Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

ποικιλώτατον γὰρ τὸ πᾶν καὶ λόγοι πάντες ἐν αὐτῷ καὶ δυνάμεις ἄπειροι καὶ ποικίλαι.

2.91
οἷον δή φασι καὶ ἐπ̓ ἀνθρώπου ἄλλην μὲν δύναμιν ἔχειν ὀφθαλμὸν καὶ ὀστοῦν τόδε, τοδὶ δ̓ ἄλλην, χειρὸς μὲν τοδὶ καὶ δακτύλου τοῦ ποδός, καὶ οὐδὲν μέρος εἶναι ὃ μὴ ἔχει καὶ οὐ τὴν αὐτὴν δὲ ἔχει — ἀγνοοῦμεν δὲ ἡμεῖς, εἰ μή τις τὰ τοιαῦτα μεμάθηκεν: οὕτω καὶ πολὺ μᾶλλον: μᾶλλον δέ, ὅτι ἴχνος ταῦτα ἐκείνων: ἐν τῷ παντὶ ἀδιήγητον δὴ
431
καὶ θαυμαστὴν ποικιλίαν εἶναι δυνάμεων, καὶ δὴ καὶ ἐν τοῖς κατ̓ οὐρανὸν φερομένοις. οὐ γὰρ δή, ὥσπερ ἄψυχον οἰκίαν μεγάλην ἄλλως καὶ πολλὴν ἔκ τινων εὐαριθμήτων κατ̓ εἶδος, οἷον λίθων καὶ ξύλων, εἰ δὲ βούλει, καὶ ἄλλων τινῶν, εἰς κόσμον ἔδει αὐτὸ γεγονέναι, ἀλλ̓ εἶναι αὐτὸ ἐγρηγορὸς πανταχῇ καὶ ζῶν ἄλλο ἄλλως καὶ μηδὲν δύνασθαι εἶναι, ὃ μή ἐστιν ἐν αὐτῷ. διὸ καὶ ἐνταῦθα λύοιτο ἂν ἡ ἀπορία ἡ πῶς ἐν ζῴῳ ἐμψύχῳ ἄψυχον: οὕτως γὰρ ὁ λόγος φησὶν ἄλλο ἄλλως ζῆν ἐν τῷ ὅλῳ, ἡμᾶς δὲ τῷ μὴ αἰσθητῶς παῤ αὐτοῦ κινουμένους ζῆν μὴ λέγειν: τὸ δέ ἐστιν ἕκαστον ζῶν λανθάνον, καὶ τὸ αἰσθητῶς ζῶν συγκείμενον ἐκ τῶν μὴ αἰσθητῶς μὲν ζώντων, θαυμαστὰς δὲ δυνάμεις εἰς τὸ ζῆν τῷ τοιούτῳ ζῴῳ παρεχομένων. μὴ γὰρ ἂν κινηθῆναι ἐπὶ τοσαῦτα ἄνθρωπον ἐκ πάντη ἀψύχων τῶν ἐν αὐτῷ δυνάμεων κινούμενον, μηδ̓ αὖ τὸ πᾶν οὕτω ζῆν μὴ ἑκάστου τῶν ἐν αὐτῷ ζῶντος τὴν οἰκείαν ζωήν, κἂν προαίρεσις αὐτῷ μὴ παρῇ. ποιεῖ γὰρ καὶ προαιρέσεως οὐ δεηθέν, ἅτε προαιρέσεως ὂν προγενέστερον: διὸ καὶ πολλὰ δουλεύει αὐτῶν ταῖς δυνάμεσιν.

οὐδὲν οὖν τῷ παντὶ ἀπόβλητον αὐτοῦ: ἐπεὶ καὶ πῦρ καὶ ὅσα τῶν τοιούτων λέγομεν ποιεῖν, εἴ τις τὸ ποιεῖν αὐτῶν ζητήσειε τί ποτέ ἐστι τῶν

2.92
νῦν δοκούντων εἰδέναι, ἀπορήσειεν ἄν, εἰ μὴ δύναμιν ταύτην αὐτῷ ἀποδοίη ἐν τῷ παντὶ εἶναι, καὶ τοῖς ἄλλοις δὲ τὸ τοιοῦτον τοῖς ἐν χρήσει λέγοι. ἀλλ̓ ἡμεῖς τὰ μὲν συνήθη οὔτ̓ ἀξιοῦμεν ζητεῖν οὔτ̓ ἀπιστοῦμεν, περὶ δὲ τῶν ἄλλων τῶν ἔξω τοῦ συνήθους δυνάμεων ἀπιστοῦμέν τε ὡς ἔχει ἕκαστον, καὶ τῷ ἀσυνήθει τὸ θαυμάζειν προστίθεμεν θαυμάσαντες ἂν καὶ ταῦτα, εἰ ἀπείροις αὐτῶν οὖσιν ἕκαστόν τις προφέρων ἐξηγοῖτο αὐτῶν τὰς δυνάμεις. ἔχειν μὲν οὖν ἕκαστον δύναμίν τινα ἀνάλογον φατέον ἐν τῷ παντὶ πλασθὲν καὶ μορφωθὲν καὶ μετειληφός πως ψυχῆς παρὰ τοῦ ὅλου ὄντος ἐμψύχου καὶ περιειλημμένον ὑπὸ τοιούτου καὶ μόριον ὂν ἐμψύχου — οὐδὲν γὰρ ἐν αὐτῷ ὅ τι μὴ μέρος — ἄλλα δὲ ἄλλων πρὸς τὸ δρᾶν δυνατώτερα, καὶ τῶν ἐπὶ γῆς τὰ τῶν οὐρανίων μᾶλλον, ἅτε ἐναργεστέρᾳ φύσει χρώμενα, καὶ γίνεσθαι πολλὰ κατὰ τὰς δυνάμεις ταύτας, οὐ τῇ προαιρέσει ἀφ̓ ὧν δοκεῖ ἰέναι τὸ δρώμενον: ἔστι γὰρ καὶ ἐν τοῖς προαίρεσιν οὐκ
432
ἔχουσιν: οὐδὲ ἐπιστραφέντων τῇ δόσει τῆς δυνάμεως, κἂν ψυχῆς τι ἀπ̓ αὐτῶν ἴῃ. γένοιτο γὰρ ἂν καὶ ζῷα ἐκ ζῴου οὐ τῆς προαιρέσεως ποιούσης οὐδ̓ αὖ ἐλαττουμένου οὐδ̓ αὖ παρακολουθοῦντος: αὐτὸ γὰρ ἂν ἦν ἡ προαίρεσις, εἰ ἔχοι, ἢ οὐκ ἦν ἡ ποιοῦσα. εἰ δὲ μὴ ἔχοι τι προαίρεσιν ζῷον, ἔτι μᾶλλον τὸ μὴ παρακολουθεῖν.

ἅ τε οὖν ἐξ αὐτοῦ μηδενὸς κινήσαντος ἐκ τῆς ἄλλης αὐτοῦ ζωῆς γίνεται, καὶ ὅλως ὅσα ἐξ αὐτοῦ, ὅσα τε κινήσαντος ἄλλου, οἷον εὐχαῖς ἢ ἁπλαῖς ἢ τέχνῃ ᾀδομέναις, ταῦτα οὐκ εἰς ἐκείνων ἕκαστον, ἀλλ̓ εἰς τὴν τοῦ δρωμένου φύσιν ἀνενεκτέον. καὶ ὅσα μὲν χρηστὰ πρὸς ζωὴν ἤ τινα ἄλλην

2.93
χρείαν συμβάλλεται, τῇ δόσει ἀνενεκτέον, ἐξ ἄλλου μέρους μείζονος εἰς ἄλλο ἔλαττον ἰόν: ὅ τι δ̓ ἂν δυσχερὲς ἐξ αὐτῶν λέγηται εἰς τὰς γενέσεις τῶν ζῴων ἰέναι, ἢ τῷ μὴ δύνασθαι τὸ εὔχρηστον δέξασθαι τὸ ὑποκείμενον: οὐ γὰρ ἁπλῶς γίνεται τὸ γινόμενον, ἀλλ̓ εἰς τοδὶ καὶ ὡδὶ καὶ δεῖ καὶ τὸ πάσχον καὶ τὸ πεισόμενον ὑποκειμένην τινὰ καὶ τοιάνδε φύσιν ἔχειν. πολλὰ δὲ καὶ αἱ μίξεις ποιοῦσιν, ἑκάστου τι εὔχρηστον εἰς τὸ ζῆν διδόντος. γίνοιτο δ̓ ἄν τῳ καὶ μὴ συμφερόντων τῶν λυσιτελῶν τὴν φύσιν, καὶ ἡ σύνταξις ἡ τῶν ὅλων οὐ δίδωσιν ἑκάστῳ ἀεὶ ὃ βούλεται: πολλὰ δὲ καὶ προστίθεμεν αὐτοὶ τοῖς δοθεῖσι. πάντα δ̓ ὅμως εἰς ἓν συμπλέκεται καὶ θαυμαστὴν τὴν συμφωνίαν ἔχει καὶ ἀπ̓ ἄλλων ἄλλα, κἂν ἀπ̓ ἐναντίων ἴῃ: πάντα γὰρ ἑνός. καὶ εἴ τι δὲ ἐλλεῖπον πρὸς τὸ βέλτιον τῶν γινομένων, μὴ εἰδοποιηθὲν εἰς τέλος μὴ κρατηθείσης τῆς ὕλης, οἷον ἐλλεῖπον τῷ γενναίῳ, οὗ στερηθὲν πίπτει εἰς αἰσχρότητα: ὥστε τὰ μὲν ποιεῖσθαι ὑπ̓ ἐκείνων, τὰ δὲ τὴν ὑποκειμένην φύσιν εἰσφέρεσθαι, τὰ δὲ παῤ αὑτῶν προστιθέναι: συνταττομένων δὲ ἀεὶ πάντων καὶ
433
εἰς ἓν συντελούντων πάντων, σημαίνεσθαι πάντα: ἀρετὴ δὲ ἀδέσποτον: συνυφαίνεσθαι δὲ καὶ τὰ αὐτῆς ἔργα τῇ συντάξει, ἅτε καὶ τῶν τῇδε ἐκεῖθεν ἐξηρτημένων, τῶν ἐν τῷδε τῷ παντὶ τοῖς θειοτέροις, μετέχοντος καὶ τοῦδε ἐκείνων.

γίνεται τοίνυν τὰ ἐν τῷ παντὶ οὐ κατὰ σπερματικούς, ἀλλὰ κατὰ λόγους περιληπτικοὺς καὶ τῶν προτέρων ἢ κατὰ τοὺς τῶν σπερμάτων λόγους: οὐ γὰρ ἐν σπερματικοῖς λόγοις ἔνι τι τῶν γινομένων παρὰ τοὺς σπερματικοὺς αὐτοὺς λόγους οὐδὲ τῶν παρὰ τῆς ὕλης εἰς τὸ ὅλον συντελούντων οὐδὲ

2.94
τῶν δρωμένων εἰς ἄλληλα παρὰ τῶν γενομένων. ἀλλὰ μᾶλλον ἂν ἐοίκοι ὁ λόγος τοῦ παντὸς κατὰ λόγον τιθέντα κόσμον πόλεως καὶ νόμον ἤδη εἰδότα, ἃ πράξουσιν οἱ πολῖται, καὶ δἰ ἃ πράξουσι, καὶ πρὸς ταῦτα πάντα νομοθετοῦντα καὶ συνυφαίνοντα τοῖς νόμοις τὰ πάθη πάντα αὐτῶν καὶ τὰ ἔργα καὶ τὰς ἐπὶ τοῖς ἔργοις τιμὰς καὶ ἀτιμίας, πάντων ὁδῷ οἷον αὐτομάτῳ εἰς συμφωνίαν χωρούντων. ἡ δὲ σημασία οὐ τούτου χάριν, ἵνα σημαίνῃ προηγουμένως, ἀλλ̓ οὕτω γιγνομένων σημαίνεται ἐξ ἄλλων ἄλλα: ὅτι γὰρ ἓν καὶ ἑνός, καὶ ἀπ̓ ἄλλου ἄλλο γινώσκοιτ̓ ἄν, καὶ ἀπὸ αἰτιατοῦ δὲ τὸ αἴτιον, καὶ τὸ ἑπόμενον δὲ ἐκ τοῦ προηγησαμένου, καὶ τὸ σύνθετον ἀπὸ θατέρου, ὅτι θάτερον καὶ θάτερον ὁμοῦ. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, λύοιντο ἃν ἤδη αἱ ἀπορίαι, ἥ τε πρὸς τὸ κακῶν δόσιν παρὰ θεῶν γίνεσθαι τῷ μήτε προαιρέσεις εἶναι τὰς ποιούσας, φυσικαῖς δὲ ἀνάγκαις
434
γίνεσθαι, ὅσα ἐκεῖθεν, ὡς μερῶν πρὸς μέρη, καὶ ἑπόμενα ἑνὸς ζωῇ, καὶ τῷ πολλὰ παῤ αὑτῶν τοῖς γινομένοις προστιθέναι, καὶ τῷ τῶν διδομένων παῤ ἑκάστων οὐ κακῶν ὄντων ἐν τῇ μίξει γίνεσθαι ἄλλο τι, καὶ τῷ μὴ ἕνεκα ἑκάστου ἀλλ̓ ἕνεκα τοῦ ὅλου τὴν ζωὴν εἶναι, καὶ τὴν ὑποκειμένην δὲ φύσιν ἄλλο λαβοῦσαν ἄλλο πάσχειν καὶ μηδὲ δύνασθαι κρατῆσαι τοῦ δοθέντος.

τὰς δὲ γοητείας πῶς; ἢ τῇ συμπαθείᾳ, καὶ τῷ πεφυκέναι συμφωνίαν εἶναι ὁμοίων καὶ ἐναντίωσιν ἀνομοίων, καὶ τῇ τῶν δυνάμεων τῶν πολλῶν ποικιλίᾳ εἰς ἓν ζῷον συντελούντων. καὶ γὰρ μηδενὸς μηχανωμένου ἄλλου πολλὰ ἕλκεται καὶ γοητεύεται: καὶ ἡ ἀληθινὴ μαγεία ἡ ἐν τῷ παντὶ

2.95
φιλία καὶ τὸ νεῖκος αὖ. καὶ ὁ γόης ὁ πρῶτος καὶ φαρμακεὺς οὗτός ἐστιν, ὃν κατανοήσαντες ἄνθρωποι ἐπ̓ ἀλλήλοις χρῶνται αὐτοῦ τοῖς φαρμάκοις καὶ τοῖς γοητεύμασι. καὶ γάρ, ὅτι ἐρᾶν πεφύκασι καὶ τὰ ἐρᾶν ποιοῦντα ἕλκει πρὸς ἄλληλα, ὁλκῆς ἐρωτικῆς διὰ γοητείας τέχνη γεγένηται προστιθέντων ἐπαφαῖς φύσεις ἄλλας ἄλλοις συναγωγοὺς καὶ ἐγκείμενον ἐχούσας ἔρωτα: καὶ συνάπτουσι δὲ ἄλλην ψυχὴν ἄλλῃ, ὥσπερ ἂν εἰ φυτὰ διεστηκότα ἐξαψάμενοι πρὸς ἄλληλα: καὶ τοῖς σχήμασι δὲ προσχρῶνται δυνάμεις ἔχουσι, καὶ αὑτοὺς σχηματίζοντες ὡδὶ ἐπάγουσιν ἐπ̓ αὐτοὺς ἀψοφητὶ δυνάμεις ἐν ἑνὶ ὄντες εἰς ἕν: ἐπεὶ ἔξω γε τοῦ παντὸς εἵ τις ὑπόθοιτο τὸν τοιοῦτον, οὔτ̓ ἂν ἕλξειεν οὔτ̓ ἂν καταγάγοι ἐπαγωγαῖς ἢ καταδέσμοις: ἀλλὰ νῦν, ὅτι μὴ οἷον ἀλλαχοῦ ἄγει, ἔχει ἄγειν εἰδὼς ὅπῃ τι ἐν τῷ ζῴῳ πρὸς ἄλλο ἄγεται. πέφυκε δὲ καὶ ἐπῳδῆς τῷ μέλει καὶ τῇ τοιᾷδε ἠχῇ καὶ τῷ σχήματι τοῦ δρῶντος — ἕλκει γὰρ τὰ
435
τοιαῦτα, οἷον τὰ ἐλεεινὰ σχήματα καὶ φθέγματα — ἄγεσθαι ἡ ψυχή: οὐ γὰρ ἡ προαίρεσις οὐδ̓ ὁ λόγος ὑπὸ μουσικῆς θέλγεται, ἀλλ̓ ἡ ἄλογος ψυχή, καὶ οὐ θαυμάζεται ἡ γοητεία ἡ τοιαύτη: καίτοι φιλοῦσι κηλούμενοι, κἂν μὴ τοῦτο αἰτῶνται παρὰ τῶν τῇ μουσικῇ χρωμένων. καὶ τὰς ἄλλας δὲ εὐχὰς οὐ τῆς προαιρέσεως ἀκουούσης οἰητέον: οὐ γὰρ οἱ θελγόμενοι ταῖς ἐπῳδαῖς οὕτως, οὐδ̓ ὅταν γοητεύῃ ὄφις ἀνθρώπους, σύνεσιν ὁ γοητευόμενος ἔχει, οὐδ̓ αἰσθάνεται, ἀλλὰ γινώσκει ἤδη παθών, ὅτι πέπονθεν, ἀπαθὲς δ̓ αὐτὸ τὸ ἡγούμενόν ἐστιν. ᾧ δ̓ ηὔξατο, ἦλθέ τι πρὸς αὐτὸν ἐξ ἐκείνου ἢ πρὸς ἄλλον: ὁ δὲ ἥλιος ἢ ἄλλο ἄστρον οὐκ ἐπαίει.