Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Τὸ ἓν πάντα καὶ οὐδὲ ἕν: ἀρχὴ γὰρ πάντων οὐ πάντα, ἀλλ̓ ἐκείνης πάντα: ἐκεῖ γὰρ

494
οἷον ἀνέδραμε: μᾶλλον δὲ οὔπω ἔστιν, ἀλλ̓ ἔσται. πῶς οὖν ἐξ ἁπλοῦ ἑνὸς οὐδεμιᾶς ἐν ταὐτῷ φαινομένης ποικιλίας, οὐ διπλόης ὁτουοῦν; ἢ ὅτι οὐδὲν ἦν ἐν αὐτῷ, διὰ τοῦτο ἐξ αὐτοῦ πάντα, καὶ ἵνα τὸ ὂν ᾖ, διὰ τοῦτο αὐτὸ οὐκ ὄν, γεννητὴς δὲ αὐτοῦ: καὶ πρώτη οἷον γέννησις αὕτη: ὂν γὰρ τέλειον τῷ μηδὲν ζητεῖν μηδὲ ἔχειν μηδὲ δεῖσθαι οἷον ὑπερερρύη καὶ τὸ ὑπερπλῆρες αὐτοῦ πεποίηκεν ἄλλο: τὸ δὲ γενόμενον εἰς αὐτὸ ἐπεστράφη καὶ ἐπληρώθη καὶ ἐγένετο πρὸς αὐτὸ βλέπον καὶ νοῦς οὕτως. καὶ ἡ μὲν πρὸς ἐκεῖνο στάσις αὐτοῦ τὸ ὂν ἐποίησεν, ἡ δὲ πρὸς αὐτὸ θέα τὸν νοῦν. ἐπεὶ οὖν ἔστη πρὸς αὐτό, ἵνα ἴδῃ, ὁμοῦ νοῦς γίνεται καὶ ὄν. οὕτως οὖν ὢν οἷον ἐκεῖνος τὰ ὅμοια ποιεῖ δύναμιν προχέας πολλήν: εἶδος δὲ καὶ τοῦτο αὐτοῦ, ὥσπερ τὸ πρὸ αὐτοῦ πρότερον προέχεε. καὶ αὕτη ἐκ τῆς οὐσίας ἐνέργεια ψυχὴ τοῦτο μένοντος ἐκείνου γενομένη: καὶ γὰρ ὁ νοῦς μένοντος τοῦ πρὸ αὐτοῦ ἐγένετο. ἡ δὲ οὐ μένουσα ποιεῖ, ἀλλὰ κινηθεῖσα ἐγέννα εἴδωλον. ἐκεῖ μὲν οὖν βλέπουσα, ὅθεν ἐγένετο, πληροῦται, προελθοῦσα δὲ εἰς κίνησιν ἄλλην καὶ ἐναντίαν γεννᾷ εἴδωλον αὑτῆς αἴσθησιν καὶ φύσιν τὴν ἐν τοῖς φυτοῖς. οὐδὲν δὲ τοῦ πρὸ αὐτοῦ ἀπήρτηται οὐδ̓ ἀποτέτμηται. διὸ καὶ δοκεῖ καὶ ἡ ἀνθρώπου ψυχὴ μέχρι
2.177
φυτῶν φθάνειν: τρόπον γάρ τινα φθάνει, ὅτι αὐτῆς τὸ ἐν φυτοῖς: οὐ μὴν πᾶσα ἐν φυτοῖς, ἀλλὰ γενομένη ἐν φυτοῖς οὕτως ἐστίν, ὅτι ἐπὶ τοσοῦτον προέβη εἰς τὸ κάτω ὑπόστασιν ἄλλην ποιησαμένη τῇ προόδῳ: καὶ προθυμίᾳ τοῦ χείρονος: ἐπεὶ καὶ τὸ πρὸ τούτου τὸ νοῦ ἐξηρτημένον μένειν τὸν νοῦν ἐφ̓ ἑαυτοῦ ἐᾷ.

πρόεισιν οὖν ἀπ̓ ἀρχῆς εἰς ἔσχατον καταλειπομένου ἀεὶ ἑκάστου ἐν τῇ οἰκείᾳ ἕδρᾳ, τοῦ δὲ γεννωμένου ἄλλην τάξιν λαμβάνοντος τὴν χείρονα: ἕκαστον μέντοι ταὐτὸν γίνεται ᾧ ἂν ἐπίσπηται, ἕως ἂν ἐφέπηται. ὅταν οὖν ψυχὴ ἐν φυτῷ γίνηται, ἄλλο ἐστὶν οἷον μέρος ἐν φυτῷ, τὸ τολμηρότατον καὶ ἀφρονέστατον καὶ προεληλυθὸς μέχρι τοσούτου: ὅταν δ̓ ἐν ἀλόγῳ, ἡ τοῦ αἰσθάνεσθαι δύναμις κρατήσασα ἤγαγεν: ὅταν δὲ εἰς ἄνθρωπον, ἢ ὅλως ἐν λογικῷ ἡ κίνησις, ἢ ἀπὸ νοῦ ὡς νοῦν οἰκεῖον ἐχούσης καὶ παῤ αὑτῆς βούλησιν τοῦ νοεῖν ἢ ὅλως κινεῖσθαι. πάλιν δὴ ἀναστρέφωμεν: ὅταν φυτοῦ ἢ τὰ παραφυόμενα ἢ κλάδων τὰ ἄνω τις

495
τέμῃ, ἡ ἐν τούτοις ψυχὴ ποῖ ἀπελήλυθεν; ἢ ὅθεν: οὐ γὰρ ἀποστᾶσα τόπῳ. ἓν οὖν τῇ ἀρχῇ. εἰ δὲ τὴν ῥίζαν διακόψειας ἢ καύσειας, ποῦ τὸ ἐν τῇ ῥίζῃ; ἐν ψυχῇ οὐκ εἰς ἄλλον τόπον ἐλθούσῃ. ἀλλὰ κἂν ἐν τῷ αὐτῷ ᾖ, ἀλλ̓ ἐν ἄλλῳ, εἰ ἀναδράμοι: εἰ δὲ μή, ἐν ἄλλῃ φυτικῇ, οὐ γὰρ στενοχωρεῖται: εἰ δ̓ ἀναδράμοι, ἐν τῇ πρὸ αὐτῆς δυνάμει. ἀλλ̓ ἐκείνη ποῦ; ἐν τῇ πρὸ αὐτῆς: ἡ δὲ μέχρι νοῦ, οὐ τόπῳ, οὐδὲν γὰρ ἐν τόπῳ ἦν: ὁ δὲ νοῦς πολὺ μᾶλλον οὐκ ἐν τόπῳ, ὥστε οὐδὲ αὐτή. οὐδαμοῦ οὖν οὖσα, ἀλλ̓ ἐν τῷ ὃ μηδαμοῦ καὶ πανταχοῦ οὕτως ἐστίν. εἰ δὲ προελθοῦσα εἰς
2.178
τὸ ἄνω σταίη ἐν τῷ μεταξὺ πρὶν πάντη εἰς τὸ ἀνωτάτω γενέσθαι, μέσον ἔχει βίον καὶ ἐν ἐκείνῳ τῷ μέρει αὑτῆς ἕστηκε. πάντα δὲ ταῦτα ἐκεῖνος καὶ οὐκ ἐκεῖνος: ἐκεῖνος μέν, ὅτι ἐξ ἐκείνου: οὐκ ἐκεῖνος δέ, ὅτι ἐκεῖνος ἐφ̓ ἑαυτοῦ μένων ἔδωκεν. ἔστιν οὖν οἷον ζωὴ μακρὰ εἰς μῆκος ἐκταθεῖσα, ἕτερον ἕκαστον τῶν μορίων τῶν ἐφεξῆς, συνεχὲς δὲ πᾶν αὑτῷ, ἄλλο δὲ καὶ ἄλλο τῇ διαφορᾷ, οὐκ ἀπολλύμενον ἐν τῷ δευτέρῳ τὸ πρότερον. τί οὖν ἡ ἐν τοῖς φυτοῖς γενομένη; οὐδὲν γεννᾷ; ἢ ἐν ᾧ ἔστι. σκεπτέον δὲ πῶς ἀρχὴν ἄλλην λαβόντας.