Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

ὅτι μὲν οὖν δεῖ τι εἶναι τὸ μετὰ τὸ πρῶτον, ἀλλαχοῦ εἴρηται, καὶ ὅλως, ὅτι δύναμίς ἐστι καὶ ἀμήχανος δύναμις, καὶ τοῦτο ὅτι ἐκ τῶν ἄλλων ἁπάντων πιστωτέον, ὅτι μηδέν ἐστι μηδὲ τῶν ἐσχάτων, ὃ μὴ δύναμιν εἰς τὸ γεννᾶν ἔχει. ἐκεῖνα δὲ νῦν λεκτέον, ὡς, ἐπειδὴ ἐν τοῖς γεννωμένοις οὐκ ἔστι πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κάτω χωρεῖν καὶ μᾶλλον εἰς πλῆθος ἰέναι, καὶ ἡ ἀρχὴ ἑκάστων

514
ἁπλουστέρα ἢ αὐτά. κόσμον τοίνυν τὸ ποιῆσαν αἰσθητὸν οὐκ ἂν εἴη κόσμος αἰσθητὸς αὐτό, ἀλλὰ νοῦς καὶ κόσμος νοητός: καὶ τὸ πρὸ τούτου τοίνυν τὸ γεννῆσαν αὐτὸ οὔτε νοῦς οὔτε κόσμος
2.200
νοητός, ἁπλούστερον δὲ νοῦ καὶ ἁπλούστερον κόσμου νοητοῦ. οὐ γὰρ ἐκ πολλοῦ πολύ, ἀλλὰ τὸ πολὺ τοῦτο ἐξ οὐ πολλοῦ: εἰ γὰρ καὶ αὐτὸ πολύ, οὐκ ἀρχὴ τοῦτο, ἀλλ̓ ἄλλο πρὸ τούτου. συστῆναι οὖν δεῖ εἰς ἓν ὄντως παντὸς πλήθους ἔξω καὶ ἁπλότητος ἡστινοσοῦν, εἴπερ ὄντως ἁπλοῦν. ἀλλὰ πῶς τὸ γενόμενον ἐξ αὐτοῦ λόγος πολὺς. καὶ πᾶς, τὸ δὲ ἦν δηλονότι οὐ λόγος; εἰ δὲ μὴ τοῦτο ἦν, πῶς οὖν ἐξ οὐ λόγου λόγος; καὶ πῶς τὸ ἀγαθοειδὲς ἐξ ἀγαθοῦ; τί γὰρ ἔχον αὐτοῦ ἀγαθοειδὲς λέγεται; ἆῤ ἔχον τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως; καὶ τί ταῦτα πρὸς τὸ ἀγαθόν; τὸ γὰρ ὡσαύτως ζητοῦμεν ὄντων ἀγαθῶν. ἢ πρότερον ἐκεῖνο, οὗ μὴ ἐξίστασθαι δεήσει, ὅτι ἀγαθόν, εἰ δὲ μή, βέλτιον ἀποστῆναι. ἆῤ οὖν τὸ ζῆν ὡσαύτως μένοντα ἐπὶ τούτου ἑκουσίως; εἰ οὖν ἀγαπητὸν τούτῳ τὸ ζῆν, δῆλον ὅτι οὐδὲν ζητεῖ: ἔοικε τοίνυν διὰ τοῦτο τὸ ὡσαύτως, ὅτι ἀρκεῖ τὰ παρόντα. ἀλλὰ πάντων ἤδη παρόντων τούτῳ ἀγαπητὸν τὸ ζῆν καὶ δὴ οὕτω παρόντων, οὐχ ὡς ἄλλων ὄντων αὐτοῦ. εἰ δ̓ ἡ πᾶσα ζωὴ τούτῳ καὶ ζωὴ ἐναργὴς καὶ τελεία, πᾶσα ἐν τούτῳ ψυχὴ καὶ πᾶς νοῦς καὶ οὐδὲν αὐτῷ οὔτε ζωῆς οὔτε νοῦ ἀποστατεῖ. αὐτάρκης οὖν ἑαυτῷ καὶ οὐδὲν ζητεῖ: εἰ δὲ μηδὲν ζητεῖ, ἔχει ἐν ἑαυτῷ ὃ ἐζήτησεν ἄν, εἰ μὴ παρῆν. ἔχει οὖν ἐν ἑαυτῷ τὸ ἀγαθὸν ἢ τοιοῦτον ὄν, ὃ δὴ ζωὴν καὶ νοῦν εἴπομεν, ἢ ἄλλο τι συμβεβηκὸς τούτοις. ἀλλ̓ εἰ τοῦτο τὸ ἀγαθόν, οὐδὲν ἂν εἴη ἐπέκεινα τούτων: εἰ δέ ἐστιν ἐκεῖνο, δηλονότι ζωὴ πρὸς ἐκεῖνο τούτῳ ἐξημμένη ἐκείνου καὶ τὴν ὑπόστασιν ἔχουσα ἐξ ἐκείνου καὶ πρὸς ἐκεῖνο ζῶσα: ἐκεῖνο γὰρ αὐτοῦ ἀρχή. δεῖ τοίνυν ἐκεῖνο ζωῆς εἶναι
2.201
κρεῖττον καὶ νοῦ: οὕτω γὰρ ἐπιστρέψει πρὸς ἐκεῖνο καὶ τὴν ζωὴν τὴν ἐν αὑτῷ, μίμημά τι τοῦ ἐν ἐκείνῳ ὄντος, καθ̓ ὃ τοῦτο ζῇ, καὶ τὸν νοῦν τὸν ἐν τούτῳ, μίμημά τι τοῦ ἐν ἐκείνῳ ὄντος, ὅ τι δήποτέ ἐστι τοῦτο.

τί οὖν ἐστι κρεῖττον ζωῆς ἐμφρονεστάτης

515
καὶ ἀπταίστου καὶ ἀναμαρτήτου καὶ νοῦ πάντα ἔχοντος καὶ ζωῆς πάσης καὶ νοῦ παντός; ἐὰν οὖν λέγωμεν ʽτὸ ποιῆσαν ταῦτἀ, καὶ πῶς ποιῆσαν; κἂν μὴ φανῇ τι κρεῖττον, οὐκ ἄπεισιν ὁ λογισμὸς ἐπ̓ ἄλλο, ἀλλὰ στήσεται αὐτοῦ. ἀλλὰ δεῖ ἀναβῆναι διά τε ἄλλα πολλὰ καὶ ὅτι τούτῳ τὸ αὔταρκες ἐκ πάντων ἔξω ἐστίν: ἕκαστον δὲ αὐτῶν δηλονότι ἐνδεές: καὶ ὅτι ἕκαστον τοῦ αὐτοῦ ἑνὸς μετείληφε καὶ μετέχει ἑνός, οὐκ αὐτὸ ἕν. τί οὖν τὸ οὗ μετέχει, ὃ ποιεῖ αὐτὸ καὶ εἶναι καὶ ὁμοῦ τὰ πάντα; ἀλλ̓ εἰ ποιεῖ ἕκαστον εἶναι καὶ τῇ ἑνὸς παρουσίᾳ αὔταρκες τὸ πλῆθος αὐτοῦ καὶ αὐτό, δηλονότι ποιητικὸν οὐσίας καὶ αὐταρκείας ἐκεῖνο αὐτὸ οὐκ ὂν οὐσία, ἀλλ̓ ἐπέκεινα ταύτης καὶ ἐπέκεινα αὐταρκείας. ἀρκεῖ οὖν ταῦτα λέγοντας ἀπαλλαχθῆναι; ἢ ἔτι ἡ ψυχὴ ὠδίνει καὶ μᾶλλον. ἴσως οὖν χρὴ αὐτὴν ἤδη γεννῆσαι ἀίξασαν πρὸς αὐτὸ πληρωθεῖσαν ὠδίνων. οὐ μὴν ἀλλὰ πάλιν ἐπᾳστέον, εἴ ποθέν τινα πρὸς τὴν ὠδῖνα ἐπῳδὴν εὕροιμεν. τάχα δὲ καὶ ἐκ τῶν ἤδη λεχθέντων, εἰ πολλάκις τις ἐπᾴδοι, γένοιτο. τίς οὖν ὥσπερ καινὴ ἐπῳδὴ ἄλλη; ἐπιθέουσα γὰρ πᾶσι τοῖς ἀληθέσι καὶ ὧν μετέχομεν ἀληθῶν ὅμως ἐκφεύγει, εἴ τις βούλοιτο εἰπεῖν καὶ διανοηθῆναι, ἐπείπερ δεῖ τὴν διάνοιαν, ἵνα τι εἴπῃ, ἄλλο καὶ ἄλλο λαβεῖν: οὕτω γὰρ καὶ διέξοδος: ἐν δὲ πάντη ἁπλῷ διέξοδος τίς
2.202
ἐστιν; ἀλλ̓ ἀρκεῖ κἂν νοερῶς ἐφάψασθαι: ἐφαψάμενον δέ, ὅτε ἐφάπτεται, πάντη μηδὲν μήτε δύνασθαι μήτε σχολὴν ἄγειν λέγειν, ὕστερον δὲ περὶ αὐτοῦ συλλογίζεσθαι. τότε δὲ χρὴ ἑωρακέναι πιστεύειν, ὅταν ἡ ψυχὴ ἐξαίφνης φῶς λάβῃ: τοῦτο γὰρ παῤ αὐτοῦ καὶ αὐτός: καὶ τότε χρὴ νομίζειν παρεῖναι, ὅταν ᾥσπερ θεὸς ἄλλος εἰς οἶκον καλοῦντός τινος ἐλθὼν φωτίσῃ: ἢ μηδ̓ ἐλθὼν οὐκ ἐφώτισεν. οὕτω τοι καὶ ψυχὴ ἀφώτιστος ἀθέατος ἐκείνου: φωτισθεῖσα δὲ ἔχει, ὃ ἐζήτει, καὶ τοῦτο τὸ τέλος τἀληθινὸν ψυχῇ, ἐφάψασθαι φωτὸς ἐκείνου
516
καὶ αὐτῷ αὐτὸ θεάσασθαι, οὐκ ἄλλῳ φωτί, ἀλλ̓ αὐτῷ, δἰ οὗ καὶ ὁρᾷ. δἰ οὗ γὰρ ἐφωτίσθη, τοῦτό ἐστιν, ὃ δεῖ θεάσασθαι: οὐδὲ γὰρ ἥλιον διὰ φωτὸς ἄλλου. πῶς ἂν οὖν τοῦτο γένοιτο; ἄφελε πάντα.