Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Περὶ τῆς δἰ ὅλων λεγομένης τῶν σωμάτων

184
κράσεως ἐπισκεπτέον. ἆρα ἐνδέχεται ὅλον δἰ ὅλου ὑγρὸν ὑγρῷ συμμιχθὲν ἑκάτερον δἰ ἑκατέρου ἢ θάτερον διὰ θατέρου χωρεῖν; διαφέρει γὰρ οὐδὲν ὁποτερωσοῦν, εἰ γίγνοιτο. οἱ μὲν γὰρ τῇ παραθέσει διδόντες ὡς μιγνύντες μᾶλλον ἢ κιρνάντες ἐατέοι, εἴπερ δεῖ τὴν κρᾶσιν ὁμοιομερὲς τὸ πᾶν ποιεῖν, καὶ ἕκαστον μέρος τὸ σμικρότατον ἐκ τῶν κεκρᾶσθαι λεγομένων εἶναι. οἱ μὲν οὖν τὰς ποιότητας μόνας κιρνάντες τὴν δὲ ὕλην παρατιθέντες ἑκατέρου τοῦ σώματος καὶ ἐπ̓ αὐτῶν ἐπάγοντες τὰς παῤ ἑκατέρου ποιότητας πιθανοὶ ἂν εἶεν τῷ διαβάλλειν τὴν δἰ ὅλων κρᾶσιν τῷ τε εἰς τομὰς τὰ μεγέθη συμβαίνειν τῶν ὄγκων ἰέναι, εἰ μηδὲν διάλειμμα μηδετέρῳ τῶν σωμάτων γίγνοιτο, εἰ συνεχὴς ἔσται ἡ διαίρεσις τῷ κατὰ πᾶν τὴν διάδυσιν γίνεσθαι θατέρῳ εἰς θάτερον, καὶ δή, ὅταν τὰ κραθέντα μείζω τόπον κατέχῃ ἢ θάτερον καὶ τοσοῦτον, ὅσον συνελθόντα τὸν ἑκατέρου τόπον. καίτοι, εἰ δἰ ὅλου ὅλον ἦν διεληλυθός, τὸν τοῦ ἑτέρου ἔδει, φασί, μένειν τὸν αὐτόν, εἰς ὃ θάτερον ἐνεβλήθη. οὗ δὲ μὴ μείζων ὁ τόπος γίνεται, ἀέρος τινὰς ἐξόδους αἰτιῶνται, ἀνθ̓ ὧν ἐσέδυ θάτερον. καὶ τὸ σμικρὸν δὲ ἐν τῷ μείζονι πῶς ἂν ἐκταθὲν δἰ ὅλου χωρήσειε; καὶ πολλὰ ἄλλα λέγουσιν. οἱ δ̓ αὖ τὴν δἰ ὅλων κρᾶσιν εἰσάγοντες τέμνεσθαι μὲν καὶ μὴ εἰς τομὰς ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο καὶ δἰ ὅλων τῆς κράσεως γιγνομένης: ἐπεὶ καὶ τοὺς ἱδρῶτας οὐ τοῦ σώματος τομὰς ποιεῖν οὐδ̓ αὖ
1.178
κατατετρῆσθαι φήσουσι. καὶ γὰρ εἴ τις λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι τοῦ διιέναι
185
τοὺς ἱδρῶτας χάριν, ἀλλὰ ἐπὶ τῶν τεχνητῶν, ὅταν λεπτὰ ᾖ καὶ συνεχῆ, ὁρᾶσθαι τὸ ὑγρὸν δἰ ὅλου δεῦον αὐτὰ καὶ διάρρεον ἐπὶ θάτερα: ἀλλὰ σωμάτων ὄντων πῶς οἷόν τε τοῦτο γίγνεσθαι; ὡς διιέναι μὴ τέμνοντα ἐπινοῆσαι οὐ ῥᾴδιον: τέμνοντα δὲ κατὰ πᾶν ἀναιρήσει ἄλληλα δηλονότι. τὰς δὲ αὔξας ὅταν λέγωσι μὴ γίγνεσθαι πολλαχοῦ, διδόασι τοῖς ἑτέροις ἀέρων ἐξόδους αἰτιᾶσθαι. πρός τε τὴν τῶν τόπων αὔξησιν χαλεπῶς μέν, ὅμως δὲ τί κωλύει λέγειν συνεισφερομένου ἑκατέρου σώματος καὶ τὸ μέγεθος μετὰ τῶν ἄλλων ποιοτήτων ἐξ ἀνάγκης τὴν αὔξην γίνεσθαι; μὴ γὰρ μηδὲ τοῦτο ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰς ἄλλας ποιότητας, καὶ ὥσπερ ἐκεῖ ποιότητος ἄλλο εἶδος μικτὸν ἐξ ἀμφοῖν, οὕτω καὶ μέγεθος ἄλλο: οὗ δὴ τὸ μῖγμα ποιεῖ τὸ ἐξ ἀμφοῖν μέγεθος. ἀλλ̓ ἐνταῦθ̓ ἂν πρὸς αὐτοὺς οἱ ἕτεροι λέγοιεν, ὡς, εἰ μὲν ἡ ὕλη τῇ ὕλῃ παράκειται καὶ ὁ ὄγκος τῷ ὄγκῳ, ᾧ. σύνεστι τὸ μέγεθος, τὸ ἡμέτερον ἂν λέγοιτε: εἰ δὲ δἰ ὅλου καὶ ἡ ὕλη μετὰ τοῦ ἐπ̓ αὐτῇ πρώτως μεγέθους, οὐχ οὕτως ἂν γένοιτο ὡς γραμμὴ γραμμῇ ἐφεξῆς ἂν κέοιτο κατὰ τὰ πέρατα τοῖς σημείοις ἑαυτῶν συνάψασαι, οὗ δὴ αὔξη ἂν γίνοιτο, ἀλλ̓ ἐκείνως ὡς ἂν γραμμὴ γραμμῇ ἐφαρμοσθείη, ὥστε αὔξην μὴ γίνεσθαι. τὸ δὲ ἔλαττον διὰ παντὸς τοῦ μείζονος καὶ τοῦ μεγίστου τὸ μικρότατον χωρεῖ, ἐφ̓ ὧν φανερὸν ὅτι κίρναται. ἐπὶ γὰρ τῶν ἀδήλων ἔξεστι λέγειν μὴ εἰς πᾶν φθάνειν, ἀλλ̓ ἐφ̓ ὧν γε φανερῶς συμβαίνει, οὐ λέγοιτ̓ ἄν. καὶ λέγοντες ἐκτάσεις τῶν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοιεν ἂν εἰς τοσοῦτον τὸν σμικρότατον
1.179
ὄγκον ἐκτείνοντες: οὐδὲ γὰρ μεταβάλλοντες τὸ σῶμα μέγεθος αὐτῷ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατος ἀὴρ γίγνοιτο.

τοῦτο δὲ αὐτὸ ἐφ̓ ἑαυτοῦ ζητητέον, τί συμβαίνει, ὅταν ὅσπερ ἦν ὄγκος ὕδατος ἀὴρ γίγνηται, πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ: νῦν δὲ τὰ μὲν εἰρήσθω πολλῶν καὶ ἄλλων παῤ ἑκατέρων λεγομένων. ἡμεῖς δὲ ἐφ̓ ἑαυτῶν σκοπῶμεν, τί χρὴ λέγειν περὶ τούτου, τίς δόξα σύμφωνος τοῖς λεγομένοις ἢ καὶ τίς ἄλλη παρὰ τὰς νῦν λεγομένας φανεῖται; ὅταν τοίνυν διὰ τοῦ ἐρίου ῥέῃ τὸ ὕδωρ ἢ ἡ βίβλος ἐκστάζῃ τὸ ἐν αὐτῇ ὕδωρ, πῶς οὐ τὸ πᾶν ὑδάτινον σῶμα δίεισι δἰ αὐτῆς; ἢ καὶ ὅταν μὴ ῥέῃ, πῶς συνάψομεν τὴν ὕλην τῇ ὕλῃ καὶ τὸν ὄγκον τῷ ὄγκῳ, τὰς δὲ ποιότητας μόνας ἐν συγκράσει ποιησόμεθα; οὐ γὰρ δὴ ἔξω τῆς βίβλου ἡ τοῦ ὕδατος

186
ὕλη παρακείσεται οὐδ̓ αὖ ἔν τισι διαστήμασιν αὐτῆς: πᾶσα γὰρ ὑγρά ἐστι καὶ οὐδαμοῦ ὕλη κενὴ ὑδατίνης ποιότητος. εἰ δὲ πανταχοῦ ἡ ὕλη μετὰ τῆς ποιότητος, πανταχοῦ τῆς βίβλου τὸ ὕδωρ. ἢ οὐ τὸ ὕδωρ, ἀλλ̓ ἡ τοῦ ὕδατος ποιότης. ἀλλὰ ποῦ ὄντος τοῦ ὕδατος; πῶς οὖν οὐχ ὁ αὐτὸς ὄγκος; ἢ ἐξέτεινε τὴν βίβλον τὸ προστεθέν: ἔλαβε γὰρ μέγεθος παρὰ τοῦ εἰσελθόντος. ἀλλ̓ εἰ ἔλαβε, προσετέθη τις ὄγκος: εἰ δὲ προσετέθη, οὐ κατεπόθη ἐν τῷ ἑτέρῳ, δεῖ οὖν ἐν ἄλλῳ καὶ ἄλλῳ τὴν ὕλην εἶναι. ἢ τί κωλύει, ὥσπερ δίδωσι τῆς ποιότητος καὶ λαμβάνει σῶμα θάτερον παρὰ θατέρου, οὕτω καὶ ἐπὶ τοῦ μεγέθους; ποιότης μὲν γὰρ ποιότητι συνελθοῦσα οὐκ ἐκείνη οὖσα, ἀλλὰ μετ̓ ἄλλης, ἐν τῷ μετ̓ ἄλλης εἶναι οὐ καθαρὰ οὖσα οὐκ ἔστι παντελῶς ἐκείνη, ἀλλ̓ ἠμαύρωται: μέγεθος δὲ συνελθὸν
1.180
ἄλλῳ μεγέθει οὐκ ἀφανίζεται. τὸ δὲ σῶμα χωροῦν διὰ σώματος πάντως τομὰς ποιεῖν πῶς λέγεται, ἐπιστήσειεν ἄν τις: ἐπεὶ καὶ αὐτοὶ τὰς ποιότητας διὰ τῶν σωμάτων χωρεῖν λέγομεν καὶ οὐ τομὰς ποιεῖν. ἢ ὅτι ἀσώματοι. ἀλλ̓ εἰ ἡ ὕλη καὶ αὐτὴ ἀσώματος, διὰ τί τῆς ὕλης ἀσωμάτου οὔσης καὶ τῶν ποιοτήτων, εἰ τοιαῦται εἶεν ὡς ὀλίγαι εἶναι, οὐ μετὰ τῆς ὕλης τὸν αὐτὸν τρόπον διίασι; μὴ διιέναι δὲ τὰ στερεά, ὅτι τοιαύτας ἔχει τὰς ποιότητας ὡς κωλυθῆναι διιέναι, ἢ πολλὰς ὁμοῦ ἀδυνατεῖν μετὰ τῆς ὕλης ποιεῖν τοῦτο; εἰ μὲν οὖν τὸ πλῆθος τῶν ποιοτήτων τὸ πυκνὸν λεγόμενον σῶμα ποιεῖ, τὸ πλῆθος ἂν εἴη αἴτιον: εἰ δὲ πυκνότης ἰδία ποιότης ἐστίν, ὥσπερ καὶ ἣν λέγουσι σωματότητα, ἡ ἰδία ποιότης: ὥστε οὐχ ᾗ ποιότητες τὴν μῖξιν ποιήσονται, ἀλλ̓ ᾗ τοιαίδε, οὐδ̓ αὖ ἡ ὕλη ᾗ ὕλη οὐ μιχθήσεται, ἀλλ̓ ᾗ μετὰ τοιᾶσδε ποιότητος, καὶ μάλιστα, εἰ μέγεθος οἰκεῖον οὐκ ἔχει ἀλλ̓ ἢ μὴ ἀποβαλοῦσα τὸ μέγεθος. ταῦτα μὲν οὖν ἔστω καὶ οὕτω διηπορημένα.

ἐπεὶ δὲ ἐμνήσθημεν σωματότητος, ἐπισκεπτέον, πότερα ἡ σωματότης ἐστὶ τὸ ἐκ πάντων σὺν ὕλῃ συγκείμενον ἢ εἶδός τι καὶ λόγος τις, ὃς ἐγγενόμενος τῇ ὕλῃ σῶμα ποιεῖ. εἰ μὲν οὖν τοῦτό ἐστι τὸ σῶμα τὸ ἐκ πασῶν τῶν ποιοτήτων σὺν ὕλῃ συγκείμενον, ταὐτὸ ἂν εἴη ἡ σωματότης. καὶ εἰ λόγος δὲ εἴη, ὃς προσελθὼν ποιεῖ τὸ σῶμα, δηλονότι ὁ λόγος ἐμπεριλαβὼν ἔχει τὰς ποιότητας ἁπάσας. δεῖ δὲ τὸν λόγον τοῦτον, εἰ μή ἐστιν ἄλλως ὥσπερ ὁρισμὸς δηλωτικὸς τοῦ τί ἔστι τὸ πρᾶγμα, ἀλλὰ λόγος ποιῶν πρᾶγμα, μὴ τὴν ὕλην συμπεριειληφέναι, ἀλλὰ περὶ ὕλην εἶναι καὶ ἐγγενόμενον

1.181
ἀποτελεῖν τὸ σῶμα, καὶ εἶναι μὲν τὸ σῶμα ὕλην καὶ λόγον ἐνόντα, αὐτὸν δὲ εἶδος ὄντα ἄνευ
187
ὕλης ψιλὸν θεωρεῖσθαι, κἂν ὅτι μάλιστα ἀχώριστος αὐτὸς ᾖ. ὁ γὰρ χωριστὸς ἄλλος, ὁ ἐν νῷ: ἐν νῷ δέ, ὅτι καὶ αὐτὸς νοῦς. ἀλλὰ ταῦτα ἄλλοθι.