Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Τὴν λεγομένη ὕλην ὑποκείμενόν τι καὶ

159
ὑποδοχὴν εἰδῶν λέγοντες εἶναι κοινόν τινα τοῦτον λόγον περὶ αὐτῆς πάντες λέγουσιν, ὅσοι εἰς ἔννοιαν ἦλθον τῆς τοιαύτης φύσεως, καὶ μέχρι τούτου τὴν αὐτὴν φέρονται: τίς δέ ἐστιν αὕτη ἡ ὑποκειμένη φύσις καὶ πῶς δεκτικὴ καὶ τίνων, τὸ ἐντεῦθεν ἤδη ζητήσαντες διέστησαν. καὶ οἱ μὲν σώματα μόνον τὰ ὄντα εἶναι θέμενοι καὶ τὴν οὐσίαν ἐν τούτοις μίαν τε τὴν ὕλην λέγουσι καὶ τοῖς στοιχείοις ὑποβεβλῆσθαι καὶ αὐτὴν εἶναι τὴν οὐσίαν, τὰ δ̓ ἄλλα πάντα οἷον πάθη ταύτης καί πως ἔχουσαν αὐτὴν καὶ τὰ στοιχεῖα εἶναι. καὶ δὴ καὶ τολμῶσι καὶ μέχρι θεῶν αὐτὴν ἄγειν καὶ τέλος δὴ καὶ αὐτὸν
160
τὸν θεὸν τὴν ὕλην ταύτην πως ἔχουσαν εἶναι. διδόασι δὲ καὶ σῶμα αὐτῇ ἄποιον αὐτὴν σῶμα λέγοντες καὶ μέγεθος δέ. οἱ δὲ ἀσώματον λέγουσι καὶ ταύτην οὐ μίαν τινὲς αὐτῶν, ἀλλὰ ταύτην μὲν τοῖς σώμασιν ὑποβεβλῆσθαι καὶ αὐτοί, περὶ ἧς οἱ πρότεροι λέγουσιν, ἑτέραν μέντοι προτέραν ἐν τοῖς νοητοῖς ὑποβεβλημένην τοῖς ἐκεῖ εἴδεσι καὶ ταῖς ἀσωμάτοις οὐσίαις.

διὸ πρότερον ζητητέον περὶ ταύτης εἰ ἔστι, καὶ τίς οὖσα τυγχάνει, καὶ πῶς ἔστιν. εἰ δὴ ἀόριστόν τι καὶ ἄμορφον δεῖ τὸ τῆς ὕλης εἶναι, ἐν δὲ τοῖς ἐκεῖ ἀρίστοις οὖσιν οὐδὲν ἀόριστον οὐδὲ ἄμορφον, οὐδ̓ ἂν ὕλη ἐκεῖ εἴη: καὶ εἰ ἁπλοῦν ἕκαστον, οὐδ̓ ἂν δέοι ὕλης, ἵνα ἐξ αὐτῆς καὶ ἄλλου τὸ σύνθετον: καὶ γινομένοις μὲν ὕλης δεῖ καὶ ἐξ ἑτέρων ἕτερα

1.152
ποιουμένοις, ἐφ̓ ὧν καὶ ἡ τῶν αἰσθητῶν ὕλη ἐνοήθη, μὴ γινομένοις δὲ οὔ. πόθεν δὲ ἐλήλυθε καὶ ὑπέστη; εἰ γὰρ ἐγένετο, καὶ ὑπό τινος: εἰ δὲ ἀίδιος, καὶ ἀρχαὶ πλείους καὶ κατὰ συντυχίαν τὰ πρῶτα. κἂν εἶδος δὲ προσέλθῃ, τὸ σύνθετον ἔσται σῶμα: ὥστε κἀκεῖ σῶμα.

πρῶτον οὖν λεκτέον, ὡς οὐ πανταχοῦ τὸ ἀόριστον ἀτιμαστέον, οὐδὲ ὃ ἂν ἄμορφον ᾖ τῇ ἑαυτοῦ ἐπινοίᾳ, εἰ μέλλοι παρέχειν αὑτὸ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς ἀρίστοις: οἷόν τι καὶ ψυχὴ πρὸς νοῦν καὶ λόγον πέφυκε μορφουμένη παρὰ τούτων καὶ εἰς εἶδος βέλτιον ἀγομένη: ἔν τε τοῖς νοητοῖς τὸ σύνθετον ἑτέρως, οὐχ ὡς τὰ σώματα: ἐπεὶ καὶ λόγοι σύνθετοι καὶ ἐνεργείᾳ δὲ σύνθετον ποιοῦσι τὴν ἐνεργοῦσαν εἰς εἶδος φύσιν. εἰ δὲ καὶ πρὸς ἄλλο, καὶ παῤ ἄλλου καὶ μᾶλλον. ἡ δὲ τῶν γινομένων ὕλη ἀεὶ ἄλλο καὶ ἄλλο εἶδος ἴσχει, τῶν δὲ ἀιδίων ἡ αὐτὴ ταὐτὸν ἀεί. τάχα δ̓ ἀνάπαλιν ἡ ἐνταῦθα. ἐνταῦθα μὲν γὰρ παρὰ μέρος πάντα καὶ ἓν ἑκάστοτε. διὸ οὐδὲν ἐμμένει ἄλλου ἄλλο ἐξωθοῦντος: διὸ οὐ ταὐτὸν ἀεί, ἐκεῖ δ̓ ἅμα πάντα: διὸ οὐκ ἔχει εἰς ὃ μεταβαλεῖ, ἤδη γὰρ ἔχει πάντα. οὐδέποτ̓ οὖν ἄμορφος οὐδὲ ἐκεῖ ἡ ἐκεῖ, ἐπεὶ οὐδ̓ ἡ ἐνταῦθα, ἀλλ̓ ἕτερον τρόπον ἑκατέρα. τὸ δὲ εἴτε ἀίδιος, εἴτε γενομένη, ἐπειδὰν ὅ τί ποτ̓ ἐστὶ λάβωμεν, δῆλον ἔσται.

ὁ δὴ λόγος ἡμῖν ὑποθεμένοις τὸ νῦν εἶναι τὰ εἴδη — δέδεικται γὰρ ἐν ἄλλοις — προίτω. εἰ οὖν πολλὰ τὰ εἴδη, κοινὸν μέν τι ἐν αὐτοῖς ἀνάγκη εἶναι: καὶ δὴ καὶ ἴδιον, ᾧ διαφέρει ἄλλο ἄλλου. τοῦτο δὴ τὸ ἴδιον καὶ ἡ διαφορὰ ἡ χωρίζουσα ἡ

161
οἰκεία ἐστὶ μορφή. εἰ δὲ μορφή, ἔστι καὶ τὸ μορφούμενον,
1.153
περὶ ὃ ἡ διαφορά. ἔστιν ἄρα καὶ ὕλη ἡ τὴν μορφὴν δεχομένη καὶ ἀεί τι ὑποκείμενον. ἔτι εἰ κόσμος νοητὸς ἔστιν ἐκεῖ, μίμημα δὲ οὗτος ἐκείνου, οὗτος δὲ σύνθετος καὶ ἐξ ὕλης, κἀκεῖ δεῖ ὕλην εἶναι. ἢ πῶς προσερεῖς κόσμον μὴ εἰς εἶδος ἰδών; πῶς δὲ εἶδος μὴ ἐφ̓ ᾧ τὸ εἶδος λαβών; ἀμερὲς μὲν γὰρ παντελῶς πάντη αὐτό, μεριστὸν δὲ ὁπωσοῦν. καὶ εἰ μὲν διασπασθέντα ἀπ̓ ἀλλήλων τὰ μέρη, ἡ τομὴ καὶ ἡ διάσπασις ὕλης ἐστὶ πάθος: αὕτη γὰρ ἡ τμηθεῖσα: εἰ δὲ πολλὰ ὂν ἀμέριστόν ἐστι, τὰ πολλὰ ἐν ἑνὶ ὄντα ἐν ὕλῃ ἐστὶ μορφαὶ αὐτοῦ ὄντα: τὸ γὰρ ἓν τοῦτο τὸ πολλὰ ὂν νόησον ποικίλον καὶ πολύμορφον. οὐκοῦν ἄμορφον αὐτὸ πρὸ τοῦ ποικίλον: εἰ γὰρ τῷ νῷ ἀφέλοις τὴν ποικιλίαν καὶ τὰς μορφὰς καὶ τοὺς λόγους καὶ τὰ νοήματα, τὸ πρὸ τούτων ἄμορφον καὶ ἀόριστον καὶ τούτων οὐδὲν τῶν ἐπ̓ αὐτῷ καὶ ἐν αὐτῷ.

εἰ δ̓ ὅτι ἀεὶ ἔχει ταῦτα καὶ ὁμοῦ, ἓν ἄμφω καὶ οὐχ ὕλη ἐκεῖ, οὐδ̓ ἐνταῦθα ἔσται τῶν σωμάτων ὕλη, οὐδέποτε γὰρ ἄνευ μορφῆς, ἀλλ̓ ἀεὶ ὅλον σῶμα, σύνθετον μὴν ὅμως. καὶ νοῦς εὑρίσκει τὸ διττόν: οὗτος γὰρ διαιρεῖ, ἕως ἂν εἰς ἁπλοῦν ἥκῃ μηκέτι αὐτὸ ἀναλύεσθαι δυνάμενον: ἕως δὲ δύναται, χωρεῖ αὐτοῦ εἰς τὸ βάθος. τὸ δὲ βάθος ἑκάστου ἡ ὕλη: διὸ καὶ σκοτεινὴ πᾶσα, ὅτι τὸ φῶς λόγος καὶ ὁ νοῦς λόγος. διὸ τὸν ἐφ̓ ἑκάστου λόγον ὁρῶν τὸ κάτω ὡς ὑπὸ τὸ φῶς σκοτεινὸν ἡγεῖται, ὥσπερ ὀφθαλμὸς φωτοειδὴς ὢν πρὸς τὸ φῶς βαλὼν καὶ χρόας φῶτα ὄντα τὰ ὑπὸ τὰ χρώματα σκοτεινὰ καὶ ὑλικὰ εἶναι λέγει ʽκεκρυμμένα τοῖς χρώμασἰ. διάφορόν γε μὴν τὸ σκοτεινὸν τό τε ἐν τοῖς νοητοῖς τό τε ἐν τοῖς αἰσθητοῖς ὑπάρχει διάφορός τε ἡ ὕλη,

1.154
ὅσον καὶ τὸ εἶδος τὸ ἐπικείμενον ἀμφοῖν διάφορον: ἡ μὲν γὰρ θεία λαβοῦσα τὸ ὡρισμένον αὐτὴ ζωὴν ὡρισμένην καὶ νοερὰν ἔχει, ἡ δὲ ὡρισμένον μέν τι γίνεται, οὐ μὴν ζῶν οὐδὲ νοοῦν, ἀλλὰ νεκρὸν κεκοσμημένον. καὶ ἡ μορφὴ δὲ εἴδωλον: ὥστε καὶ τὸ ὑποκείμενον εἴδωλον. ἐκεῖ δὲ ἡ μορφὴ ἀληθινόν: ὥστε καὶ τὸ ὑποκείμενον. διὸ καὶ τοὺς λέγοντας οὐσίαν τὴν ὕλην, εἰ περὶ ἐκείνης ἔλεγον, ὀρθῶς ἔδει ὑπολαμβάνειν λέγειν: τὸ γὰρ ὑποκείμενον ἐκεῖ οὐσία, μᾶλλον δὲ μετὰ τοῦ ἐπ̓ αὐτῇ νοουμένη καὶ ὅλη οὖσα πεφωτισμένη οὐσία. πότερα δὲ ἀίδιος ἡ νοητὴ ὁμοίως ζητητέον, ὡς ἄν τις καὶ τὰς ἰδέας ζητοῖ: γεννητὰ μὲν γὰρ τῷ ἀρχὴν ἔχειν,ἀγέννητα
162
δέ, ὅτι μὴ χρόνῳ τὴν ἀρχὴν ἔχει, ἀλλ̓ ἀεὶ παῤ ἄλλου, οὐχ ὡς γινόμενα ἀεί, ὥσπερ ὁ ἐνταῦθα κόσμος, ἀλλὰ ὄντα ἀεί, ὥσπερ ὁ ἐκεῖ κόσμος. καὶ γὰρ ἡ ἑτερότης ἡ ἐκεῖ ἀεί, ἣ τὴν ὕλην ποιεῖ: ἀρχὴ γὰρ ὕλης αὕτη, ἡ κίνησις ἡ πρώτη: διὸ καὶ αὕτη ἑτερότης ἐλέγετο, ὅτι ὁμοῦ ἐξέφυσαν κίνησις καὶ ἑτερότης: ἀόριστον δὲ καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης ἡ ἀπὸ τοῦ πρώτου, κἀκείνου πρὸς τὸ ὁρισθῆναι δεόμενα: ὁρίζεται δέ, ὅταν πρὸς αὐτὸ ἐπιστραφῇ: πρὶν δὲ ἀόριστον καὶ τὸ ἕτερον καὶ οὔπω ἀγαθόν, ἀλλ̓ ἀφώτιστον ἐκείνου. εἰ γὰρ παῤ ἐκείνου τὸ φῶς, τὸ δεχόμενον τὸ φῶς, πρὶν δέξασθαι, φῶς οὐκ ἔχει ἀληθινόν, ἀλλὰ ἄλλο ὂν ἔχει, εἴπερ τὸ φῶς παῤ ἄλλου. καὶ περὶ μὲν τῆς ἐν τοῖς νοητοῖς ὕλης πλείω τῶν προσηκόντων παραγυμνωθέντα ταύτῃ.

περὶ δὲ τῆς τῶν σωμάτων ὑποδοχῆς ὧδε λεγέσθω. ὅτι μὲν οὖν δεῖ τι τοῖς σώμασιν ὑποκείμενον εἶναι ἄλλο ὂν παῤ αὐτά, ἥ τε εἰς ἄλληλα μεταβολὴ τῶν στοιχείων δηλοῖ. οὐ γὰρ παντελὴς

1.155
τοῦ μεταβάλλοντος ἡ φθορά: ἢ ἔσται τις οὐσία εἰς τὸ μὴ ὂν ἀπολλυμένη: οὐδ̓ αὖ τὸ γενόμενον ἐκ τοῦ παντελῶς μὴ ὄντος εἰς τὸ ὂν ἐλήλυθεν, ἀλλ̓ ἔστιν εἴδους μεταβολὴ ἐξ εἴδους ἑτέρου. μένει δὲ τὸ δεξάμενον τὸ εἶδος τοῦ γενομένου καὶ ἀποβαλὸν θάτερον. τοῦτό τε οὖν δηλοῖ καὶ ὅλως ἡ φθορά: συνθέτου γάρ: εἰ δὲ τοῦτο, ἐξ ὕλης καὶ εἴδους ἕκαστον. ἥ τε ἐπαγωγὴ μαρτυρεῖ τὸ φθειρόμενον σύνθετον δεικνῦσα: καὶ ἡ ἀνάλυσις δέ: οἷον εἰ ἡ φιάλη εἰς τὸν χρυσόν, ὁ δὲ χρυσὸς εἰς ὕδωρ, καὶ τὸ ὕδωρ δὲ φθειρόμενον τὸ ἀνάλογον ἀπαιτεῖ. ἀνάγκη δὲ τὰ στοιχεῖα ἢ εἶδος εἶναι ἢ ὕλην πρώτην ἢ ἐξ ὕλης καὶ εἴδους. ἀλλ̓ εἶδος μὲν οὐχ οἷόν τε: πῶς γὰρ ἄνευ ὕλης ἐν ὄγκῳ καὶ μεγέθει; ἀλλ̓ οὐδ̓ ὕλη ἡ πρώτη: φθείρεται γάρ. ἐξ ὕλης ἄρα καὶ εἴδους. καὶ τὸ μὲν εἶδος κατὰ τὸ ποιὸν καὶ τὴν μορφήν, ἡ δὲ κατὰ τὸ ὑποκείμενον ἀόριστον, ὅτι μὴ εἶδος.

Ἐμπεδοκλῆς δὲ τὰ στοιχεῖα ἐν ὕλῃ θέμενος ἀντιμαρτυροῦσαν ἔχει τὴν φθορὰν αὐτῶν. Ἀναξαγόρας δὲ τὸ μῖγμα ὕλην ποιῶν, οὐκ ἐπιτηδειότητα πρὸς πάντα, ἀλλὰ πάντα ἐνεργείᾳ ἔχειν λέγων ὃν εἰσάγει νοῦν ἀναιρεῖ οὐκ αὐτὸν τὴν μορφὴν καὶ τὸ εἶδος διδόντα ποιῶν οὐδὲ πρότερον τῆς ὕλης ἀλλ̓ ἅμα. ἀδύνατον δὲ τὸ ἅμα. εἰ γὰρ μετέχει τὸ μῖγμα τοῦ εἶναι, πρότερον τὸ ὄν: εἰ δὲ καὶ τοῦτο ὂν κἀκεῖνο ἄλλου ἐπ̓ αὐτοῖς δεήσει τρίτου. εἰ οὖν πρότερον ἀνάγκη τὸν δημιουργὸν εἶναι, τί ἔδει τὰ εἴδη κατὰ σμικρὰ ἐν τῇ ὕλῃ εἶναι, εἶτα τὸν νοῦν διὰ πραγμάτων ἀνηνύτων διακρίνειν ἐξὸν ἀποίου οὔσης τὴν ποιότητα καὶ τὴν μορφὴν ἐπὶ πᾶσαν ἐκτεῖναι;

163
τό τε πᾶν ἐν παντὶ εἶναι πῶς οὐκ ἀδύνατον; ὁ δὲ τὸ ἅπειρον ὑποθεὶς τί ποτε τοῦτο λεγέτω. καὶ
1.156
εἰ οὕτως ἄπειρον, ὡς ἀδιεξίτητον, ὡς οὐκ ἔστι τοιοῦτόν τι ἐν τοῖς οὖσιν οὔτε αὐτοάπειρον οὔτε ἐπ̓ ἄλλῃ φύσει ὡς συμβεβηκὸς σώματί τινι, τὸ μὲν αὐτοάπειρον, ὅτι καὶ τὸ μέρος αὐτοῦ ἐξ ἀνάγκης ἄπειρον, τὸ δὲ ὡς συμβεβηκός, ὅτι τὸ ᾧ συμβέβηκεν ἐκεῖνο οὐκ ἂν καθ̓ ἑαυτὸ ἄπειρον εἴη οὐδὲ ἁπλοῦν οὐδὲ ὕλη, ἐστὶ δῆλον. ἀλλ̓ οὐδὲ αἱ ἄτομοι τάξιν ὕλης ἕξουσιν αἱ τὸ παράπαν οὐκ οὖσαι: τμητὸν γὰρ πᾶν σῶμα κατὰ τᾶν: καὶ τὸ συνεχὲς δὲ τῶν σωμάτων καὶ τὸ ὑγρὸν μὴ οἷόν τε ἄνευ νοῦ ἕκαστα καὶ ψυχῆς, ἣν ἀδύνατον ἐξ ἀτόμων εἶναι, ἄλλην τε φύσιν παρὰ τὰς ἀτόμους ἐκ τῶν ἀτόμων δημιουργεῖν οὐχ οἷόν τε: ἐπεὶ καὶ οὐδεὶς δημιουργὸς ποιήσει τι ἐξ οὐχ ὕλης συνεχοῦς. καὶ μυρία ἂν λέγοιτο πρὸς ταύτην τὴν ὑπόθεσιν καὶ εἴρηται: διὸ ἐνδιατρίβειν περιττὸν ἐν τούτοις.

τίς οὖν ἡ μία αὕτη καὶ συνεχὴς καὶ ἄποιος λεγομένη; καὶ ὅτι μὲν μὴ σῶμα, εἴπερ ἄποιος, δῆλον: ἢ ποιότητα ἕξει. λέγοντες δὲ πάντων αὐτὴν εἶναι τῶν αἰσθητῶν καὶ οὐ τινῶν μὲν ὕλην, πρὸς ἄλλα δὲ εἶδος οὖσαν: οἷον τὸν πηλὸν ὕλην τῷ κεραμεύοντι, ἁπλῶς δὲ οὐχ ὕλην: οὐ δὴ οὕτως, ἀλλὰ πρὸς πάντα λέγοντες, οὐδὲν ἂν αὐτῇ προσάπτοιμεν, ὅσα ἐπὶ τοῖς αἰσθητοῖς ὁρᾶται. εἰ δὴ τοῦτο, πρὸς ταῖς ἄλλαις ποιότησιν, οἷον χρώμασι καὶ θερμότησι καὶ ψυχρότησιν, οὐδὲ τὸ κοῦφον οὐδὲ τὸ βάρος, οὐ πυκνόν, οὐχ ἁραιόν, ἀλλ̓ οὐδὲ σχῆμα. οὐ τοίνυν οὐδὲ μέγεθος: ἄλλο γὰρ τὸ μεγέθει, ἄλλο τὸ μεμεγεθυσμένῳ εἶναι, ἄλλο τὸ σχήματι, ἄλλο τὸ ἐσχηματισμένῳ. δεῖ δὲ αὐτὴν μὴ σύνθετον εἶναι, ἀλλὰ ἁπλοῦν καὶ ἕν τι τῇ αὑτῆς φύσει: οὕτω γὰρ πάντων ἔρημος. καὶ ὁ μορφὴν

1.157
διδοὺς δώσει ἄλλην οὖσαν παῤ αὐτὴν καὶ μέγεθος καὶ πάντα ἐκ τῶν ὄντων οἷον προσφέρων: ἢ δουλεύσει τῷ μεγέθει αὐτῆς καὶ ποιήσει οὐχ ἡλίκον θέλει, ἀλλ̓ ὅσον ἡ ὕλη βούλεται: τὸ δὲ συντροχάζειν τὴν βούλησιν τῷ μεγέθει αὐτῆς πλασματῶδες. εἰ δὲ καὶ πρότερον τῆς ὕλης τὸ ποιοῦν, ταύτῃ ἔσται ἡ ὕλη πάντη, ᾗ τὸ ποιοῦν θέλει, καὶ εὐάγωγος εἰς ἅπαντα: καὶ εἰς μέγεθος τοίνυν. μέγεθος δὲ εἰ ἔχει, ἀνάγκη καὶ σχῆμα ἔχειν: ὥστε ἔτι μᾶλλον δύσεργος ἔσται. ἔπεισι τοίνυν τὸ εἶδος αὐτῇ πάντα ἐπ̓ αὐτῇ φέρον: τὸ δὲ εἶδος πᾶν καὶ μέγεθος ἔχει καὶ ὁπόσον ἂν ᾖ μετὰ τοῦ λόγου καὶ ὑπὸ τούτου. διὸ καὶ ἐπὶ τῶν γενῶν ἑκάστων μετὰ τοῦ εἴδους καὶ τὸ ποσὸν ὥρισται: ἄλλο γὰρ ἀνθρώπου καὶ
164
ἄλλο ὄρνιθος καὶ ὄρνιθος τοιουτουί. οὐ θαυμαστότερον δὲ τὸ ποσὸν τῇ ὕλῃ ἄλλο ἐπάγειν τοῦ ποιὸν αὐτῇ προστιθέναι, οὐδὲ τὸ μὲν ποιὸν λόγος, τὸ δὲ ποσὸν οὐκ εἶδος καὶ μέτρον καὶ ἀριθμὸς ὄν.

πῶς οὖν τις λήψεταί τι τῶν ὄντων, ὃ μὴ μέγεθος ἔχει; ἢ πᾶν ὅπερ μὴ ταὐτὸν τῷ ποσῷ: οὐ γὰρ δὴ τὸ ὂν καὶ τὸ ποσὸν ταὐτόν. πολλὰ δὲ καὶ ἄλλα ἕτερα τοῦ ποσοῦ. ὅλως δὲ πᾶσαν ἀσώματον φύσιν ἄποσον θετέον: ἀσώματος δὲ καὶ ἡ ὕλη. ἐπεὶ καὶ ἡ ποσότης αὐτὴ οὐ ποσόν, ἀλλὰ τὸ μετασχὸν αὐτῆς: ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι εἶδος ἡ ποσότης. ὡς οὖν ἐγίνετό τι λευκὸν παρουσίᾳ λευκότητος, τὸ δὲ πεποιηκὸς τὸ λευκὸν χρῶμα ἐν ζῴῳ καὶ τὰ ἄλλα δὲ χρώματα ποικίλα οὐκ ἦν ποικίλον χρῶμα, ἀλλὰ ποικίλος, εἰ βούλει, λόγος, οὕτω καὶ τὸ ποιοῦν τὸ τηλικόνδε οὐ τηλικόνδε, ἀλλ̓ αὐτὸ τὸ πηλίκον ἢ ἡ πηλικότης ἢ ὁ λόγος τὸ ποιοῦν. προσελθοῦσα οὖν ἡ πηλικότης ἐξελίττει εἰς μέγεθος

1.158
τὴν ὕλην; οὐδαμῶς: οὐδὲ γὰρ ἐν ὀλίγῳ συνεσπείρατο: ἀλλ̓ ἔδωκε μέγεθος τὸ οὐ πρότερον ὄν, ὥσπερ καὶ ποιότητα τὴν οὐ πρότερον οὖσαν.

τί οὖν νοήσω ἀμέγεθες ἐν ὕλῃ; τί δὲ νοήσεις ἄποιον ὁπωσοῦν; καὶ τίς ἡ νόησις καὶ τῆς διανοίας ἡ ἐπιβολή; ἢ ἀοριστία: εἰ γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, καὶ τῷ ἀορίστῳ τὸ ἀόριστον. λόγος μὲν οὖν γένοιτο ἂν περὶ τοῦ ἀορίστου ὡρισμένος, ἡ δὲ πρὸς αὐτὸ ἐπιβολὴ ἀόριστος. εἰ δ̓ ἕκαστον λόγῳ καὶ νοήσει γινώσκεται — ἐνταῦθα δὲ ὁ μὲν λόγος λέγει, ἃ δὴ λέγει περὶ αὐτῆς, ἡ δὲ βουλομένη εἶναι νόησις οὐ νόησις, ἀλλ̓ οἷον ἄνοια μᾶλλον — νόθον ἂν εἴη τὸ φάντασμα αὐτῆς καὶ οὐ γνήσιον, ἐκ θατέρου οὐκ ἀληθοῦς καὶ μετὰ τοῦ θατέρου λόγου συγκείμενον. καὶ τάχα εἰς τοῦτο βλέπων ὁ Πλάτων νόθῳ λογισμῷ εἶπε ληπτὴν εἶναι. τίς οὖν ἡ ἀοριστία τῆς ψυχῆς; ἆρα παντελὴς ἄγνοια ὡς ἀπουσία; ἢ ἐν καταφάσει τινὶ τὸ ἀόριστον, καὶ οἷον ὀφθαλμῷ τὸ σκότος ὕλη ὂν παντὸς ἀοράτου χρώματος, οὕτως οὖν καὶ ψυχὴ ἀφελοῦσα ὅσα ἐπὶ τοῖς αἰσθητοῖς οἷον φῶς τὸ λοιπὸν οὐκέτι ἔχουσα ὁρίσαι ὁμοιοῦται τῇ ὄψει τῇ ἐν σκότῳ ταὐτόν πως γινομένῃ τότε τῷ ὃ οἷον ὁρᾷ. ἆῤ οὖν ὁρᾷ; ἢ οὕτως ὡς ἀσχημοσύνην καὶ ὡς ἄχροιαν καὶ ὡς ἀλαμπὲς καὶ προσέτι δὲ ὡς οὐκ ἔχον μέγεθος: εἰ δὲ μή, εἰδοποιήσει ἤδη. ὅταν οὖν μηδὲν νοῇ, οὐ ταὐτὸ τοῦτο περὶ ψυχὴν πάθος; ἢ οὔ, ἀλλ̓ ὅταν μὲν μηδὲν νοῇ, λέγει μηδέν, μᾶλλον δὲ πάσχει οὐδέν: ὅταν δὲ τὴν ὕλην, οὕτω πάσχει πάθος οἷον τύπον τοῦ ἀμόρφου: ἐπεὶ καὶ ὅταν τὰ

165
μεμορφωμένα καὶ τὰ μεμεγεθυσμένα νοῇ, ὡς σύνθετα νοεῖ: ὡς γὰρ κεχρωσμένα καὶ ὅλως πεποιωμένα. τὸ ὅλον οὖν νοεῖ καὶ τὸ συνάμφω: καὶ ἐναργὴς
1.159
μὲν ἡ νόησις ἢ ἡ αἴσθησις τῶν ἐπόντων, ἀμυδρὰ δὲ ἡ τοῦ ὑποκειμένου, τοῦ ἀμόρφου: οὐ γὰρ εἶδος. ὃ οὖν ἐν τῷ ὅλῳ καὶ συνθέτῳ λαμβάνει μετὰ τῶν ἐπόντων ἀναλύσασα ἐκεῖνα καὶ χωρίσασα, ὃ καταλείπει ὁ λόγος, τοῦτο νοεῖ ἀμυδρῶς ἀμυδρὸν καὶ σκοτεινῶς σκοτεινὸν καὶ νοεῖ οὐ νοοῦσα. καὶ ἐπειδὴ οὐκ ἔμεινεν οὐδ̓ αὐτὴ ἡ ὕλη ἄμορφος, ἀλλ̓ ἐν τοῖς πράγμασίν ἐστι μεμορφωμένη, καὶ ἡ ψυχὴ εὐθέως ἐπέβαλε τὸ εἶδος τῶν πραγμάτων αὐτῇ ἀλγοῦσα τῷ ἀορίστῳ, οἷον φόβῳ τοῦ ἔξω τῶν ὄντων εἶναι καὶ οὐκ ἀνεχομένη ἐν τῷ μὴ ὄντι ἐπιπολὺ ἑστάναι.

καὶ ἔτι δεῖ τινος ἄλλου πρὸς σύστασιν σωμάτων μετὰ μέγεθος καὶ ποιότητας ἁπάσας; ἢ τοῦ ὑποδεξομένου πάντα. οὐκοῦν ὄγκου; εἰ δὲ ὄγκος, μέγεθος δήπου: εἰ δὲ ἀμέγεθες, οὐδ̓ ὅπου δέξεται ἔχει. ἀμέγεθες δὲ ὂν τί ἂν συμβάλλοιτο, εἰ μήτε εἰς εἶδος καὶ τὸ ποιὸν μήτε εἰς τὴν διάστασιν καὶ τὸ μέγεθος, ὃ δὴ παρὰ τῆς ὕλης δοκεῖ, ὅπου ἂν ᾖ, ἔρχεσθαι εἰς τὰ σώματα; ὅλως δὲ ὥσπερ πράξεις καὶ ποιήσεις καὶ χρόνοι καὶ κινήσεις ὑποβολὴν ὕλης ἐν αὑτοῖς οὐκ ἔχοντα ἔστιν ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ τὰ σώματα τὰ πρῶτα ἀνάγκη ὕλην ἔχειν, ἀλλ̓ ὅλα ἕκαστα εἶναι ἅ ἐστι ποικιλώτερα ὄντα μίξει τῇ ἐκ πλειόνων εἰδῶν τὴν σύστασιν ἔχοντα: ὥστε τοῦτο τὸ ἀμέγεθες ὕλης ὄνομα κενὸν εἶναι. πρῶτον μὲν οὖν οὐκ ἀνάγκη τὸ ὑποδεχόμενον ὁτιοῦν: ὄγκον εἶναι, ἐὰν μὴ μέγεθος ἤδη αὐτῷ παρῇ: ἐπεὶ καὶ ἡ ψυχὴ πάντα δεχομένη ὁμοῦ ἔχει πάντα: εἰ δὲ μέγεθος αὐτῇ συμβεβηκὸς ἦν, ἔσχεν ἂν ἕκαστα ἐν μεγέθει. ἡ δὲ ὕλη διὰ τοῦτο ἐν διαστήματι ἃ δέχεται λαμβάνει, ὅτι διαστήματός ἐστι δεκτική: ὥσπερ καὶ τὰ ζῷα καὶ τὰ φυτὰ μετὰ τοῦ

1.160
μεγεθύνεσθαι καὶ τὸ ποιὸν ἀντιπαραγόμενον ἴσχει τῷ ποσῷ καὶ συστελλομένου συσταλείη ἄν. εἰ δ̓ ὅτι προυπάρχει τι μέγεθος ἐν τοῖς τοιούτοις ὑποκείμενον τῷ μορφοῦντι, κἀκεῖ ἀπαιτεῖ, οὐκ ὀρθῶς: ἐνταῦθα γὰρ ἡ ὕλη οὐχ ἡ ἁπλῶς ἀλλ̓ ἡ τούτου: τὴν δ̓ ἁπλῶς δεῖ καὶ τοῦτο παῤ ἄλλου ἔχειν. οὐ τοίνυν δεῖ ὄγκον εἶναι τὸ δεξόμενον τὸ εἶδος, ἀλλ̓ ὁμοῦ τῷ γενέσθαι ὄγκον καὶ τὴν ἄλλην ποιότητα δέχεσθαι καὶ φάντασμα μὲν ἔχειν ὄγκου εἰς ἐπιτηδειότητα τούτου ὥσπερ πρώτην, κενὸν δὲ ὄγκον. ὅθεν τινὲς ταὐτὸν τῷ κενῷ τὴν ὕλην εἰρήκασι.
166
φάντασμα δὲ ὄγκου λέγω, ὅτι καὶ ἡ ψυχὴ οὐδὲν ἔχουσα ὁρίσαι, ὅταν τῇ ὕλῃ προσομιλῇ, εἰς ἀοριστίαν χεῖ ἑαυτὴν οὔτε περιγράφουσα οὔτε εἰς σημεῖον ἰέναι δυναμένη: ἤδη γὰρ ὁρίζει. διὸ οὔτε μέγα λεκτέον χωρὶς οὔτε σμικρὸν αὖ, ἀλλὰ μέγα καὶ σμικρόν: καὶ οὕτως ὄγκος καὶ ἀμέγεθες οὕτως, ὅτι ὕλη ὄγκου καὶ συστελλόμενον ἐκ τοῦ μεγάλου ἐπὶ τὸ σμικρὸν καὶ ἐκ τοῦ σμικροῦ ἐπὶ τὸ μέγα οἷον ὄγκον διατρέχει: καὶ ἡ ἀοριστία αὐτῆς ὁ τοιοῦτος ὄγκος, ὑποδοχὴ μεγέθους ἐν αὐτῇ: ἐν δὲ φαντασίᾳ ἐκείνως. καὶ γὰρ τῶν μὲν ἄλλων ἀμεγέθων ὅσα εἴδη ὥρισται ἕκαστον: ὥστε οὐδαμῇ ἔννοια ὄγκου: ἡ δὲ ἀόριστος οὖσα καὶ μήπω στᾶσα παῤ αὑτῆς ἐπὶ πᾶν εἶδος φερομένη δεῦρο κἀκεῖσε καὶ πάντη εὐάγωγος οὖσα πολλή τε γίνεται τῇ ἐπὶ πάντα ἀγωγῇ καὶ γενέσει καὶ ἔσχε τοῦτον τὸν τρόπον φύσιν ὄγκου.

συμβάλλεται οὖν τὰ μεγέθη τοῖς σώμασι: τὰ γὰρ εἴδη τῶν σωμάτων ἐν μεγέθεσι. περὶ δὲ μέγεθος οὐκ ἂν ἐγένετο ταῦτα, ἀλλ̓ ἢ περὶ τὸ μεμεγεθυσμένον: εἰ γὰρ περὶ μέγεθος, οὐ περὶ

1.161
ὕλην, ὁμοίως ἂν ἀμεγέθη καὶ ἀνυπόστατα ἦν ἢ λόγοι μόνοι ἂν ἦσαν — οὗτοι δὲ περὶ ψυχήν — καὶ οὐκ ἂν ἦν σώματα. δεῖ οὖν ἐνταῦθα περὶ ἕν τι τὰ πολλά: τοῦτο δὲ μεμεγεθυσμένον: τοῦτο δὲ ἕτερον τοῦ μεγέθους. ἐπεὶ καὶ νῦν ὅσα μίγνυται τῷ ὕλην ἔχειν εἰς ταὐτὸν ἔρχεται καὶ οὐ δεῖται ἄλλου του περὶ ὅ, ὅτι ἕκαστον τῶν μιγνυμένων ἥκει φέρον τὴν αὑτοῦ ὕλην. δεῖται δ̓ ὅμως καὶ ἑνός τινος τοῦ δεξομένου ἢ ἀγγείου ἢ τόπου: ὁ δὲ τόπος ὕστερος τῆς ὕλης καὶ τῶν σωμάτων, ὥστε πρότερον ἂν δέοιτο τὰ σώματα ὕλης. οὐδέ, ὅτι αἱ ποιήσεις καὶ αἱ πράξεις ἄυλοι, διὰ τοῦτο καὶ τὰ σώματα: σύνθετα γὰρ τὰ σώματα, αἱ δὲ πράξεις οὔ. καὶ τοῖς πράττουσιν ἡ ὕλη ὅταν πράττωσι τὸ ὑποκείμενον δίδωσι μένουσα ἐν αὐτοῖς, εἰς δὲ τὸ πράττειν οὐχ αὑτὴν δίδωσιν: οὐδὲ γὰρ οἱ πράττοντες τοῦτο ζητοῦσι. καὶ οὐ μεταβάλλει ἄλλη πρᾶξις εἰς ἄλλην, ἵνα ἂν ἦν καὶ αὐταῖς ὕλη, ἀλλ̓ ὁ πράττων ἐπ̓ ἄλλην μεταβάλλει πρᾶξιν ἐξ ἄλλης: ὥστε ὕλην αὐτὸν εἶναι ταῖς πράξεσιν. ἔστι τοίνυν ἀναγκαῖον ἡ ὕλη καὶ τῇ ποιότητι καὶ τῷ μεγέθει: ὥστε καὶ τοῖς σώμασι: καὶ οὐ κενὸν ὄνομα, ἀλλ̓ ἔστι τι ὑποκείμενον κἂν ἀόρατον κἂν ἀμέγεθες ὑπάρχῃ. ἢ οὕτως οὐδὲ τὰς ποιότητας φήσομεν οὐδὲ τὸ μέγεθος τῷ αὐτῷ λόγῳ: ἕκαστον γὰρ τῶν τοιούτων λέγοιτο ἂν οὐδὲν εἶναι ἐφ̓ ἑαυτοῦ μόνον λαμβανόμενον. εἰ δὲ ταῦτα ἔστι καίπερ ἀμυδρῶς ὂν ἕκαστον, πολὺ μᾶλλον ἂν εἴη ἡ ὕλη, κἂν μὴ ἐναργὴς ὑπάρχῃ αἱρετὴ οὖσα οὐ ταῖς αἰσθήσεσιν: οὔτε γὰρ ὄμμασιν, ἄχρους γάρ: οὔτε ἀκοῇ, οὐ γὰρ ψόφος: οὐδεὲ χυμοί, διὸ οὐδὲ ῥῖνες οὐδὲ γλῶσσα αἱροῦσιν.
167
ἆῤ οὖν ἁφῇ; ἢ οὔ, ὅτι μηδὲ σῶμα: σώματος γὰρ
1.162
ἡ ἁφή, ὅτι ἢ πυκνοῦ ἢ ἁραιοῦ, μαλακοῦ σκληροῦ, ὑγροῦ ξηροῦ: τούτων δὲ οὐδὲν περὶ τὴν ὕλην: ἀλλὰ λογισμῷ οὐκ ἐκ νοῦ, ἀλλὰ κενῷ: διὸ καὶ νόθος, ὡς εἴρηται. ἀλλ̓ οὐδὲ σωματότης περὶ αὐτήν: εἰ μὲν γὰρ λόγος ἡ σωματότης, ἕτερος αὐτῆς: αὕτη οὖν ἄλλο: εἰ δ̓ ἤδη ποιήσασα καὶ οἷον κραθεῖσα, σῶμα φανερῶς ἂν εἴη καὶ οὐχ ὕλη μόνον.

εἰ δὲ ποιότης τὸ ὑποκείμενον κοινή τις οὖσα ἐν ἑκάστῳ τῶν στοιχείων, πρῶτον μὲν τίς αὕτη λεκτέον. ἔπειτα πῶς ποιότης ὑποκείμενον ἔσται; πῶς δὲ ἐν ἀμεγέθει ποιὸν θεωρηθήσεται μὴ ἔχον ὕλην μηδὲ μέγεθος; ἔπειτα εἰ μὲν ὡρισμένη ἡ ποιότης, πῶς ὕλη; εἰ δ̓ ἀόριστόν τι, οὐ ποιότης, ἀλλὰ τὸ ὑποκείμενον καὶ ἡ ζητουμένη ὕλη. τί οὖν κωλύει ἄποιον μὲν εἶναι τῷ τῶν ἄλλων μηδεμιᾶς τῇ αὐτῆς φύσει μετέχειν, αὐτῷ δὲ τούτῳ τῷ μηδεμιᾶς μετέχειν ποιὰν εἶναι ἰδιότητα πάντως τινὰ ἔχουσαν καὶ τῶν ἄλλων διαφέρουσαν, οἷον στέρησίν τινα ἐκείνων; καὶ γὰρ ὁ ἐστερημένος ποιός: οἷον ὁ τυφλός. εἰ οὖν στέρησις τούτων περὶ αὐτήν, πῶς οὐ ποιά; εἰ δὲ καὶ ὅλως στέρησις περὶ αὐτήν, ἔτι μᾶλλον, εἴ γε δὴ καὶ στέρησις ποιόν τι. ὁ δὲ ταῦτα λέγων τί ἄλλο ἢ ποιὰ καὶ ποιότητας πάντα ποιεῖ; ὥστε καὶ ἡ ποσότης ποιότης ἂν εἴη καὶ ἡ οὐσία δέ. εἰ δὲ ποιόν, πρόσεστι ποιότης. γελοῖον δὲ τὸ ἕτερον τοῦ ποιοῦ καὶ μὴ ποιὸν ποιὸν ποιεῖν. εἰ δέ, ὅτι ἕτερον, ποιόν, εἰ μὲν αὐτοετερότης, οὐδ̓ ὣς ποιόν: ἐπεὶ οὐδ̓ ἡ ποιότης ποιά: εἰ δ̓ ἕτερον μόνον, οὐχ ἑαυτῇ, ἀλλ̓ ἑτερότητι ἕτερον καὶ ταυτότητι ταὐτόν. οὐδὲ δὴ ἡ στέρησις ποιότης οὐδὲ ποιόν, ἀλλ̓ ἐρημία ποιότητος ἢ ἄλλου, ὡς ἡ ἀψοφία ψόφου ἢ ὁτουοῦν ἄλλου: ἄρσις γὰρ ἡ στέρησις, τὸ δὲ ποιὸν ἐν καταφάσει. ἥ τε ἰδιότης τῆς ὕλης οὐ μορφή:

1.163
τὸ γὰρ μὴ ποιὰ εἶναι μηδ̓ εἶδός τι ἔχειν: ἄτοπον δή, ὅτι μὴ ποιά, ποιὰν λέγειν καὶ ὅμοιον τῷ, ὅτι ἀμέγεθες, αὐτῷ τούτῳ μέγεθος ἔχειν. ἔστιν οὖν ἡ ἰδιότης αὐτῆς οὐκ ἄλλο τι ἢ ὅπερ ἔστι, καὶ οὐ πρόσκειται ἡ ἰδιότης, ἀλλὰ μᾶλλον ἐν σχέσει τῇ πρὸς τὰ ἄλλα, ὅτι ἄλλο αὐτῶν. καὶ τὰ μὲν ἄλλα οὐ μόνον ἄλλα, ἀλλὰ καί τι ἕκαστον ὡς εἶδος, αὕτη δὲ πρεπόντως ἂν λέγοιτο μόνον ἄλλο: τάχα δὲ ἄλλα, ἵνα μὴ τῷ ἄλλο ἑνικῶς ὁρίσῃς, ἀλλὰ τῷ ἄλλα τὸ ἀόριστον ἐνδείξῃ

ἀλλ̓ ἐκεῖνο ζητητέον, πότερα στέρησις, ἢ

168
περὶ αὐτὴν ἡ στέρησις. ὁ τοίνυν λέγων ὑποκειμένῳ μὲν ἓν ἄμφω, λόγῳ δὲ δύο, δίκαιος ἦν διδάσκειν καὶ τὸν λόγον ἑκατέρου ὅντινα δεῖ ἀποδιδόναι, τῆς μὲν ὕλης ὃς ὁριεῖται αὐτὴν οὐδὲν προσαπτόμενος τῆς στερήσεως, τῆς τε αὖ στερήσεως ὡσαύτως. ἢ γὰρ οὐδέτερον ἐν οὐδετέρῳ τῷ λόγῳ ἢ ἑκάτερον ἐν ἑκατέρῳ ἢ θάτερον ἐν θατέρῳ μόνον ὁποτερονοῦν. εἰ μὲν οὖν ἑκάτερον χωρὶς καὶ οὐκ ἐπιζητεῖ οὐδέτερον, δύο ἔσται ἄμφω καὶ ἡ ὕλη ἕτερον στερήσεως, κἂν συμβεβήκῃ αὐτῇ ἡ στέρησις. δεῖ δὲ ἐν τῷ λόγῳ μηδὲ δυνάμει ἐνορᾶσθαι θάτερον. εἰ δ̓ ὡς ἡ ῥὶς ἡ σιμὴ καὶ τὸ σιμόν, καὶ οὕτω διπλοῦν ἑκάτερον καὶ δύο. εἰ δὲ ὡς τὸ πῦρ καὶ ἡ θερμότης, ἐν μὲν τῷ πυρὶ τῆς θερμότητος οὔσης, ἐν δὲ τῇ θερμότητι οὐ λαμβανομένου τοῦ πυρός, καὶ ἡ ὕλη οὕτω στέρησις, ὡς τὸ πῦρ θερμόν, οἷον εἶδος αὐτῆς ἔσται ἡ στέρησις, τὸ δὲ ὑποκείμενον ἄλλο, ὃ δεῖ τὴν ὕλην εἶναι. καὶ οὐδ̓ οὕτως ἕν. ἆρα οὖν οὕτως ἓν τῷ ὑποκειμένῳ, δύο δὲ τῷ λόγῳ, τῆς στερήσεως οὐ σημαινούσης τι παρεῖναι, ἀλλὰ μὴ παρεῖναι, καὶ οἷον ἀπόφασις ἡ στέρησις τῶν ὄντων: ὥσπερ ἂν εἴ τις λέγοι οὐκ ὄν, οὐ γὰρ
1.164
προστίθησιν ἡ ἀπόφασις, ἀλλά φησιν οὐκ εἶναι: καὶ οὕτω στέρησις ὡς οὐκ ὄν; εἰ μὲν οὖν οὐκ ὄν, ὅτι μὴ τὸ ὄν, ἀλλὰ ἄλλο ὄν τι, ἔτι δύο οἱ λόγοι, ὁ μὲν τοῦ ὑποκειμένου ἁπτόμενος, ὁ δὲ τῆς στερήσεως τὴν πρὸς τὰ ἄλλα σχέσιν δηλῶν. ἢ ὁ μὲν τῆς ὕλης πρὸς τὰ ἄλλα καὶ ὁ τοῦ ὑποκειμένου δὲ πρὸς τὰ ἄλλα, ὁ δὲ τῆς στερήσεως εἰ τὸ ἀόριστον αὐτῆς δηλοῖ, τάχα ἂν αὐτὸς αὐτῆς ἐφάπτοιτο: πλὴν ἕν γε ἑκατέρως τῷ ὑποκειμένῳ, λόγῳ δὲ δύο. εἰ μέντοι τῷ ἀορίστῳ εἶναι καὶ ἀπείρῳ εἶναι καὶ ἀποίῳ εἶναι τῇ ὕλῃ ταὐτόν, πῶς ἔτι δύο οἱ λόγοι;

πάλιν οὖν ζητητέον, εἰ κατὰ συμβεβηκὸς τὸ ἄπειρον καὶ τὸ ἀόριστον ἐπ ʼ ἄλλῃ φύσει καὶ πῶς συμβεβηκὸς καὶ εἰ στέρησις συμβέβηκεν. εἰ δὴ ὅσα μὲν ἀριθμοὶ καὶ λόγοι ἀπειρίας ἔξω — ὅροι γὰρ καὶ τάξεις καὶ τὸ τεταγμένον καὶ τοῖς ἄλλοις παρὰ τούτων, τάττει δὲ ταῦτα οὐ τὸ τεταγμένον οὐδὲ τάξις, ἀλλὰ ἄλλο τὸ ταττόμενον παρὰ τὸ τάττον, τάττει δὲ τὸ πέρας καὶ ὅρος καὶ λόγος — ἀνάγκη τὸ ταττόμενον καὶ ὁριζόμενον τὸ ἄπειρον εἶναι. τάττεται δὲ ἡ ὕλη καὶ ὅσα δὲ μὴ ὕλη τῷ μετέχειν ἢ ὕλης λόγον ἔχειν: ἀνάγκη τοίνυν τὴν ὕλην τὸ ἄπειρον εἶναι, οὐχ οὕτω δὲ ἄπειρον, ὡς κατὰ συμβεβηκὸς καὶ τῷ συμβεβηκέναι τὸ ἄπειρον αὐτῇ. πρῶτον μὲν γὰρ τὸ συμβαῖνόν τῳ δεῖ λόγον εἶναι: τὸ δὲ ἄπειρον οὐ λόγος: ἔπειτα τίνι

169
ὄντι τὸ ἄπειρον συμβήσεται; πέρατι καὶ πεπερασμένῳ. ἀλλ̓ οὐ πεπερασμένον οὐδὲ πέρας ἡ ὕλη. καὶ τὸ ἄπειρον δὲ προσελθὸν τῷ πεπερασμένῳ ἀπολεῖ αὐτοῦ τὴν φύσιν: οὐ τοίνυν συμβεβηκὸς τῇ ὕλῃ τὸ ἄπειρον: αὐτὴ τοίνυν τὸ ἄπειρον. ἐπεὶ καὶ ἐν τοῖς νοητοῖς ἡ ὕλη τὸ ἄπειρον
1.165
καὶ εἴη ἂν γεννηθὲν ἐκ τῆς τοῦ ἑνὸς ἀπειρίας ἢ δυνάμεως ἢ τοῦ ἀεί, οὐκ οὔσης ἐν ἐκείνῳ ἀπειρίας ἀλλὰ ποιοῦντος. πῶς οὖν ἐκεῖ καὶ ἐνταῦθα; ἢ διττὸν καὶ τὸ ἄπειρον. καὶ τί διαφέρει; ὡς ἀρχέτυπον καὶ εἴδωλον. ἐλαττόνως οὖν ἄπειρον τοῦτο; ἢ μᾶλλον: ὅσῳ γὰρ εἴδωλον πεφευγὸς τὸ εἶναι τὸ ἀληθές, μᾶλλον ἄπειρον. ἡ γὰρ ἀπειρία ἐν τῷ ἧττον ὁρισθέντι μᾶλλον: τὸ γὰρ ἧττον ἐν τῷ ἀγαθῷ μᾶλλον ἐν τῷ κακῷ. τὸ ἐκεῖ οὖν μᾶλλον ὂν εἴδωλόν πως ἄπειρον, τὸ δὲ ἐνταῦθα ἧττον ὄν, ὅσῳ πέφευγε τὸ εἶναι τὸ ἀληθές, εἰς δὲ εἰδώλου κατερρύη φύσιν, ἀληθεστέρως ἄπειρον. τὸ αὐτὸ οὖν τὸ ἄπειρον καὶ τὸ ἀπείρῳ εἶναι; ἢ ὅπου λόγος καὶ ὕλη ἄλλο ἑκάτερον, ὅπου δὲ ὕλη μόνον ἢ ταὐτὸν λεκτέον ἢ ὅλως, ὃ καὶ βέλτιον, οὐκ εἶναι ἐνθάδε τὸ ἀπείρῳ εἶναι: λόγος γὰρ ἔσται, ὃς οὐκ ἔστιν ἐν τῷ ἀπείρῳ, ἵν̓ ᾖ ἄπειρον. ἄπειρον μὲν δὴ παῤ αὑτῆς τὴν ὕλην λεκτέον ἀντιτάξει τῇ πρὸς τὸν λόγον. καὶ γάρ, ὥσπερ ὁ λόγος οὐκ ἄλλο τι ὤν ἐστι λόγος, οὕτω καὶ τὴν ὕλην ἀντιτεταγμένην τῷ λόγῳ κατὰ τὴν ἀπειρίαν οὐκ ἄλλο τι οὖσαν λεκτέον ἄπειρον.

ἆῤ οὖν καὶ ἑτερότητι ταὐτόν; ἢ οὔ, ἀλλὰ μορίῳ ἑτερότητος ἀντιταττομένῳ πρὸς τὰ ὄντα κυρίως, ἃ δὴ λόγοι. διὸ καὶ τὸ μὴ ὂν οὕτως τι ὂν καὶ στερήσει ταὐτόν, εἰ ἡ στέρησις ἀντίθεσις πρὸς τὰ ἐν λόγῳ ὄντα. οὔκουν φθαρήσεται ἡ στέρησις προσελθόντος τοῦ οὗ στέρησις; οὐδαμῶς: ὑποδοχὴ γὰρ ἕξεως οὐχ ἕξις, ἀλλὰ στέρησις, καὶ πέρατος οὐ τὸ πεπερασμένον οὐδὲ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον καθ̓ ὅσον ἄπειρον. πῶς οὖν οὐκ ἀπολεῖ αὐτοῦ τὴν φύσιν προσελθὸν τὸ πέρας καὶ ταῦτα οὐ κατὰ συμβεβηκὸς ὄντος ἀπείρου; ἢ εἰ μὲν κατὰ τὸ ποσὸν ἄπειρον,

1.166
ἀνῄρει ἄν: νῦν δὲ οὐχ οὕτως, ἀλλὰ τοὐναντίον σώζει αὐτὸ ἐν τῷ εἶναι: ὃ γὰρ πέφυκεν εἰς ἐνέργειαν καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται: καὶ ὅταν τὸ θῆλυ ἐκ τοῦ ἄρρενος κυῇ, οὐκ ἀπόλλυται τὸ θῆλυ, ἀλλὰ μᾶλλον θηλύνεται: τοῦτο δέ ἐστιν ὃ ἔστι μᾶλλον γίνεται. ἆῤ οὖν καὶ κακὸν ἡ ὕλη μεταλαμβάνουσα ἀγαθοῦ; ἢ διὰ τοῦτο, ὅτι ἐδεήθη: οὐ γὰρ εἶχε. καὶ γὰρ ὃ μὲν ἂν δέηταί τινος, τὸ δ̓ ἔχῃ, μέσον ἂν ἴσως γίνοιτο ἀγαθοῦ καὶ κακοῦ, εἰ ἰσάζοι πως ἐπ̓ ἄμφω: ὃ δ̓
170
ἂν μηδὲν ἔχῃ ἅτε ἐν πενίᾳ ὄν, μᾶλλον δὲ πενία ὄν, ἀνάγκη κακὸν εἶναι. οὐ γὰρ πλούτου πενία τοῦτο οὐδὲ ἰσχύος, ἀλλὰ πενία μὲν φρονήσεως, πενία δὲ ἀρετῆς, κάλλους, μορφῆς, εἴδους, ποιοῦ. πῶς οὖν οὐ δυσειδές; πῶς δὲ οὐ πάντη αἰσχρόν; πῶς δὲ οὐ πάντη κακόν; ἐκείνη δὲ ἡ ὕλη ἡ ἐκεῖ ὄν: τὸ γὰρ πρὸ αὐτῆς ἐπέκεινα ὄντος. ἐνταῦθα δὲ τὸ πρὸ αὐτῆς ὄν. οὐκ ὂν ἄρα αὐτὴ ἕτερον ὂν πρὸς τῷ καλῷ τοῦ ὄντος.