ἄρα ὄντος. τὸ γὰρ ἐπέκεινα ὄντος οὐ τόδε λέγει — οὐ γὰρ τίθησιν — οὐδὲ ὄνομα αὐτοῦ λέγει, ἀλλὰ φέρει μόνον τὸ οὐ τοῦτο. τοῦτο δὲ ποιοῦν οὐδαμοῦ αὐτὸ περιλαμβάνει: γελοῖον γὰρ ζητεῖν ἐκείνην τὴν ἄπλετον φύσιν περιλαμβάνειν: ὁ γὰρ τοῦτο βουλόμενος ποιεῖν ἀπέστησεν αὑτὸν καὶ τοῦ ὁπωσοῦν καὶ κατὰ βραχὺ εἰς ἴχνος αὐτοῦ ἰέναι: ἀλλ̓ ὥσπερ ὁ τὴν νοητὴν φύσιν βουλόμενος ἰδεῖν οὐδεμίαν φαντασίαν αἰσθητοῦ ἔχων θεάσεται ὅ ἐστιν ἐπέκεινα τοῦ αἰσθητοῦ, οὕτω καὶ ὁ θεάσασθαι θέλων τὸ ἐπέκεινα τοῦ νοητοῦ τὸ νοητὸν πᾶν ἀφεὶς θεάσεται, ὅτι μὲν ἔστι διὰ τούτου μαθών, οἷον δὲ ἔστι τοῦτο ἀφείς. τὸ δὲ οἷον σημαίνοι ἂν τὸ οὐχ οἷον: οὐ γὰρ ἔνι οὐδὲ τὸ οἷον, ὅτῳ μηδὲ τὸ τί. ἀλλὰ ἡμεῖς ταῖς ἡμετέραις ὠδῖσιν ἀποροῦμεν, ὅ τι χρὴ λέγειν, καὶ λέγομεν περὶ οὐ ῥητοῦ, καὶ ὀνομάζομεν σημαίνειν ἑαυτοῖς θέλοντες ὡς δυνάμεθα. τάχα δὲ καὶ τὸ ἓν ὄνομα τοῦτο ἄρσιν ἔχει πρὸς τὰ πολλά. ὅθεν καὶ Ἀπόλλωνα οἱ Πυθαγορικοὶ συμβολικῶς πρὸς ἀλλήλους ἐσήμαινον ἀποφάσει τῶν πολλῶν. εἰ δὲ θέσις τις τὸ ἕν, τό τε ὄνομα τό τε δηλούμενον, ἀσαφέστερον ἂν γίγνοιτο τοῦ εἰ μή τις ὄνομα ἔλεγεν αὐτοῦ: τάχα γὰρ τοῦτο ἐλέγετο, ἵνα ὁ ζητήσας ἀρξάμενος ἀπὸ τοῦ ὃ πάντων μάλιστα ἁπλότητός ἐστι σημαντικὸν ἀποφήσῃ τελευτῶν καὶ τοῦτο, ὡς τεθὲν μὲν ὅσον οἷόν τε καλῶς τῷ θεμένῳ, οὐκ ἄξιον μὴν οὐδὲ τοῦτο εἰς δήλωσιν τῆς φύσεως ἐκείνης, ὅτι μηδὲ ἀκουστὸν
526
ἐκεῖνο, μηδὲ τῷ ἀκούοντι δεῖ συνετὸν εἶναι, ἀλλ̓
2.214
εἴπερ τινί, τῷ ὁρῶντι. ἀλλ̓ εἰ τὸ ὁρῶν εἶδος ζητεῖ βλέπειν, οὐδὲ τοῦτο εἴσεται.

ἢ ἐπειδὴ διττὸν καὶ τὸ ἐνεργείᾳ βλέπειν, οἷον ἐπὶ ὀφθαλμοῦ — τὸ μὲν γάρ ἐστιν ὅραμα αὐτῷ τὸ εἶδος τὸ τοῦ αἰσθητοῦ, τὸ δὲ δἰ οὗ ὁρᾷ τὸ εἶδος αὐτοῦ, ὃ καὶ αὐτὸ αἰσθητόν ἐστιν αὐτῷ, ἕτερον ὂν τοῦ εἴδους, αἴτιον δὲ τῷ εἴδει τοῦ ὁρᾶσθαι, ἐν μὲν τῷ εἴδει καὶ ἐπὶ τοῦ εἴδους συνορώμενον: διὸ οὐκ ἐναργῆ τότε δίδωσι τὴν αἴσθησιν αὑτοῦ, ἅτε τοῦ ὄμματος τετραμμένου πρὸς τὸ πεφωτισμένον: ὅταν δὲ μηδὲν ἄλλο ᾖ παῤ αὐτό, ἀθρόᾳ εἶδε προσβολῇ, καίτοι καὶ τότε εἶδεν ἐπερειδόμενον ἄλλῳ, μόνον δὲ αὐτὸ γενόμενον, μὴ πρὸς ἑτέρῳ, οὐ δύναται ἡ αἴσθησις λαβεῖν: ἐπεὶ καὶ τοῦ ἡλίου τὸ φῶς τὸ ἐν αὐτῷ τάχ̓ ἂν τὴν αἴσθησιν ἐξέφυγεν, εἰ μὴ ὄγκος ἐπέκειτο αὐτῷ στερεώτερος. εἰ δέ τις φῶς πᾶν εἶναι αὐτὸν λέγοι, τοῦτο ἄν τις λάβοι πρὸς δήλωσιν τοῦ λεγομένου: ἔσται γὰρ φῶς ἐν οὐδενὶ εἴδει τῶν ἄλλων ὁρωμένων, καὶ ἴσως ὁρατὸν μόνον: τὰ γὰρ ἄλλα ὁρατὰ οὐ φῶς μόνον. οὕτω τοίνυν καὶ ἡ τοῦ νοῦ ὄψις ὁρᾷ μὲν καὶ αὐτὴ δἰ ἄλλου φωτὸς τὰ πεφωτισμένα ἐκείνῃ τῇ πρώτῃ φύσει καὶ ἐν ἐκείνοις ὄντως ὁρᾷ, νεύουσα μέντοι πρὸς τὴν τῶν καταλαμπομένων φύσιν ἧττον αὐτὸ ὁρᾷ. εἰ δ̓ ἀφήσει τὰ ὁρώμενα καὶ δἰ οὗ εἶδεν εἰς αὐτὸ βλέπει, φῶς ἂν καὶ φωτὸς ἀρχὴν ἂν βλέποι. ἀλλ̓ ἐπεὶ μὴ ὡς ἔξω ὂν δεῖ τὸν νοῦν τοῦτο τὸ φῶς βλέπειν, πάλιν ἐπὶ τὸν ὀφθαλμὸν ἰτέον, ὅς ποτε καὶ αὐτὸς οὐ τὸ ἔξω φῶς οὐδὲ τὸ ἀλλότριον εἴσεται, ἀλλὰ πρὸ τοῦ ἔξω οἰκεῖόν τι καὶ μᾶλλον στιλπνότερον ἐν ἀκαρεῖ θεᾶται, ἢ νύκτωρ ἐν σκότῳ πρὸ αὐτοῦ ἐξ αὐτοῦ προπηδήσαντος

2.215
ἢ ὅταν μηδὲν ἐθελήσας τῶν ἄλλων βλέπειν προβάλληται πρὸ αὑτοῦ τὴν τῶν βλεφάρων φύσιν τὸ φῶς ὅμως προφέρων, ἢ καὶ πιέσαντος τοῦ ἔχοντος τὸ ἐν αὑτῷ φῶς ἴδῃ: τότε γὰρ οὐχ ὁρῶν ὁρᾷ καὶ μάλιστα τότε ὁρᾷ: φῶς γὰρ ὁρᾷ: τὰ δ̓ ἄλλα φωτοειδῆ μὲν ἦν, φῶς δὲ οὐκ ἦν. οὕτω δὴ καὶ νοῦς αὑτὸν ἀπὸ τῶν ἄλλων καλύψας καὶ συναγαγὼν εἰς τὸ εἴσω μηδὲν ὁρῶν θεάσεται οὐκ ἄλλο ἐν ἄλλῳ φῶς, ἀλλ̓ αὐτὸ καθ̓ αὑτὸ μόνον καθαρὸν ἐφ̓ ἑαυτοῦ ἐξαίφνης φανέν.

ὥστε ἀπορεῖν, ὅθεν ἐφάνη, ἔξωθεν ἢ ἔνδον,

527
καὶ ἀπελθόντος εἰπεῖν ʽἔνδον ἄρα ἦν καὶ οὐκ ἔνδον αὖ. ἢ οὐ δεῖ ζητεῖν πόθεν: οὐ γάρ ἐστι τὸ πόθεν: οὔτε γὰρ ἔρχεται οὔτε ἄπεισιν οὐδαμοῦ, ἀλλὰ φαίνεταί τε καὶ οὐ φαίνεται: διὸ οὐ χρὴ διώκειν, ἀλλ̓ ἡσυχῇ μένειν, ἕως ἂν φανῇ, παρασκευάσαντα ἑαυτὸν θεατὴν εἶναι, ὥσπερ ὀφθαλμὸς ἀνατολὰς ἡλίου περιμένει: ὁ δὲ ὑπερφανεὶς τοῦ ὁρίζοντος — ἐξ ὠκεανοῦ φασιν οἱ ποιηταί — ἔδωκεν ἑαυτὸν θεάσασθαι τοῖς ὄμμασιν. οὑτοσὶ δέ, ὃν μιμεῖται ὁ ἥλιος, ὑπερσχήσει πόθεν; καὶ τί ὑπερβαλὼν φανήσεται; ἢ αὐτὸν ὑπερσχὼν τὸν νοῦν τὸν θεώμενον: ἑστήξεται μὲν γὰρ ὁ νοῦς πρὸς τὴν θέαν εἰς οὐδὲν ἄλλο ἢ πρὸς τὸ καλὸν βλέπων, ἐκεῖ ἑαυτὸν πᾶς τρέπων καὶ διδούς, στὰς δὲ καὶ οἷον πληρωθεὶς μένους εἶδε μὲν τὰ πρῶτα καλλίω γενόμενον ἑαυτὸν καὶ ἐπιστίλβοντα, ὡς ἐγγὺς ὄντος αὐτοῦ. ὁ δὲ οὐκ ᾔει, ὥς τις προσεδόκα, ἀλλ̓ ἦλθεν ὡς οὐκ ἐλθών: ὤφθη γὰρ ὡς οὐκ ἐλθών, ἀλλὰ πρὸ ἁπάντων παρών, πρὶν καὶ τὸν νοῦν ἐλθεῖν. εἶναι δὲ δεῖ τὸν νοῦν τὸν ἐλθόντα καὶ τοῦτον εἶναι καὶ τὸν ἀπιόντα, ὅτι μὴ οἶδε ποῦ μένειν δεῖ καὶ ποῦ
2.216
ἐκεῖνος μένει, ὅτι ἐν οὐδενί. καὶ εἰ οἷόν τε ἦν καὶ αὐτῷ τῷ νῷ μένειν μηδαμοῦ, οὐχ ὅτι ἐν τόπῳ: οὐδὲ γὰρ οὐδ̓ αὐτὸς ἐν τόπῳ, ἀλλ̓ ὅλως οὐδαμοῦ: ἦν ἂν ἀεὶ ἐκεῖνον βλέπων: καίτοι οὐδὲ βλέπων, ἀλλ̓ ἓν ἐκείνῳ ὢν καὶ οὐ δύο. νῦν δέ, ὅτι ἐστὶ νοῦς, οὕτω βλέπει, ὅτε βλέπει, τῷ ἑαυτοῦ μὴ νῷ. θαῦμα δή, πῶς οὐκ ἐλθὼν πάρεστι, καὶ πῶς οὐκ ὢν οὐδαμοῦ οὐκ ἔστιν ὅπου μὴ ἔστιν. ἔστι μὲν οὖν οὑτωσὶ αὐτόθεν θαυμάσαι, τῷ δὲ γνόντι, τὸ ἐναντίον εἴπερ ἦν, θαυμάσαι: μᾶλλον δὲ οὐδὲ δυνατὸν εἶναι, ἵνα τις καὶ θαυμάσῃ. ἔχει δὲ ὧδε.

πᾶν τὸ γενόμενον ὑπ̓ ἄλλου ἢ ἐν ἐκείνῳ ἐστὶ τῷ πεποιηκότι, ἢ ἐν ἄλλῳ, εἴπερ εἴη τι μετὰ τὸ ποιῆσαν αὐτό: ἅτε γὰρ γενόμενον ὑπ̓ ἄλλου καὶ πρὸς τὴν γένεσιν δεηθὲν ἄλλου, ἄλλου δεῖται

528
πανταχοῦ: διόπερ καὶ ἐν ἄλλῳ. πέφυκεν οὖν τὰ μὲν ὕστατα ἐν τοῖς πρὸ αὐτῶν ὑστάτοις, τὰ δ̓ ἐν πρώτοις ἐν τοῖς προτέροις καὶ ἄλλο ἐν ἄλλῳ, ἕως εἰς τὸ πρῶτον ἀρχῆς. ἀρχὴ δέ, ἅτε μηδὲν ἔχουσα πρὸ αὑτῆς, οὐκ ἔχει ἐν ὅτῳ ἄλλῳ: μὴ ἔχουσα δ̓ ἐν ὅτῳ αὕτη τῶν ἄλλων ὄντων ἐν τοῖς πρὸ αὐτῶν τὰ ἄλλα περιείληφε πάντα αὐτή: περιλαβοῦσα δὲ οὔτ̓ ἐσκεδάσθη εἰς αὐτὰ καὶ ἔχει οὐκ ἐχομένη. ἔχουσα δὴ καὶ αὐτὴ οὐκ ἐχομένη οὐκ ἔστιν ὅπου μὴ ἔστιν: εἰ γὰρ μὴ ἔστιν, οὐκ ἔχει. εἰ δὲ μὴ ἔχεται, οὐκ ἔστιν: ὥστε ἔστι καὶ οὐκ ἔστι, τῷ μὲν μὴ περιέχεσθαι οὐκ οὖσα, τῷ δ̓ εἶναι παντὸς ἐλευθέρα οὐδαμοῦ κωλυομένη εἶναι: εἰ γὰρ αὖ κεκώλυται, ὥρισται ὑπ̓ ἄλλου καὶ τὰ ἐφεξῆς ἄμοιρα αὐτοῦ καὶ μέχρι τούτου ὁ θεὸς καὶ οὐδ̓ ἂν ἔτι ἐφ̓ ἑαυτοῦ, ἀλλὰ δουλεύων τοῖς μετ̓ αὐτόν. τὰ μὲν οὖν ἔν τινι ἐκεῖ ἔστιν, οὗ ἔστιν: ὅσα δὲ μὴ
2.217
ποῦ, οὐκ ἔστιν ὅπου μή. εἰ γὰρ μὴ ἐνθαδί, δῆλον ὅτι ἄλλος αὐτὸν κατέχει τόπος, καὶ εἰ ἐνθαδί, ἐν ἄλλῳ: ὥστε ψεῦδος τὸ οὐ ποῦ. εἰ οὖν ἀληθὲς τὸ οὐ ποῦ καὶ ψεῦδος τὸ ποῦ, ἵνα μὴ ἐν ἄλλῳ, οὐδενὸς ἂν ἀποστατοῖ. εἰ δὲ μηδενὸς ἀποστατεῖ οὐ ποῦ ὤν, πανταχοῦ ἔσται ἐφ̓ ἑαυτοῦ. οὐδὲ γὰρ τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί: οὐ μὴν οὐδ̓ ὅλον ὡδί: ὥστε ὅλον πανταχοῦ οὐδενὸς ἔχοντος αὐτὸ οὐδ̓ αὖ μὴ ἔχοντος: ἐχομένου ἄρα ὁτουοῦν. ὅρα δὲ καὶ τὸν κόσμον, ὅτι, ἐπεὶ μηδεὶς κόσμος πρὸ αὐτοῦ, οὐκ ἐν κόσμῳ αὐτὸς οὐδ̓ αὖ ἐν τόπῳ: τίς γὰρ τόπος πρὶν κόσμον εἶναι; τὰ δὲ μέρη ἀνηρτημένα εἰς αὐτὸν καὶ ἐν ἐκείνῳ. ψυχὴ δὲ οὐκ ἐν ἐκείνῳ, ἀλλ̓ ἐκεῖνος ἐν αὐτῇ: οὐδὲ γὰρ τόπος τὸ σῶμα τῇ ψυχῇ, ἀλλὰ ψυχὴ μὲν ἐν νῷ, σῶμα δὲ ἐν ψυχῇ, νοῦς δὲ ἐν ἄλλῳ: τούτου δὲ οὐκέτι ἄλλο, ἵν̓ ἂν ἦν ἐν αὐτῷ: οὐκ ὲν ὁτῳοῦν ἄρα. ταύτῃ οὖν οὐδαμοῦ. ποῦ οὖν τὰ ἄλλα; ἐν αὐτῷ. οὔτε ἄρα ἀφέστηκε τῶν ἄλλων οὔτε αὐτὸς ἐν αὐτοῖς ἐστιν οὐδὲ ἔστιν οὐδὲν ἔχον αὐτό, ἀλλ̓ αὐτὸ ἔχει τὰ πάντα. διὸ καὶ ταύτῃ ἀγαθὸν τῶν πάντων, ὅτι καὶ ἔστι καὶ ἀνήρτηται πάντα εἰς αὐτὸ ἄλλο ἄλλως. διὸ καὶ ἀγαθώτερα ἕτερα ἑτέρων, ὅτι καὶ μᾶλλον ὄντα ἕτερα ἑτέρων.

ἀλλὰ σὺ μή μοι δἰ ἑτέρων αὐτὸ ὅρα: εἰ

529
δὲ μή, ἴχνος ἂν ἴδοις, οὐκ αὐτό: ἀλλ̓ ἐννόει, τί ἂν εἴη τοῦτο, ὃ ἔστι λαβεῖν ἐφ̓ ἑαυτοῦ ὂν καθαρὸν οὐδενὶ μιγνύμενον, μετεχόντων ἁπάντων αὐτοῦ μηδενὸς ἔχοντος αὐτό: ἄλλο μὲν γὰρ οὐδὲν τοιοῦτον, δεῖ δέ τι τοιοῦτον εἶναι. τίς ἂν οὖν τὴν δύναμιν αὐτοῦ ἕλοι ὁμοῦ πᾶσαν; εἰ γὰρ ὁμοῦ πᾶσαν, τί ἄν τις αὐτοῦ διαφέροι; κατὰ μέρος ἄρα.
2.218
ἀλλὰ προσβαλεῖς μὲν ἀθρόως ὁ προσβάλλων, ὅλον δὲ οὐκ ἀπαγγελεῖς: εἰ δὲ μή, νοῦς νοῶν ἔσῃ, κἂν τύχῃς, ἐκεῖνός σε ἐκφεύξεται, μᾶλλον δὲ σὺ αὐτόν. ἀλλ̓ ὅταν μὲν ὁρᾷς, ὅλον βλέπε: ὅταν δὲ νοῇς, ὅ τι ἂν μνημονεύσῃς αὐτοῦ, νόει ὅτι τἀγαθόν. ζωῆς γὰρ ἔμφρονος καὶ νοερᾶς αἴτιος δύναμις ὤν, ἀφ̓ οὗ ζωὴ καὶ νοῦς, ὅτι οὐσίας καὶ τοῦ ὄντος, ὅτι ἕν: ἁπλοῦν γὰρ καὶ πρῶτον, ὅτι ἀρχή. ἀπ̓ αὐτοῦ γὰρ πάντα: ἀπ̓ αὐτοῦ κίνησις ἡ πρώτη, οὐκ ἐν αὐτῷ, ἀπ̓ αὐτοῦ στάσις, ὅτι αὐτὸς μὴ ἐδεῖτο: οὐ γὰρ κινεῖται οὐδ̓ ἕστηκεν: οὐδὲ γὰρ εἶχεν οὔτε ἐν ᾧ στήσεται, οὔτε ἐν ᾧ κινηθήσεται: περὶ τί γὰρ ἢ πρὸς τί ἢ ἐν τίνι; πρῶτος γὰρ αὐτός. ἀλλ̓ οὐδὲ πεπερασμένος εἶναι: ὑπὸ τίνος γάρ; ἀλλ̓ οὐδ̓ ἄπειρος, ὡς μέγεθος: ποῖ γὰρ ἔδει προελθεῖν αὐτόν; ἢ ἵνα τί γένηται αὐτῷ οὐδενὸς δεομένῳ; τὸ δ̓ ἄπειρον ἡ δύναμις ἔχει: οὐ γὰρ ἄλλως ποτὲ οὐδ̓ ἐπιλείψει, ὅπου καὶ τὰ μὴ ἐπιλείποντα δἰ αὐτόν.

καὶ τὸ ἄπειρον τοῦτο τῷ μὴ πλέον ἑνὸς εἶναι μηδὲ ἔχειν πρὸς ὃ ὁριεῖ τι τῶν ἑαυτοῦ: τῷ γὰρ ἓν εἶναι οὐ μεμέτρηται οὐδ̓ εἰς ἀριθμὸν ἥκει. οὔτ̓ οὖν πρὸς ἄλλο οὔτε πρὸς αὑτὸ πεπέρανται: ἐπεὶ οὕτως ἂν εἴη καὶ δύο. οὐδὲ σχῆμα τοίνυν, ὅτι μηδὲ μέρη, οὐδὲ μορφή. μὴ τοίνυν ζήτει θνητοῖς ὄμμασι τοῦτο, οἷόν φησιν ὁ λόγος, μηδ̓ ὅτι οὕτως ἔστιν ἰδεῖν, ὡς ἄν τις ἀξιώσειεν, ὃς πάντα αἰσθητὰ ὑπολαμβάνων τὸ μάλιστα πάντων ἀναιρεῖ. ἃ γὰρ ἡγεῖταί τις εἶναι μάλιστα, ταῦτα μάλιστα

530
οὐκ ἔστι: ʽτὸ δὲ μέγα ἧττον ἐστἴ: τό δὲ πρῶτον ἀρχὴ τοῦ εἶναι καὶ κυριώτερον αὖ τῆς οὐσίας: ὥστε ἀντιστρεπτέον τὴν δόξαν: εἰ δὲ μή, καταλελείψῃ ἔρημος θεοῦ, οἷον οἱ ἐν ταῖς ἑορταῖς ὑπὸ
2.219
γαστριμαργίας πλήσαντες ἑαυτούς, ὧν οὐ θέμις λαβεῖν τοὺς εἰσίοντας πρὸς τοὺς θεούς, νομίσαντες μᾶλλον ἐκεῖνα ἐναργέστερα εἶναι τῆς θέας τοῦ θεοῦ, ᾧ ἑορτάζειν προσήκει, οὐ μετέσχον τῶν ἐκεῖ ἱερῶν. καὶ γὰρ ἐν τούτοις τοῖς ἱεροῖς ὁ θεὸς οὐχ ὁρώμενος ἀπιστεῖσθαι ποιεῖ ὡς οὐκ ὢν τοῖς ἐναργὲς νομίζουσι μόνον, ὃ τῇ σαρκὶ μόνον ἴδοιεν: οἷον εἴ τινες διὰ βίου κοιμώμενοι ταῦτα μὲν πιστὰ καὶ ἐναργῆ νομίζοιεν τὰ ἐν τοῖς ὀνείρασιν, εἰ δέ τις αὐτοὺς ἐξεγείρειεν, ἀπιστήσαντες τοῖς διὰ τῶν ὀφθαλμῶν ἀνεῳγότων ὀφθεῖσι πάλιν καταδαρθάνοιεν.

χρὴ δὲ βλέπειν ᾧ ἕκαστα δεῖ αἰσθάνεσθαι, ὀφθαλμοῖς μὲν ἄλλα, ὠσὶ δὲ ἕτερα, καὶ τὰ ἄλλα ὡσαύτως: καὶ τῷ νῷ πιστεύειν ἄλλα ὁρᾶν, καὶ μὴ τὸ νοεῖν ἀκούειν νομίζειν ἢ ὁρᾶν, ὥσπερ ἂν εἰ τοῖς ὠσὶν ἐπιτάττοιεν βλέπειν, καὶ τὰς φωνὰς οὐκ εἶναι, ὅτι μὴ ὁρῶνται. χρὴ δὲ ἐννοεῖν, ὡς εἰσὶν ἐπιλελησμένοι οὗ καὶ ἐξ ἀρχῆς εἰς νῦν ποθοῦσι καὶ ἐφίενται αὐτοῦ. πάντα γὰρ ὀρέγεται ἐκείνου καὶ ἐφίεται αὐτοῦ φύσεως ἀνάγκῃ, ὥσπερ ἀπομεμαντευμένα, ὡς ἄνευ αὐτοῦ οὐ δύναται εἶναι. καὶ τοῦ μὲν καλοῦ ἤδη οἷον εἰδόσι καὶ ἐγρηγορόστν ἡ ἀντίληψις καὶ τὸ θάμβος καὶ τοῦ ἔρωτος ἡ ἔγερσις, τὸ δ̓ ἀγαθὸν ἅτε πάλαι παρὸν εἰς ἔφεσιν σύμφυτον καὶ κοιμωμένοις πάρεστι καὶ οὐ θαμβεῖ ποτε ἰδόντας, ὅτι σύνεστιν ἀεὶ καὶ οὐ ποτὲ ἡ ἀνάμνησις: οὐ μὴν ὁρῶσιν αὐτό, ὅτι κοιμωμένοις πάρεστι. τοῦ δὲ καλοῦ ὁ ἔρως, ὅταν παρῇ, ὀδύνας δίδωσιν, ὅτι δεῖ ἰδόντας ἐφίεσθαι. δεύτερος οὖν ὢν οὗτος ὁ ἔρως καὶ ἤδη συνιέντων μᾶλλον δεύτερον μηνύει τὸ καλὸν εἶναι: ἡ δὲ ἀρχαιοτέρα

2.220
τούτου καὶ ἀναίσθητος ἔφεσις ἀρχαιότερόν φησι καὶ τἀγαθὸν εἶναι καὶ πρότερον τούτου. καὶ οἴονται δὲ τἀγαθὸν λαβόντες ἀρκεῖν αὑτοῖς ἅπαντες:
531
εἰς γὰρ τὸ τέλος ἀφῖχθαι: τὸ δὲ καλὸν οὔτε πάντες εἶδον, γενόμενόν τε αὑτῷ οἴονται εἶναι, ἀλλ̓ οὐκ αὐτοῖς, οἷα καὶ τὸ τῇδε κάλλος: τοῦ γὰρ ἔχοντος τὸ κάλλος εἶναι. καὶ καλοῖς εἶναι δοκεῖν ἀρκεῖ, κἂν μὴ ὦσι: τὸ δ̓ ἀγαθὸν οὐ δόξῃ ἐθέλουσιν ἔχειν. ἀντιποιοῦνται γὰρ μάλιστα τοῦ πρώτου καὶ φιλονεικοῦσι καὶ ἐρίζουσι τῷ καλῷ, ὡς καὶ αὐτῷ γεγονότι ὥσπερ αὐτοί: οἷον εἴ τις ὕστερος ἀπὸ βασιλέως τῷ μετὰ βασιλέα εἰς ἀξίωσιν ἴσην βούλοιτο ἰέναι, ὡς ἀφ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐκείνῳ γεγενημένος, ἀγνοῶν ὡς ἀνήρτηται μὲν καὶ αὐτὸς εἰς βασιλέα, ἔστι δὲ ἐκεῖνος πρὸ αὐτοῦ. ἀλλ̓ οὖν ἡ τῆς πλάνης αἰτία τὸ μετέχειν ἄμφω τοῦ αὐτοῦ καὶ πρότερον τὸ ἓν ἀμφοτέρων εἶναι, καὶ ὅτι κἀκεῖ τὸ μὲν ἀγαθὸν αὐτὸ οὐ δεῖται τοῦ καλοῦ, τὸ δὲ καλὸν ἐκείνου. καὶ ἔστι δὲ τὸ μὲν ἤπιον καὶ προσηνὲς καὶ ἁβρότερον καί, ὡς ἐθέλει τις, παρὸν αὐτῷ: τὸ δὲ θάμβος ἔχει καὶ ἔκπληξιν καὶ συμμιγῆ τῷ ἀλγύνοντι τὴν ἡδονήν. καὶ γὰρ αὖ καὶ ἕλκει ἀπὸ τοῦ ἀγαθοῦ τοὺς οὐκ εἰδότας, ὥσπερ ἀπὸ πατρὸς τὸ ἐρώμενον: νεώτερον γάρ: τὸ δὲ πρεσβύτερον οὐ χρόνῳ, ἀλλὰ τῷ ἀληθεῖ, ὃ καὶ τὴν δύναμιν προτέραν ἔχει: πᾶσαν γὰρ ἔχει: τὸ γὰρ μετ̓ αὐτὸ οὐ πᾶσαν, ἀλλ̓ ὅση μετ̓ αὐτὸν καὶ ἀπ̓ αὐτοῦ, ὥστε ἐκεῖνος καὶ ταύτης κύριος, οὐ δεηθεὶς οὗτος τῶν ἐξ αὐτοῦ γενομένων, ἀλλὰ πᾶν καὶ ὅλον ἀφεὶς τὸ γενόμενον, ὅτι μὴ ἐδεῖτο μηδὲν αὐτοῦ, ἀλλ̓ ἔστιν ὁ αὐτός, οἷος καὶ πρὶν τοῦτο γεννῆσαι. ἐπεὶ οὐδ̓ ἂν ἐμέλησεν αὐτῷ μὴ γενομένου: ἐπεὶ οὐδ̓
2.221
εἰ ἄλλῳ δυνατὸν ἦν γενέσθαι ἐξ αὐτοῦ, ἐφθόνησεν ἄν: νῦν δὲ οὐκ ἔστιν οὐδὲν γενέσθαι: οὐδὲν γάρ ἐστιν ὃ μὴ γέγονε γενομένων τῶν πάντων. αὐτὸς δὲ οὐκ ἦν τὰ πάντα, ἵν̓ ἂν ἐδεήθη αὐτῶν, ὑπερβεβηκὼς δὲ τὰ πάντα οἷός τε ἦν καὶ ποιεῖν αὐτὰ καὶ ἐφ̓ ἑαυτῶν ἐᾶσαι εἶναι αὐτὸς ὑπὲρ αὐτὰ ὤν.

ἔδει δὲ καὶ τἀγαθὸν αὐτὸν ὄντα καὶ μὴ

532
ἀγαθὸν μὴ ἔχειν ἐν ἑαυτῷ μηδέν, ἐπεὶ μηδὲ ἀγαθόν. ὃ γὰρ ἕξει, ἢ ἀγαθὸν ἔχει ἢ οὐκ ἀγαθόν: ἀλλ̓ οὔτε ἐν τῷ ἀγαθῷ τῷ κυρίως καὶ πρώτως ἀγαθῷ τὸ μὴ ἀγαθόν, οὔτε τὸ ἀγαθὸν ἔχει τὸ ἀγαθόν. εἰ οὖν μήτε τὸ οὐκ ἀγαθὸν μήτε τὸ ἀγαθὸν ἔχει, οὐδὲν ἔχει: εἰ δὲ οὐδὲν ἔχει, μόνον καὶ ἔρημον τῶν ἄλλων ἐστίν. εἰ οὖν τὰ ἄλλα ἢ ἀγαθά ἐστι καὶ οὐ τἀγαθὸν ἢ οὐκ ἀγαθά ἐστιν, οὐδέτερα δὲ τούτων ἔχει, οὐδὲν ἔχων τῷ μηδὲν ἔχειν ἐστὶ τὸ ἀγαθόν. εἰ δ̓ ἄρα τις ὁτιοῦν αὐτῷ προστίθησιν, ἢ οὐσίαν ἢ νοῦν ἢ καλόν, τῇ προσθήκῃ ἀφαιρεῖται αὐτοῦ τἀγαθὸν εἶναι. πάντα ἄρα ἀφελὼν καὶ οὐδὲν περὶ αὐτοῦ εἰπὼν οὐδέ τι ψευσάμενος, ὡς ἔστι παῤ αὐτῷ, εἴασε τὸ ἔστιν οὐδὲν καταμαρτυρήσας τῶν οὐ παρόντων, οἷον οἱ μὴ ἐπιστήμῃ τοὺς ἐπαίνους ποιούμενοι, οἳ ἐλαττοῦσι τὴν τῶν ἐπαινουμένων δόξαν προστιθέντες αὐτοῖς ἃ τῆς ἀξίας αὐτῶν ἐστιν ἐλάττω, ἀποροῦντες ἀληθεῖς εἰπεῖν περὶ τῶν ὑποκειμένων προσώπων τοὺς λόγους. καὶ οὖν καὶ ἡμεῖς μηδὲν τῶν ὑστέρων καὶ τῶν ἐλαττόνων προστιθῶμεν, ἀλλ̓ ὡς ὑπὲρ ταῦτα ἰὼν ἐκεῖνος τούτων αἴτιος ᾖ, ἀλλὰ μὴ αὐτὸς ταῦτα. καὶ γὰρ αὖ φύσις ἀγαθοῦ οὐ πάντα εἶναι οὐδ̓ αὖ ἕν τι τῶν πάντων: εἴη γὰρ ἂν ὑπὸ ἓν καὶ ταὐτὸν τοῖς ἅπασιν, ὑπὸ δὲ ταὐτὸν ὂν τοῖς
2.222
πᾶσι διαφέροι ἂν τῷ ἰδίῳ μόνον καὶ διαφορᾷ καὶ προσθήκῃ. ἔσται τοίνυν δύο, οὐχ ἕν, ὧν τὸ μὲν οὐκ ἀγαθόν, τὸ κοινόν, τὸ δὲ ἀγαθόν: μικτὸν ἄρα ἔσται ἐξ ἀγαθοῦ καὶ οὐκ ἀγαθοῦ: οὐκ ἄρα καθαρῶς ἀγαθὸν οὐδὲ πρώτως, ἀλλ̓ ἐκεῖνο ἂν εἴη πρώτως, οὗ μετέχον παρὰ τὸ κοινὸν γεγένηται ἀγαθόν. μεταλήψει μὲν δὴ αὐτὸ ἀγαθόν, οὗ δὲ μετέλαβεν οὐδὲν τῶν πάντων: οὐδὲν ἄρα τῶν πάντων τὸ ἀγαθόν. ἀλλ̓ εἰ ἐν αὐτῷ τοῦτο τὸ ἀγαθόν — διαφορὰ γάρ, καθ̓ ἣν τοῦτο τὸ σύνθετον ἦν ἀγαθόν — δεῖ αὐτὸ παῤ ἄλλου εἶναι: ἦν δὲ αὐτὸ ἁπλοῦν καὶ μόνον ἀγαθόν: πολλῷ ἄρα μᾶλλον τὸ ἀφ̓ οὗ μόνον ἀγαθόν. τὸ ἄρα πρώτως καὶ τἀγαθὸν ὑπέρ τε πάντα τὰ ὄντα ἀναπέφανται ἡμῖν καὶ μόνον ἀγαθὸν καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλὰ ἀμιγὲς πάντων καὶ ὑπὲρ πάντα καὶ αἴτιον τῶν πάντων. οὐ γὰρ δὴ ἐκ κακοῦ τὸ καλὸν οὐδὲ τὰ ὄντα οὐδ̓ αὖ ἐξ ἀδιαφόρων: κρεῖττον γὰρ τὸ ποιοῦν τοῦ ποιουμένου: τελειότερον γάρ.