Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ εἶναι: λέγεται δέ τι καὶ ἐνέργεια ἐν τοῖς οὖσι. σκεπτέον οὖν τί τὸ δυνάμει καὶ τί τὸ ἐνεργείᾳ. ἆρα τὸ αὐτὸ τῷ ἐνεργείᾳ εἶναι ἡ ἐνέργεια, καὶ εἴ τί ἐστιν ἐνέργεια, τοῦτο καὶ ἐνεργείᾳ, ἢ ἕτερον ἑκάτερον καὶ τὸ ἐνεργείᾳ ὂν οὐκ ἀνάγκη καὶ ἐνέργειαν

173
εἶναι; ὅτι μὲν οὖν ἐν τοῖς αἰσθητοῖς τὸ δυνάμει, δῆλον: εἰ δὲ καὶ ἐν τοῖς νοητοῖς, σκεπτέον, ἢ εἰ ἐκεῖ τὸ ἐνεργείᾳ μόνον: καὶ εἰ ἔστι τὸ δυνάμει, εἰ δυνάμει μόνον ἀεί, κἂν ἀεί, εἰ οὐδέποτε ἂν
1.167
ἔλθοι εἰς ἐνέργειαν τῷ τὸν χρόνον ἐξείργεσθαι. ἀλλὰ τί ἐστι τὸ δυνάμει πρῶτον λεκτέον, εἰ δὴ τὸ δυνάμει δεῖ μὴ ἁπλῶς λέγεσθαι: οὐ γὰρ ἔστι τὸ δυνάμει μηδενὸς εἶναι. οἷον δυνάμει ἀνδριὰς ὁ χαλκός: εἰ γὰρ μηδὲν ἐξ αὐτοῦ μηδ̓ ἐπ̓ αὐτῷ μηδ̓ ἔμελλε μηδὲν ἔσεσθαι μεθ̓ ὃ ἦν μηδ̓ ἐνεδέχετό τι γενέσθαι, ἦν ἂν ὃ ἦν μόνον. ὃ δὲ ἦν ἤδη παρῆν καὶ οὐκ ἔμελλε: τί οὖν ἠδύνατο ἄλλο μετὰ τὸ παρὸν αὐτό; οὐ τοίνυν ἦν ἂν δυνάμει. δεῖ τοίνυν τὸ δυνάμει τι ὂν ἄλλο ἤδη τῷ τι καὶ ἄλλο μεθ̓ αὑτὸ δύνασθαι, ἤτοι μένον μετὰ τοῦ ἐκεῖνο ποιεῖν ἢ παρέχον αὑτὸ ἐκείνῳ ὃ δύναται φθαρὲν αὐτό, δυνάμει λέγεσθαι: ἄλλως γὰρ δυνάμει ἀνδριὰς ὁ χαλκός, ἄλλως τὸ ὕδωρ δυνάμει χαλκὸς καὶ ὁ ἀὴρ πῦρ. τοιοῦτον δὴ ὂν τὸ δυνάμει ἆρα καὶ δύναμις λέγοιτο ἂν πρὸς τὸ ἐσόμενον, οἷον ὁ χαλκὸς δύναμις τοῦ ἀνδριάντος; ἤ, εἰ μὲν ἡ δύναμις κατὰ τὸ ποιεῖν λαμβάνοιτο, οὐδαμῶς: οὐ γὰρ ἡ δύναμις ἡ κατὰ τὸ ποιεῖν λαμβανομένη λέγοιτο ἂν δυνάμει. εἰ δὲ τὸ δυνάμει μὴ μόνον πρὸς τὸ ἐνεργείᾳ λέγεται, ἀλλὰ καὶ πρὸς ἐνέργειαν, εἴη ἂν καὶ δύναμις τὸ δυνάμει. βέλτιον δὲ καὶ σαφέστερον τὸ μὲν δυνάμει πρὸς τὸ ἐνεργείᾳ, τὴν δὲ δύναμιν πρὸς ἐνέργειαν λέγειν. τὸ μὲν δὴ δυνάμει τοιοῦτον ὥσπερ ὑποκείμενόν τι πάθεσι καὶ μορφαῖς καὶ εἴδεσιν, ἃ μέλλει δέχεσθαι καὶ πέφυκεν ἢ καὶ σπεύδει ἑλεῖν, καὶ τὰ μὲν ὡς πρὸς τὸ βέλτιον, τὰ δὲ πρὸς τὰ χείρω καὶ λυμαντικὰ αὐτῶν, ὧν ἕκαστον καὶ ἐνεργείᾳ ἐστὶν ἄλλο.

περὶ δὲ τῆς ὕλης σκεπτέον, εἰ ἕτερόν τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ πρὸς ἃ μορφοῦται, ἢ οὐδὲν ἐνεργείᾳ, καὶ ὅλως καὶ τὰ ἄλλα ἃ λέγομεν δυνάμει λαβόντα τὸ εἶδος καὶ μένοντα αὐτὰ ἐνεργείᾳ

1.168
γίνεται, ἢ τὸ ἐνεργείᾳ κατὰ τοῦ ἀνδριάντος λεχθήσεται ἀντιτιθεμένου μόνον τοῦ ἐνεργείᾳ ἀνδριάντος πρὸς τὸν δυνάμει ἀνδριάντα, ἀλλ̓ οὐ τοῦ ἐνεργείᾳ κατηγορουμένου κατ̓ ἐκείνου, καθ̓ οὗ τὸ δυνάμει ἀνδριὰς ἐλέγετο. εἰ δὴ οὕτως, οὐ τὸ δυνάμει γίνεται ἐνεργείᾳ, ἀλλ̓ ἐκ τοῦ δυνάμει ὄντος πρότερον ἐγένετο τὸ ἐνεργείᾳ ὕστερον. καὶ γὰρ αὐτὸ τὸ ἐνεργείᾳ ὂν τὸ συναμφότερον, οὐχ ἡ ὕλη: τὸ δὲ εἶδος τὸ ἐπ̓ αὐτῇ. καὶ τοῦτο μέν, εἰ ἑτέρα γίγνοιτο οὐσία, οἷον ἐκ χαλκοῦ ἀνδριάς. ἄλλη γὰρ οὐσία ὡς τὸ συναμφότερον ὁ ἀνδριάς: ἐπὶ δὲ τῶν ὅλως οὐ μενόντων φανερόν, ὡς τὸ δυνάμει παντάπασιν
174
ἕτερον ἦν: ἀλλ̓ ὅταν ὁ δυνάμει γραμματικὸς ἐνεργείᾳ γένηται, ἐνταῦθα τὸ δυνάμει πῶς οὐ καὶ ἐνεργείᾳ τὸ αὐτό; ὁ γὰρ δυνάμει Σωκράτης ὁ αὐτὸς καὶ ἐνεργείᾳ σοφός. ἆρα οὖν καὶ ὁ ἀνεπιστήμων ἐπιστήμων; δυνάμει γὰρ ἦν ἐπιστήμων. ἢ ὁ κατὰ συμβεβηκὸς ἀμαθὴς ἐπιστήμων; οὐ γὰρ ᾗ ἀμαθὴς δυνάμει ἐπιστήμων, ἀλλὰ συμβεβήκει αὐτῷ ἀμαθεῖ εἶναι, ἡ δὲ ψυχὴ καθ̓ ἑαυτὴν ἐπιτηδείως ἔχουσα τὸ δυνάμει ἦν ᾗπερ καὶ ἐπιστήμων. ἔτι οὖν σώζει τὸ δυνάμει καὶ ὁ δυνάμει γραμματικὸς ἤδη γραμματικὸς ὤν. ἢ οὐδὲν κωλύει καὶ ἄλλον τρόπον: ἐκεῖ μὲν δυνάμει μόνον, ἐνταῦθα δὲ τῆς δυνάμεως ἐχούσης τὸ εἶδος. εἰ οὖν ἐστι τὸ μὲν δυνάμει τὸ ὑποκείμενον, τὸ δ̓ ἐνεργείᾳ τὸ συναμφότερον, ὁ ἀνδριάς, τὸ εἶδος τὸ ἐπὶ τοῦ χαλκοῦ τί ἂν λέγοιτο; ἢ οὐκ ἄτοπον τὴν ἐνέργειαν, καθ̓ ἣν ἐνεργείᾳ ἐστὶ καὶ οὐ μόνον δυνάμει, τὴν μορφὴν καὶ τὸ εἶδος λέγειν, οὐχ ἁπλῶς ἐνέργειαν, ἀλλὰ τοῦδε ἐνέργειαν: ἐπεὶ καὶ ἄλλην ἐνέργειαν τάχα κυριώτερον ἂν λέγοιμεν, τὴν ἀντίθετον τῇ
1.169
δυνάμει τῇ ἐπαγούσῃ ἐνέργειαν. τὸ μὲν γὰρ δυνάμει τὸ ἐνεργείᾳ ἔχει παῤ ἄλλου, τῇ δὲ δυνάμει ὃ δύναται παῤ αὐτῆς ἡ ἐνέργεια: οἷον ἕξις καὶ ἡ κατ̓ αὐτὴν λεγομένη ἐνέργεια, ἀνδρεία καὶ τὸ ἀνδρίζεσθαι. ταῦτα μὲν μὲν οὖν οὕτως.

οὗ δ̓ ἕνεκα ταῦτα προείρηται, νῦν λεκτέον, ἐν τοῖς νοητοῖς πῶς ποτε τὸ ἐνεργείᾳ λέγεται καὶ εἰ ἐνεργείᾳ μόνον ἢ καὶ ἐνέργεια ἕκαστον καὶ πάντα καὶ εἰ τὸ δυνάμει κἀκεῖ. εἰ δὲ μήτε ὕλη ἐκεῖ ἐν ᾗ τὸ δυνάμει, μήτε τι μέλλει τῶν ἐκεῖ, ὃ μὴ ἤδη ἔστι, μηδέ τι μεταβάλλον εἰς ἄλλο ἢ μένον ἕτερόν τι γεννᾷ ἢ ἐξιστάμενον ἑαυτοῦ ἔδωκεν ἄλλῳ ἀνθ̓ αὑτοῦ εἶναι, οὐκ ἂν εἴη ἐκεῖ τὸ δυνάμει, ἐν ᾧ ἐστι πάντα ὄντως, τῶν ὄντων καὶ αἰῶνα, οὐ χρόνον ἐχόντων. εἴ τις οὖν καὶ ἐπὶ τῶν νοητῶν τοὺς τιθεμένους κἀκεῖ ὕλην ἔροιτο, εἰ μὴ κἀκεῖ τὸ δυνάμει κατὰ τὴν ὕλην τὴν ἐκεῖ — καὶ γὰρ εἰ ἄλλον τρόπον ἡ ὕλη, ἀλλ̓ ἔσται ἐφ̓ ἑκάστου τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς εἶδος, τὸ δὲ συναμφότερον — τί ἐροῦσιν; ἢ καὶ τὸ ὡς ὕλη ἐκεῖ εἶδός ἐστιν, ἐπεὶ καὶ ἡ ψυχὴ εἶδος ὂν πρὸς ἕτερον ἂν εἴη ὕλη. οὐκοῦν πρὸς ἐκεῖνο καὶ δυνάμει; ἢ οὔ: εἶδος γὰρ ἦν αὐτῆς καὶ οὐκ εἰς ὕστερον δὲ τὸ εἶδος καὶ οὐ χωρίζεται δὲ ἀλλ̓ ἢ λόγῳ, καὶ οὕτως ὕλην ἔχον, ὡς διπλοῦν νοούμενον, ἄμφω δὲ μία φύσις: οἷον καὶ Ἀριστοτέλης φησὶ τὸ πέμπτον σῶμα ἄυλον εἶναι. περὶ δὲ ψυχῆς πῶς ἐροῦμεν; δυνάμει γὰρ ζῷον, ὅταν μήπω, μέλλῃ δέ, καὶ μουσικὴ δυνάμει καὶ τὰ ἄλλα ὅσα γίνεται οὐκ ἀεὶ οὖσα: ὥστε καὶ

175
ἐν νοητοῖς τὸ δυνάμει. ἢ οὐ δυνάμει ταῦτα, ἀλλὰ δύναμις ἡ ψυχὴ τούτων. τὸ δὲ ἐνεργείᾳ πῶς ἐκεῖ; ἆρα ὡς ὁ ἀνδριὰς τὸ συναμφότερον ἐνεργείᾳ, ὅτι
1.170
τὸ εἶδος ἕκαστον ἀπείληφεν; ἢ ὅτι εἶδος ἕκαστον καὶ τέλειον ὃ ἔστι. νοῦς γὰρ οὐκ ἐκ δυνάμεως τῆς κατὰ τὸ οἷόν τε νοεῖν εἰς ἐνέργειαν τοῦ νοεῖν — ἄλλου γὰρ ἂν προτέρου τοῦ οὐκ ἐκ δυνάμεως δέοιτο — ἀλλ̓ ἐν αὐτῷ τὸ πᾶν. τὸ γὰρ δυνάμει βούλεται ἑτέρου ἐπελθόντος εἰς ἐνέργειαν ἄγεσθαι, ἵνα ἐνεργείᾳ γίγνηταί τι, ὃ δ̓ αὐτὸ παῤ αὑτοῦ τὸ ἀεὶ οὕτως ἔχει, τοῦτο ἐνεργείᾳ ἂν εἴη. πάντα οὖν τὰ πρῶτα ἐνεργείᾳ: ἔχει γὰρ ἃ δεῖ ἔχειν καὶ παῤ αὐτῶν καὶ ἀεί: καὶ ψυχὴ δὴ οὕτως ἡ μὴ ἐν ὕλῃ, ἀλλ̓ ἐν τῷ νοητῷ. καὶ ἡ ἐν ὕλῃ δὲ ἄλλη ἐνεργείᾳ: οἷον ἡ φυτική: ἐνεργείᾳ γὰρ καὶ αὕτη ὃ ἔστιν. ἀλλ̓ ἐνεργείᾳ μὲν πάντα, καὶ οὕτως ἐνέργεια τὰ πάντα; ἢ πῶς; εἰ δὴ καλῶς εἴρηται ἐκείνη ἡ φύσις ἄγρυπνος εἶναι καὶ ζωὴ καὶ ζωὴ ἀρίστη, αἱ κάλλισται ἂν εἶεν ἐκεῖ ἐνέργειαι. καὶ ἐνεργείᾳ ἄρα καὶ ἐνέργεια τὰ πάντα καὶ ζωαὶ τὰ πάντα καὶ ὁ τόπος ὁ ἐκεῖ τόπος ἐστὶ ζωῆς καὶ ἀρχὴ καὶ πηγὴ ἀληθῶς ψυχῆς τε καὶ νοῦ.

τὰ μὲν οὖν ἄλλα πάντα, ὅσα δυνάμει τί ἐστιν, ἔχει καὶ τὸ ἐνεργείᾳ εἶναι ἄλλο τι, ὃ ἤδη ὂν πρὸς ἄλλο δυνάμει εἶναι λέγεται: περὶ δὲ τῆς λεγομένης εἶναι ὕλης, ἣν πάντα δυνάμει λέγομεν τὰ ὄντα, πῶς ἔστιν εἰπεῖν ἐνεργείᾳ τι τῶν ὄντων εἶναι; ἢ γὰρ οὐ πάντα τὰ ὄντα δυνάμει ἂν εἴη. εἰ οὖν μηδὲν τῶν ὄντων, ἀνάγκη μηδ̓ ὂν αὐτὴν εἶναι. πῶς οὖν ἂν ἐνεργείᾳ τι εἴη μηδὲν τῶν ὄντων οὖσα; ἀλλ̓ οὐδὲν τῶν ὄντων ἂν εἴη τούτων, ἃ γίνεται ἐπ̓ αὐτῇ, ἄλλο δέ τι οὐδὲν κωλύει εἶναι, εἴπερ μηδὲ πάντα τὰ ὄντα ἐπὶ τῇ ὕλῃ. εἰ μὲν δὴ οὐδέν ἐστι τούτων τῶν ἐπ̓ αὐτῇ, ταῦτα δὲ ὄντα, μὴ ὂν ἂν εἴη. οὐ μὲν δὴ ἀνείδεόν τι φανταζομένη

1.171
εἶδος ἂν εἴη; οὐ τοίνυν οὐδ̓ ἐν ἐκείνοις ἂν ἀριθμηθείη. μὴ ὂν ἄρα καὶ ταύτῃ ἔσται. ἐπ̓ ἄμφω ἄρα μὴ ὂν οὖσα καὶ πλειόνως μὴ ὂν ἔσται. εἰ δὴ πέφευγε μὲν τὴν τῶν ὡς ἀληθῶς ὄντων φύσιν, οὐ δύναται δὲ ἐφικέσθαι οὐδὲ τῶν ψευδῶς λεγομένων εἶναι, ὅτι μηδὲ ἴνδαλμα λόγου ἐστὶν ὡς ταῦτα, ἐν τίνι τῷ εἶναι ἂν ἁλοίη; εἰ δὲ ἐν μηδενὶ τῷ εἶναι, τί ἂν ἐνεργείᾳ εἴη;

πῶς οὖν λέγωμεν περὶ αὐτῆς; πῶς δὲ τῶν ὄντων ὕλη; ἢ ὅτι δυνάμει. οὔκουν, ὅτι δυνάμει, ἤδη ἔστι καθὸ μέλλει, ἀλλὰ τὸ εἶναι αὐτῇ μόνον τὸ μέλλον ἐπαγγελλόμενον: οἷον τὸ εἶναι αὐτῇ εἰς ἐκεῖνο ἀναβάλλεται, ὃ ἔσται. τὸ τοίνυν δυνάμει οὔ τι, ἀλλὰ δυνάμει πάντα: μηδὲν δὲ ὂν καθ̓

176
αὑτό, ἀλλ̓ ὃ ἔστιν ὕλη ὄν, οὐδὲ ἐνεργείᾳ ἐστίν. εἰ γὰρ ἔστι τι ἐνεργείᾳ, ἐκεῖνο, ὃ ἔστιν ἐνεργείᾳ, οὐχ ὕλη ἔσται: οὐ πάντη οὖν ὕλη, ἀλλὰ οἷον ὁ χαλκός. εἴη ἂν οὖν τὸ μὴ ὄν, οὐχ ὡς ἕτερον τοῦ ὄντος, οἷον κίνησις: αὕτη γὰρ καὶ ἐποχεῖται τῷ ὄντι οἷον ἀπ̓ αὐτοῦ καὶ ἐν αὐτῷ οὖσα, ἡ δέ ἐστιν οἷον ἐκριφεῖσα καὶ πάντη χωρισθεῖσα καὶ μεταβάλλειν ἑαυτὴν οὐ δυναμένη, ἀλλ̓ ὅπερ ἐξ ἀρχῆς ἦν: μὴ ὂν δὲ ἦν: οὕτως ἀεὶ ἔχουσα. οὔτε δὲ ἦν ἐξ ἀρχῆς ἐνεργείᾳ τι ἀποστᾶσα πάντων τῶν ὄντων οὔτε ἐγένετο: ἃ γὰρ ὑποδῦναι ἠθέλησεν, οὐδὲ χρωσθῆναι ἀπ̓ αὐτῶν δεδύνηται, ἀλλὰ μένουσα πρὸς ἄλλο δυνάμει οὖσα πρὸς τὰ ἐφεξῆς, τῶν δ̓ ὄντων ἤδη παυσαμένων ἐκείνων φανεῖσα ὑπό τε τῶν μετ̓ αὐτὴν γενομένων καταληφθεῖσα ἔσχατον καὶ τούτων κατέστη. ὑπ̓ ἀμφοτέρων οὖν καταληφθεῖσα ἐνεργείᾳ μὲν οὐδετέρων ἂν εἴη, δυνάμει δὲ μόνον ἐγκαταλέλειπται εἶναι ἀσθενές τι καὶ ἀμυδρὸν
1.172
εἴδωλον μορφοῦσθαι μὴ δυνάμενον. οὐκοῦν ἐνεργείᾳ εἴδωλον: οὐκοῦν ἐνεργείᾳ ψεῦδος. τοῦτο δὲ ταὐτὸν τῷ ἀληθινῶς ψεῦδος: τοῦτο δὲ ὄντως μὴ ὄν. εἰ οὖν ἐνεργείᾳ μὴ ὄν, μᾶλλον μὴ ὄν, καὶ ὄντως ἄρα μὴ ὄν. πολλοῦ ἄρα δεῖ αὐτῷ ἐνεργείᾳ τι τῶν ὄντων εἶναι τὸ ἀληθὲς ἔχοντι ἐν τῷ μὴ ὄντι. εἴπερ ἄρα δεῖ αὐτὸ εἶναι, δεῖ αὐτὸ ἐνεργείᾳ μὴ εἶναι, ἵνα ἐκβεβηκὸς τοῦ ἀληθῶς εἶναι ἐν τῷ μὴ εἶναι ἔχῃ τὸ εἶναι, ἐπείπερ τοῖς ψευδῶς οὖσιν, ἐὰν ἀφέλῃς τὸ ψεῦδος αὐτῶν, ἀφεῖλες αὐτῶν ἥντινα εἶχον οὐσίαν, καὶ τοῖς δυνάμει τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχουσιν εἰσαγαγὼν τὴν ἐνέργειαν ἀπολώλεκας τῆς ὑποστάσεως αὐτῶν τὴν αἰτίαν, ὅτι τὸ εἶναι αὐτοῖς ἐν δυνάμει ἦν. εἴπερ ἄρα δεῖ ἀνώλεθρον τὴν ὕλην τηρεῖν, ὕλην αὐτὴν δεῖ τηρεῖν: δεῖ ἄρα δυνάμει, ὡς ἔοικεν,εἶναι λέγειν μόνον, ἵνα ᾖ ὃ ἔστιν, ἢ τούτους τοὺς λόγους ἐξελεγκτέον.