Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Εἴ τι ἔστι μετὰ τὸ πρῶτον, ἀνάγκη ἐξ ἐκείνου εἶναι ἢ εὐθύς, ἢ τὴν ἀναγωγὴν ἐπ̓ ἐκεῖνο διὰ τῶν μεταξὺ ἔχειν, καὶ τάξιν εἶναι δευτέρων καὶ τρίτων, τοῦ μὲν ἐπὶ τὸ πρῶτον ἀναγομένου, τοῦ δὲ τρίτου ἐπὶ τὸ δεύτερον. δεῖ μὲν γάρ τι πρὸ πάντων εἶναι ἁπλοῦν τοῦτο καὶ πάντων ἕτερον τῶν μετ̓ αὐτό, ἐφ̓ ἑαυτοῦ ὄν, οὐ μεμιγμένον τοῖς ἀπ̓ αὐτοῦ, καὶ πάλιν ἕτερον τρόπον τοῖς ἄλλοις παρεῖναι δυνάμενον, ὂν ὄντως ἕν, οὐχ ἕτερον ὄν, εἶτα ἕν, καθ̓ οὗ ψεῦδος καὶ τὸ ἓν εἶναι, οὗ μὴ λόγος μηδὲ ἐπιστήμη, ὃ δὴ καὶ ἐπέκεινα λέγεται εἶναι οὐσίας — εἰ γὰρ μὴ ἁπλοῦν

2.203
ἔσται συμβάσεως ἔξω πάσης καὶ συνθέσεως καὶ ὄντως ἕν, οὐκ ἂν ἀρχὴ εἴη — αὐταρκέστατόν τε τῷ ἁπλοῦν εἶναι καὶ πρῶτον ἁπάντων: τὸ γὰρ μὴ πρῶτον ἐνδεὲς τοῦ πρὸ αὐτοῦ, τό τε μὴ ἁπλοῦν τῶν ἐν αὐτῷ ἁπλῶν δεόμενον, ἵν̓ ᾖ ἐξ ἐκείνων. τὸ δὴ τοιοῦτον ἓν μόνον δεῖ εἶναι: ἄλλο γὰρ εἰ εἴη τοιοῦτον, οὐχ ἓν ἂν εἴη τὰ ἄμφω. οὐ γὰρ δὴ σώματα λέγομεν δύο, ἢ τὸ ἓν πρῶτον σῶμα. οὐδὲν γὰρ
517
ἁπλοῦν σῶμα, γινόμενόν τε τὸ σῶμα, ἀλλ̓ οὐκ ἀρχή: ἡ δὲ ἀρχὴ ἀγέννητος: μὴ σωματικὴ δὲ οὖσα, ἀλλ̓ ὄντως μία, ἐκεῖνο ἂν εἴη τὸ πρῶτον. εἰ ἄρα ἕτερόν τι μετὰ τὸ πρῶτον εἴη, οὐκ ἂν ἔτι ἁπλοῦν εἴη: ἓν ἄρα πολλὰ ἔσται. πόθεν οὖν τοῦτο; ἀπὸ τοῦ πρώτου: εἰ γὰρ δὴ κατὰ συντυχίαν, οὐδ̓ ἂν ἔτι ἐκεῖνο πάντων ἀρχή. πῶς οὖν ἀπὸ τοῦ πρώτου; ἢ εἰ τέλειόν ἐστι τὸ πρῶτον καὶ πάντων τελειότατον καὶ δύναμις ἡ πρώτη, δεῖ πάντων τῶν ὄντων δυνατώτατον εἶναι, καὶ τὰς ἄλλας δυνάμεις καθ̓ ὅσον δύνανται μιμεῖσθαι ἐκεῖνο. ὅ τι δ̓ ἂν τῶν ἄλλων εἰς τελείωσιν ἴῃ, ὁρῶμεν γεννῶν καὶ οὐκ ἀνεχόμενον ἐφ̓ ἑαυτοῦ μένειν, ἀλλ̓ ἕτερον ποιοῦν, οὐ μόνον ὅ τι ἂν προαίρεσιν ἔχῃ, ἀλλὰ καὶ ὅσα φύει ἄνευ προαιρέσεως, καὶ τὰ ἄψυχα δὲ μεταδιδόντα ἑαυτῶν καθ̓ ὅσον δύνανται: οἷον τὸ πῦρ θερμαίνει, καὶ ψύχει ἡ χιών, καὶ τὰ φάρμακα δὲ εἰς ἄλλο ἐργάζεται, οἷον αὖ τὰ πάντα τὴν ἀρχὴν κατὰ δύναμιν ἀπομιμούμενα εἰς ἀιδιότητά τε καὶ ἀγαθότητα. πῶς ἂν οὖν τὸ τελειότατον καὶ τὸ πρῶτον ἀγαθὸν ἐν αὑτῷ σταίη ὥσπερ φθονῆσαν ἑαυτοῦ ἢ ἀδυνατῆσαν, ἡ πάντων δύναμις; πῶς δ̓ ἂν ἔτι ἀρχὴ εἴη; δεῖ δή τι καὶ ἀπ̓ αὐτοῦ γενέσθαι, εἴπερ ἔσται τι καὶ τῶν ἄλλων παῤ αὐτοῦ
2.204
γε ὑποστάντων: ὅτι μὲν γὰρ ἀπ̓ αὐτοῦ, ἀνάγκη. δεῖ δὴ καὶ τιμιώτατον εἶναι τὸ γεννῶν, τὸ δὲ γεννώμενον καὶ δεύτερον ἐκείνου τῶν ἄλλων ἄμεινον εἶναι.

εἰ μὲν οὖν αὐτονοῦς ἦν τὸ γεννῶν, τὸ ἐφεξῆς νοῦ ἐνδεέστερον, προσεχέστερον δὲ νῷ καὶ ὅμοιον ἔδει εἶναι: ἐπεὶ δὲ ἐπέκεινα νοῦ τὸ γεννῶν, νοῦν εἶναι ἀνάγκη. διὰ τί δὲ οὐ νοῦς; ὅτι νοῦ ἐνέργειά ἐστι νόησις: νόησις δὲ τὸ νοητὸν ὁρῶσα καὶ πρὸς τοῦτο ἐπιστραφεῖσα καὶ ἀπ̓

518
ἐκείνου οἷον ἀποτελειουμένη ἀόριστος μὲν αὐτὴ ὥσπερ ὄψις, ὁριζομένη δὲ ὑπὸ τοῦ νοητοῦ. διὸ καὶ εἴρηται ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς τὰ εἴδη καὶ οἱ ἀριθμοί: τοῦτο γὰρ ὁ νοῦς. διὸ οὐχ ἁπλοῦς, ἀλλὰ πολλά, σύνθεσίν τε ἐμφαίνων, νοητὴν μέντοι, καὶ πολλὰ ὁρῶν ἤδη. ἔστι μὲν οὖν καὶ αὐτὸς νοητόν, ἀλλὰ καὶ νοῶν: διὸ δύο ἤδη. ἔστι δὲ καὶ ἄλλο τὸ μετ̓ αὐτὸ νοητόν. ἀλλὰ πῶς ἀπὸ τούτου τοῦ νοητοῦ ὁ νοῦς; οὕτως: τὸ νοητὸν ἐφ̓ ἑαυτοῦ μένον καὶ οὐκ ὂν ἐνδεές, ὥσπερ τὸ ὁρῶν καὶ τὸ νοοῦν — ἐνδεὲς δὲ λέγω τὸ νοοῦν ὡς πρὸς ἐκεῖνο — οὐκ ἔστιν οἷον ἀναίσθητον, ἀλλ̓ ἔστιν αὐτοῦ πάντα ἐν αὐτῷ καὶ σὺν αὐτῷ, πάντη διακριτικὸν ἑαυτοῦ, ζωὴ ἐν αὑτῷ καὶ πάντα ἐν αὑτῷ, καὶ ἡ κατανόησις αὐτοῦ αὐτὸ οἱονεὶ συναισθήσει οὖσα ἐν στάσει ἀιδίῳ καὶ νοήσει ἑτέρως ἢ κατὰ τὴν νοῦ νόησιν. εἴ τι οὖν μένοντος αὐτοῦ ἐν αὑτῷ γίνεται, ἀπ̓ αὐτοῦ τοῦτο γίνεται, ὅταν ἐκεῖνο μάλιστα ᾖ ὃ ἔστι. μένοντος οὖν αὐτοῦ ἐν τῷ οἰκείῳ ἤθει ἐξ αὐτοῦ μὲν τὸ γινόμενον γίνεται, μένοντος δὲ γίνεται. ἐπεὶ οὖν ἐκεῖνο μένει νοητόν, τὸ γινόμενον γίνεται νόησις: νόησις δὲ οὖσα καὶ νοοῦσα ἀφ̓
2.205
οὗ ἐγένετο — ἄλλο γὰρ οὐκ ἔχει — νοῦς γίγνεται, ἄλλο οἷον νοητὸν καὶ οἷον ἐκεῖνο καὶ μίμημα καὶ εἴδωλον ἐκείνου. ἀλλὰ πῶς μένοντος ἐκείνου γίνεται ἐνέργεια; ἢ ἡ μέν ἐστι τῆς οὐσίας, ἡ δ̓ ἐκ τῆς οὐσίας ἑκάστου: καὶ ἡ μὲν τῆς οὐσίας αὐτό ἐστιν ἐνεργείᾳ ἕκαστον, ἡ δὲ ἀπ̓ ἐκείνης, ἣν δεῖ παντὶ ἕπεσθαι ἐξ ἀνάγκης ἑτέραν οὖσαν αὐτοῦ: οἷον καὶ ἐπὶ τοῦ πυρὸς ἡ μέν τίς ἐστι συμπληροῦσα τὴν οὐσίαν θερμότης, ἡ δὲ ἀπ̓ ἐκείνης ἤδη γινομένη ἐνεργοῦντος ἐκείνου τὴν σύμφυτον τῇ οὐσίᾳ ἐνέργειαν ἐν τῷ μένειν πῦρ. οὕτω δὴ κἀκεῖ: καὶ πολὺ πρότερον ἐκεῖ μένοντος αὐτοῦ ἐν τῷ οἰκείῳ ἤθει ἐκ τῆς ἐν αὐτῷ τελειότητος καὶ συνούσης ἐνεργείας ἡ γεννηθεῖσα ἐνέργεια ὑπόστασιν λαβοῦσα, ἅτε ἐκ μεγάλης δυνάμεως, μεγίστης μὲν οὖν ἁπασῶν, εἰς τὸ εἶναι καὶ οὐσίαν ἦλθεν: ἐκεῖνο γὰρ ἐπέκεινα οὐσίας ἦν. καὶ ἐκεῖνο μὲν δύναμις πάντων, τὸ δὲ ἤδη τὰ πάντα. εἰ δὲ τοῦτο τὰ πάντα, ἐκεῖνο ἐπέκεινα τῶν πάντων: ἐπέκεινα ἄρα οὐσίας: καὶ εἰ τὰ πάντα, πρὸ δὲ πάντων τὸ ἓν οὐ τὸ ἴσον ἔχον τοῖς πᾶσι, καὶ ταύτῃ δεῖ ἐπέκεινα εἶναι τῆς οὐσίας. τοῦτο δὲ καὶ νοῦ: ἐπέκεινα ἄρα τι νοῦ. τὸ γὰρ ὂν οὐ νεκρὸν οὐδὲ οὐ ζωὴ οὐδὲ οὐ νοοῦν: νοῦς δὴ καὶ ὂν ταὐτόν. οὐ γὰρ τῶν πραγμάτων ὁ νοῦς, ὥσπερ ἡ αἴσθησις τῶν αἰσθητῶν προόντων, ἀλλ̓ αὐτὸς ὁ νοῦς τὰ πράγματα, εἴπερ μὴ εἴδη αὐτῶν κομίζεται. πόθεν
519
γάρ; ἀλλ̓ ἐνταῦθα μετὰ τῶν πραγμάτων καὶ ταὐτὸν αὐτοῖς καὶ ἕν: καὶ ἡ ἐπιστήμη δὲ ὅλη τῶν ἄνευ ὕλης τὰ πράγματα.
2.206