Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Διὰ τί κύκλῳ κινεῖται; ὅτι νοῦν μιμεῖται.

107
καὶ τίνος ἡ κίνησις; ψυχῆς ἢ σώματος; ἢ ψυχῆς. τί οὖν; ὅτι ψυχὴ ἐν αὑτῇ ἔστι καὶ πρὸς αὑτὴν ἀεὶ σπεύδει ἰέναι; ἢ ἔστιν ἐν αὑτῇ οὐ συνεχὴς οὖσα; ἢ φερομένη συμφέρει; ἀλλ̓ ἔδει συμφέρουσαν μηκέτι φέρειν, ἀλλ̓ ἐνηνοχέναι, τουτέστι στῆναι μᾶλλον ποιῆσαι καὶ μὴ ἀεὶ κύκλῳ. ἢ καὶ αὐτὴ στήσεται ἤ, εἰ κινεῖται, οὔτι γε τοπικῶς. πῶς οὖν τοπικῶς κινεῖ αὐτὴ ἄλλον τρόπον κινουμένη; ἢ ἴσως
1.130
οὐδὲ τοπικὴ ἡ κύκλῳ, ἀλλ̓ εἰ ἄρα κατὰ συμβεβηκός. ποία οὖν τις; εἰς αὑτὴν συναισθητικὴ καὶ συννοητικὴ καὶ ζωτικὴ καὶ οὐδαμοῦ ἔξω οὐδ̓ ἄλλοθι κατὰ τὸ πάντα δεῖν περιλαμβάνειν: τοῦ γὰρ ζῴου τὸ κύριον περιληπτικὸν καὶ ποιοῦν ἕν. οὐ περιλήψεται δὲ ζωτικῶς, εἰ μένοι, οὐδὲ σώσει τὰ ἔνδον σῶμα ἔχον: καὶ γὰρ σώματος ζωὴ ἡ κίνησις. εἰ οὖν καὶ τοπική, ὡς δυνήσεται κινήσεται καὶ οὐχ ὡς ψυχὴ μόνον, ἀλλ̓ ὡς σῶμα ἔμψυχον καὶ ὡς ζῷον:
108
ὥστε εἶναι μικτὴν ἐκ σωματικῆς καὶ ψυχικῆς, τοῦ μὲν σώματος εὐθὺ φερομένου φύσει, τῆς δὲ ψυχῆς κατεχούσης, ἐκ δ̓ ἀμφοῖν γενομένην φερομένου τε καὶ μένοντος. εἰ δὲ σώματος ἡ κύκλῳ λέγοιτο, πῶς παντὸς εὐθυποροῦντος ὡς καὶ τοῦ πυρός; ἢ εὐθυπορεῖ, ἕως ἂν ἥκῃ εἰς τὸ οὗ τέτακται: ὡς γὰρ ἂν ταχθῇ, οὕτω δοκεῖ καὶ ἑστάναι κατὰ φύσιν καὶ φέρεσθαι εἰς ὃ ἐτάχθη. διὰ τί οὖν οὐ μένει ἐλθόν; ἆρα, ὅτι ἡ φύσις τῷ πυρὶ ἐν κινήσει; εἰ οὖν μὴ κύκλῳ, σκεδασθήσεται ἐπ̓ εὐθύ: δεῖ ἄρα κύκλῳ. ἀλλὰ τοῦτο προνοίας: μᾶλλον δ̓ αὐτῷ παρὰ τῆς προνοίας: ὥστε, εἰ ἐκεῖ γένοιτο, κύκλῳ κινεῖσθαι ἐξ αὑτοῦ. ἢ ἐφιέμενον τοῦ εὐθέος οὐκ ἔχον οὐκέτι τόπον ὥσπερ περιολισθάνον ἀνακάμπτει ἐν οἷς τόποις δύναται: οὐ γὰρ ἔχει τόπον μεθ̓ ἑαυτό: οὗτος γὰρ ἔσχατος. θεῖ οὖν ἐν ᾧ ἔχει καὶ αὐτὸ αὑτοῦ τόπος, οὐχ ἵνα μένῃ ἐκεῖ γεγενημένον, ἀλλ̓ ἵνα φέρηται. καὶ κύκλου δὲ τὸ μὲν κέντρον μένει κατὰ φύσιν, ἡ δὲ ἔξωθεν περιφέρεια εἰ μένοι, κέντρον ἔσται μέγα. μᾶλλον οὖν ἔσται περὶ τὸ κέντρον καὶ ζῶντι καὶ κατὰ φύσιν δὲ ἔχοντι σώματι. οὕτω γὰρ συννεύσει πρὸς τὸ κέντρον, οὐ τῇ συνιζήσει — ἀπολεῖ γὰρ τὸν κύκλον — ἀλλ̓ ἐπεὶ τοῦτο
1.131
οὐ δύναται, τῇ περιδινήσει: οὕτω γὰρ μόνως ἀποπληρώσει τὴν ἔφεσιν. εἰ ψυχὴ δὲ περιάγοι, οὐ καμεῖται: οὐ γὰρ ἕλκει, οὐδὲ παρὰ φύσιν: ἡ γὰρ φύσις τὸ ὑπὸ ψυχῆς τῆς πάσης ταχθέν. ἔτι πανταχοῦ οὖσα ἡ ψυχὴ ὅλη καὶ οὐ διειλημμένη ἡ τοῦ παντὸς κατὰ μέρος δίδωσι καὶ τῷ οὐρανῷ, ὡς δύναται, πανταχοῦ εἶναι: δύναται δὲ τῷ πάντα μετιέναι καὶ ἐπιπορεύεσθαι. ἔστη μὲν γάρ, εἴ που ἑστῶσα ἦν ἡ ψυχή, ἐλθὼν ἐκεῖ: νῦν δέ, ἐπειδὴ πᾶσά ἐστιν αὑτῆς, παντὸς ἐφίεται. τί οὖν; οὐδέποτε τεύξεται; ἢ οὕτως ἀεὶ τυγχάνει, μᾶλλον δὲ αὐτὴ πρὸς αὑτὴν ἄγουσα ἀεὶ ἐν τῷ ἀεὶ ἄγειν ἀεὶ κινεῖ, καὶ οὐκ ἀλλαχοῦ κινοῦσα ἀλλὰ πρὸς αὑτὴν ἐν τῷ αὐτῷ, οὐκ ἐπ̓ εὐθὺ ἀλλὰ κύκλῳ ἄγουσα δίδωσιν αὐτῷ οὗ ἂν ἥκῃ ἐκεῖ ἔχειν αὐτήν. εἰ δὲ μένοι, ὡς ἐκεῖ οὔσης μόνον, οὗ ἕκαστον μένει, στήσεται. εἰ οὖν μὴ ἐκεῖ μόνον ὁπουοῦν, πανταχοῦ οἰσθήσεται καὶ οὐκ ἔξω: κύκλῳ ἄρα.

τὰ οὖν ἄλλα πῶς; ἢ οὐχ ὅλον ἕκαστον, μέρος δὲ καὶ κατεχόμενον μερικῷ τόπῳ. ἐκεῖνο δὲ ὅλον καὶ οἷον τόπος καὶ οὐδὲν κωλύει: αὐτὸ γὰρ τὸ πᾶν. πῶς οὖν ἄνθρωποι; ἤ, ὅσον παρα τοῦ παντός, μέρος, ὅσον δὲ αὐτοί, οἰκεῖον ὅλον. εἰ οὖν πανταχοῦ οὗ ἂν ᾖ ἔχει αὐτήν, τί δεῖ περιιέναι; ἢ ὅτι μὴ μόνον ἔχει. εἰ δὲ ἡ δύναμις αὐτῆς περὶ τὸ

109
μέσον, καὶ ταύτῃ ἂν κύκλῳ: μέσον δὲ οὐχ ὡσαύτως σώματος καὶ φύσεως ψυχῆς ληπτέον, ἀλλ̓ ἐκεῖ μὲν μέσον, ἀφ̓ οὗ ἡ ἄλλη, τοπικῶς δὲ σώματος. ἀνάλογον οὖν δεῖ λαβεῖν τὸ μέσον: ὡς γὰρ ἐκεῖ, οὕτως καὶ ἐνταῦθα μέσον δεῖ εἶναι, ὃ μόνως ἐστὶ μέσον σώματος σφαιρικοῦ: ὡς γὰρ ἐκεῖνο περὶ αὑτό, οὕτω καὶ τοῦτο. εἰ δὴ ψυχή ἐστι περιθέουσα τὸν
1.132
θεόν, ἀμφαγαπάζεται καὶ περὶ αὐτὸν ὡς οἷόν τε αὐτῇ ἔχει: ἐξήρτηται γὰρ αὐτοῦ πάντα. ἐπεὶ οὖν οὐκ ἔστι πρὸς αὐτόν, περὶ αὐτόν. πῶς οὖν οὐ πᾶσαι οὕτως; ἢ ἑκάστη ὅπου ἐστὶν οὕτως. διὰ τί οὖν οὐ καὶ τὰ σώματα ἡμῶν οὕτως; ὅτι τὸ εὐθύπορον προσήρτηται καὶ πρὸς ἄλλα αἱ ὁρμαὶ καὶ τὸ σφαιροειδὲς ἡμῶν οὐκ εὔτροχον: γεηρὸν γάρ: ἐκεῖ δὲ συνέπεται λεπτὸν καὶ εὐκίνητον: διὰ τί γὰρ ἂν καὶ σταίη ἡντιναοῦν κίνησιν τῆς ψυχῆς κινουμένης; ἴσως δὲ καὶ παῤ ἡμῖν τὸ πνεῦμα τὸ περὶ τὴν ψυχὴν ταὐτὸ ποιεῖ. εἰ γὰρ ἔστιν ὁ θεὸς ἐν πᾶσι, τὴν συνεῖναι βουλομένην ψυχὴν περὶ αὐτὸν δεῖ γίνεσθαι: οὐ γάρ πῃ. καὶ Πλάτων δὲ τοῖς ἄστροις οὐ μόνον τὴν μετὰ τοῦ ὅλου σφαιρικὴν κίνησιν, ἀλλὰ καὶ ἑκάστῳ δίδωσι τὴν περὶ τὸ κέντρον αὐτῶν: ἕκαστον γὰρ οὗ ἔστι περιειληφὸς τὸν θεὸν ἀγάλλεται οὐ λογισμῷ ἀλλὰ φυσικαῖς ἀνάγκαις.

ἔστω δὲ καὶ ὧδε: τῆς ψυχῆς ἡ μέν τις δύναμις ἡ ἐσχάτη ἀπὸ γῆς ἀρξαμένη καὶ δἰ ὅλου διαπλακεῖσά ἐστιν, ἡ δὲ αἰσθάνεσθαι πεφυκυῖα καὶ ἡ λόγον δοξαστικὸν δεχομένη πρὸς τὸ ἄνω ἐν ταῖς σφαίραις ἑαυτὴν ἔχει ἐποχουμένη καὶ τῇ προτέρᾳ καὶ δύναμιν διδοῦσα παῤ αὑτῆς εἰς τὸ ποιεῖν ζωτικωτέραν. κινεῖται οὖν ὑπ̓ αὐτῆς κύκλῳ περιεχούσης καὶ ἐφιδρυμένης παντὶ ὅσον αὐτῆς εἰς τὰς σφαίρας ἀνέδραμε. κύκλῳ οὖν ἐκείνης περιεχούσης συννεύουσα ἐπιστρέφεται πρὸς αὐτήν, ἡ δὲ ἐπιστροφὴ αὐτῆς περιάγει τὸ σῶμα, ἐν ᾧ ἐμπέπλεκται. ἑκάστου γὰρ μορίου κἂν ὁπωσοῦν κινηθέντος ἐν σφαίρᾳ, εἰ μένον κινοῖτο, ἔσεισεν ἐν ᾧ ἔστι καὶ τῇ σφαίρᾳ κίνησις γίνεται. καὶ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων τῆς ψυχῆς ἄλλως κινουμένης, οἷον

1.133
ἐν χαραῖς καὶ τῷ φανέντι ἀγαθῷ, τοῦ σώματος ἡ κίνησις καὶ τοπικὴ γίνεται. ἐκεῖ δὴ ἐν ἀγαθῷ γινομένη ψυχὴ καὶ αἰσθητικωτέρα γενομένη κινεῖται πρὸς τὸ ἀγαθὸν καὶ σείει ὡς πέφυκεν ἐκεῖ τοπικῶς τὸ σῶμα. ἥ τε αἰσθητικὴ ἀπὸ τοῦ ἄνω αὖ καὶ αὐτὴ τὸ ἀγαθὸν λαβοῦσα καὶ τὰ αὑτῆς ἡσθεῖσα διώκουσα αὐτὸ ὂν πανταχοῦ πρὸς τὸ πανταχοῦ συμφέρεται. ὁ δὲ νοῦς οὔπω κινεῖται: ἕστηκε γὰρ καὶ κινεῖται: περὶ αὑτὸν γάρ. οὕτως οὖν καὶ τὸ πᾶν τῷ κύκλῳ κινεῖσθαι ἅμα καὶ ἕστηκεν.

Ὅτι ἡ τῶν ἄστρων φορὰ σημαίνει περὶ

137
ἕκαστον τὰ ἐσόμενα, ἀλλ̓ οὐκ αὐτὴ πάντα ποιεῖ, ὡς τοῖς πολλοῖς δοξάζεται, εἴρηται μὲν πρότερον ἐν ἄλλοις, καὶ πίστεις τινὰς παρείχετο ὁ λόγος, λεκτέον δὲ καὶ νῦν ἀκριβέστερον διὰ πλειόνων: οὐ γὰρ μικρὸν τὸ ἢ ὧδε ἢ ὧδε ἔχειν δοξάζειν. τοὺς δὴ πλανήτας φερομένους ποιεῖν λέγουσιν οὐ μόνον τὰ ἄλλα, πενίας καὶ πλούτους καὶ ὑγιείας καὶ νόσους, ἀλλὰ καὶ αἴσχη καὶ κάλλη αὖ, καὶ δὴ τὸ μέγιστον, καὶ κακίας καὶ ἀρετὰς καὶ δὴ καὶ τὰς ἀπὸ τούτων πράξεις καθ̓ ἕκαστα ἐπὶ καιρῶν ἑκάστων, ὥσπερ θυμουμένους εἰς ἀνθρώπους, ἐφ̓ οἷς μηδὲν αὐτοὶ οἱ ἄνθρωποι ἀδικοῦσιν οὕτω παῤ αὐτῶν κατεσκευασμένοι, ὡς ἔχουσι: καὶ τὰ λεγόμενα ἀγαθὰ διδόναι οὐκ ἀγασθέντας τῶν λαμβανόντων, ἀλλ̓ αὐτοὺς ἢ κακουμένους κατὰ τοὺς τόπους τῆς φορᾶς ἢ αὖ εὐπαθοῦντας καὶ αὖ ἄλλους αὐτοὺς ταῖς διανοίαις
1.134
γιγνομένους ὅταν τε ἐπὶ κέντρων ὦσι καὶ ἀποκλίνοντας ἄλλους: τὸ δὲ μέγιστον, τοὺς μὲν κακοὺς αὐτῶν λέγοντες, τοὺς δ̓ ἀγαθοὺς εἶναι, ὅμως καὶ τοὺς κακοὺς αὐτῶν λεγομένους ἀγαθὰ διδόναι, τοὺς δὲ ἀγαθοὺς φαύλους γίνεσθαι: ἔτι δὲ ἀλλήλους ἰδόντας ποιεῖν ἕτερα, μὴ ἰδόντας δὲ ἄλλα, ὥσπερ οὐχ αὑτῶν ὄντας ἰδόντας μὲν ἄλλους, μὴ ἰδόντας δὲ ἑτέρους: καὶ τόνδε μὲν ἰδόντα ἀγαθὸν εἶναι, εἰ δ̓ ἄλλον ἴδοι, ἀλλοιοῦσθαι: καὶ ἄλλως μὲν ὁρᾶν, εἰ κατὰ σχῆμα τόδε ἡ ὄψις, ἄλλως δέ, εἰ κατὰ τόδε: ὁμοῦ τε πάντων τὴν κρᾶσιν ἑτέραν γίγνεσθαι, ὥσπερ ἐξ ὑγρῶν διαφόρων τὸ κρᾶμα ἕτερον παρὰ τὰ μεμιγμένα. ταῦτα οὖν καὶ τὰ τοιαῦτα δοξαζόντων περὶ ἑκάστου λέγειν ἐπισκοπουμένους προσήκει. ἀρχὴ δ̓ ἂν εἴη προσήκουσα αὕτη:
138

πότερα ἔμψυχα νομιστέον ἢ ἄψυχα ταῦτα τὰ φερόμενα; εἰ μὲν γὰρ ἄψυχα, οὐδὲν ἀλλ̓ ἢ θερμὰ καὶ ψυχρὰ παρεχόμενα, εἰ δὴ καὶ ψυχρὰ ἄττα τῶν ἄστρων φήσομεν, ἀλλ̓ οὖν ἐν τῇ τῶν σωμάτων ἡμῶν φύσει στήσουσι τὴν δόσιν φορᾶς δηλονότι σωματικῆς εἰς ἡμᾶς γινομένης, ὡς μηδὲ πολλὴν τὴν παραλλαγὴν τῶν σωμάτων γίγνεσθαι τῆς τ̓ ἀπορροῆς ἑκάστων τῆς αὐτῆς οὔσης καὶ δὴ ὁμοῦ εἰς ἓν ἐπὶ γῆς μιγνυμένων, ὡς μόνον κατὰ τοὺς τόπους τὰς διαφορὰς γίγνεσθαι ἐκ τοῦ ἐγγύθεν καὶ πόρρωθεν πρὸς τὴν φοράν, διδόντος καὶ τοῦ ψυχροῦ ὡσαύτως. σοφοὺς δὲ καὶ ἀμαθεῖς καὶ γραμματικοὺς ἄλλους, τοὺς δὲ ῥήτορας, τοὺς δὲ κιθαριστὰς καὶ τὰς ἄλλας τέχνας, ἔτι δὲ πλουσίους καὶ πένητας, πῶς; καὶ τὰ ἄλλα, ὅσα μὴ ἐκ σωμάτων κράσεως τὴν αἰτίαν ἔχει τοῦ γίγνεσθαι; οἷον καὶ ἀδελφὸν τοιόνδε καὶ πατέρα καὶ υἱὸν γυναῖκά τε

1.135
καὶ τὸ νῦν εὐτυχῆσαι καὶ στρατηγὸν καὶ βασιλέα γενέσθαι. εἰ δ̓ ἔμψυχα ὄντα προαιρέσει ποιεῖ, τί παῤ ἡμῶν παθόντα κακὰ ἡμᾶς ποιεῖ ἑκόντα, καὶ ταῦτα ἐν θείῳ τόπῳ ἱδρυμένα καὶ αὐτὰ θεῖα ὄντα; οὐδὲ γάρ, δἰ ἃ ἄνθρωποι γίνονται κακοί, ταῦτα ἐκείνοις ὑπάρχει, οὐδέ γε ὅλως γίνεται ἢ ἀγαθὸν ἢ κακὸν αὐτοῖς ἡμῶν ἢ εὐπαθούντων ἢ κακὰ πασχόντων.

ἀλλ̓ οὐχ ἑκόντες ταῦτα, ἀλλ̓ ἠναγκασμένοι τοῖς τόποις καὶ τοῖς σχήμασιν. ἀλλ̓ εἰ ἠναγκασμένοι, τὰ αὐτὰ δήπουθεν ἐχρῆν ἅπαντας ποιεῖν ἐπὶ τῶν αὐτῶν τόπων καὶ σχημάτων γιγνομένους. νῦν δὲ τί διάφορον πέπονθεν ὅδε τόδε τὸ τμῆμα τοῦ τῶν ζῳδίων κύκλου παριὼν καὶ αὖ τόδε; οὐ γὰρ δὴ οὐδ̓ ἐν αὐτῷ τῷ ζῳδίῳ γίγνεται, ἀλλ̓ ὑπ̓ αὐτὸ πλεῖστον ἀπέχων, καὶ καθ̓ ὁποῖον ἂν γίγνηται κατὰ τὸν οὐρανὸν ὤν. γελοῖον γὰρ καθ̓ἕκαστον ὧν τις παρέρχεται ἄλλον καὶ ἄλλον γίγνεσθαι καὶ διδόναι ἄλλα καὶ ἄλλα: ἀνατέλλων δὲ καὶ ἐπὶ κέντρου γεγονὼς καὶ ἀποκλίνας πῶς ἄλλος; οὐ γὰρ δὴ τοτὲ μὲν ἥδεται ἐπὶ τοῦ κέντρου ὤν, τοτὲ δὲ λυπεῖται ἀποκλίνας ἢ ἀργὸς γίνεται, οὐδ̓ αὖ θυμοῦται ἀνατείλας ἄλλος, πραΰνεται δὲ ἀποκλίνας, εἷς δέ τις αὐτῶν καὶ ἀποκλίνας ἀμείνων. ἔστι γὰρ ἀεὶ ἕκαστος καὶ ἐπίκεντρος ἄλλοις ἀποκλίνας ἄλλοις καὶ ἀποκλίνας ἑτέροις ἐπίκεντρος ἄλλοις: καὶ οὐ δήπου κατὰ τὸν αὐτὸν χρόνον χαίρει τε καὶ λυπεῖται καὶ θυμοῦται καὶ πρᾷός ἐστι. τὸ δὲ τοὺς μὲν αὐτῶν χαίρειν λέγειν δύνοντας, τοὺς δὲ ἐν ἀνατολαῖς ὄντας, πῶς οὐκ ἄλογον; καὶ γὰρ οὕτω συμβαίνει ἅμα τε λυπεῖσθαι καὶ χαίρειν. εἶτα διὰ τί ἡ ἐκείνων λύπη ἡμᾶς κακώσει; ὅλως δὲ οὐδὲ λυπεῖσθαι

1.136
οὐδ̓ ἐπὶ καιροῦ χαίρειν αὐτοῖς δοτέον, ἀλλ̓ ἀεὶ τὸ
139
ἵλεων ἔχειν χαίροντας ἐφ̓ οἷς ἀγαθοῖς ἔχουσι καὶ ἐφ̓ οἷς ὁρῶσι. βίος γὰρ ἑκάστου ἐφ̓ αὑτοῦ ἑκάστῳ καὶ ἐν τῇ ἐνεργείᾳ τὸ εὖ: τὸ δὲ οὐ πρὸς ἡμᾶς. καὶ μάλιστα τοῖς οὐ κοινωνοῦσιν ἡμῖν ζῴοις κατὰ συμβεβηκός, οὐ προηγούμενον δὲ οὐδὲ ὅλως, τὸ ἔργον πρὸς ἡμᾶς, εἰ ὥσπερ ὄρνισι κατὰ συμβεβηκὸς τὸ σημαίνειν.

κἀκεῖνο δὲ ἄλογον, τόνδε μὲν τόνδε ὁρῶντα χαίρειν, τόνδε δὲ τόνδε τοὐναντίον: τίς γὰρ αὐτοῖς ἔχθρα ἢ περὶ τίνων; διὰ τί δὲ τρίγωνος μὲν ὁρῶν ἄλλως, ἐξ ἐναντίας δὲ ἢ τετράγωνος ἄλλως; διὰ τί δὲ ὡδὶ μὲν ἐσχηματισμένος ὁρᾷ, κατὰ δὲ τὸ ἑξῆς ζῴδιον ἐγγυτέρω ὢν μᾶλλον οὐχ ὁρᾷ; ὅλως δὲ τίς καὶ ὁ τρόπος ἔσται τοῦ ποιεῖν ἃ λέγονται ποιεῖν; πῶς τε χωρὶς ἕκαστος καὶ ἔτι πῶς ὁμοῦ πάντες ἄλλο ἐκ πάντων; οὐ γὰρ δὴ συνθέμενοι πρὸς ἀλλήλους οὕτω ποιοῦσιν εἰς ἡμᾶς τὰ δόξαντα ὑφεὶς ἕκαστός τι τῶν ἀφ̓ αὑτοῦ, οὐδ̓ αὖ ἄλλος ἐκώλυσε τὴν τοῦ ἑτέρου δόσιν γενέσθαι βιασάμενος, οὐδ̓ αὖ ὁ ἕτερος παρεχώρησε τῷ ἑτέρῳ πεισθεὶς αὐτῷ πράττειν. τὸ δὲ τόνδε μὲν χαίρειν ἐν τοῖς τοῦδε γενόμενον, ἀνάπαλιν δὲ τὸν ἕτερον ἐν τοῖς τοῦ ἑτέρου γενόμενον, πῶς οὐχ ὅμοιον, ὥσπερ ἂν εἴ τις ὑποθέμενος δύο φιλοῦντας ἀλλήλους ἔπειτα λέγοι τὸν μὲν ἕτερον φιλεῖν τὸν ἕτερον, ἀνάπαλιν δὲ θάτερον μισεῖν θάτερον;

λέγοντες δὲ ψυχρόν τινα αὐτῶν εἶναι, ἔτι πόρρω γινόμενον ἀφ̓ ἡμῶν μᾶλλον ἡμῖν ἀγαθὸν εἶναι, ἐν τῷ ψυχρῷ τὸ κακὸν αὐτοῦ εἰς ἡμᾶς τιθέμενοι: καίτοι ἔδει ἐν τοῖς ἀντικειμένοις ζῳδίοις ἀγαθὸν ἡμῖν εἶναι: καὶ ἐναντίους γινομένους τὸν

1.137
ψυχρὸν τῷ θερμῷ δεινοὺς ἀμφοτέρους γίνεσθαι: καίτοι ἔδει κρᾶσιν εἶναι: καὶ τόνδε μὲν χαίρειν τῇ ἡμέρᾳ καὶ ἀγαθὸν γίνεσθαι θερμαινόμενον, τόνδε δὲ τῇ νυκτὶ χαίρειν πυρώδη ὄντα, ὥσπερ οὐκ ἀεὶ ἡμέρας αὐτοῖς οὔσης, λέγω δὲ φωτός, ἢ τοῦ ἑτέρου καταλαμβανομένου ὑπὸ νυκτὸς πολὺ ὑπεράνω τῆς σκιᾶς τῆς γῆς ὄντος. τὸ δὲ τὴν σελήνην πλησίφωτον μὲν οὖσαν ἀγαθὴν εἶναι τῷδε συνερχομενην, λείπουσαν δὲ κακήν, ἀνάπαλιν, εἴπερ δοτέον. πλήρης γὰρ οὖσα πρὸς ἡμᾶς ἐκείνῳ τῷ ὑπεράνω ὄντι ἀφώτιστος ἂν εἴη τῷ ἑτέρῳ ἡμισφαιρίῳ, λείπουσα δὲ ἡμῖν ἐκείνῳ πλησίφωτος: ὥστε τὰ ἐναντία ποιεῖν ἔδει λείπουσαν ἐκεῖνον μετὰ φωτὸς ὁρῶσαν. αὐτῇ μὲν οὖν ὅπως ἐχούσῃ οὐδὲ διαφέροι ἂν τὸ ἥμισυ ἀεὶ φωτιζομένῃ: τῷ δ̓ ἴσως διαφέροι ἂν θερμαινομένῳ, ὡς λέγουσιν. ἀλλὰ θερμαίνοιτο ἄν, εἰ ἀφώτιστος πρὸς ἡμᾶς ἡ σελήνη εἴη: πρὸς δὲ τὸν ἕτερον ἀγαθὴ οὖσα ἐν τῷ ἀφωτίστῳ πλήρης ἐστὶ πρὸς αὐτόν. τὸ δὲ πρὸς ἡμας τῆς σελήνης ἀφώτιστόν ἐστι πρὸς τὰ ἐπὶ γῆς, οὐ τὸ ἄνω λυπεῖ. οὐκ ἐπικουροῦντος δὲ ἐκείνου τῷ πόρρω χεῖρον εἶναι δοκεῖ: ὅταν δὲ πλήρης ᾖ, ἀρκεῖ τῷ κάτω, κἂν ἐκεῖνος πόρρωθεν ᾖ. πρὸς δὲ τὸν πυρώδη ἀφώτιστος οὖσα πρὸς ἡμᾶς ἔδοξεν εἶναι ἀγαθή: αὐταρκεῖ γὰρ τὸ ἐκείνου πυρωδεστέρου ἢ πρὸς ἐκεῖνον ὄντος.
140
τὰ δὲ ἰόντα ἐκεῖθεν σώματα ἐμψύχων ἄλλα ἄλλων ἐπὶ τὸ μᾶλλον καὶ ἧττον θερμά, ψυχρὸν δὲ οὐδέν: μαρτυρεῖ δὲ ὁ τόπος. Δία δὲ ὃν λέγουσιν, εὔκρατος πυρί: καὶ ὁ Ἑῷος οὕτως: διὸ καὶ σύμφωνοι δοκοῦσιν ὁμοιότητι: πρὸς δὲ τὸν Πυρόεντα καλούμενον σύμφορος τῇ κράσει, πρὸς δὲ Κρόνον ἀλλότριος τῷ πόρρω: Ἑρμῆς δ̓ ἀδιάφορος πρὸς ἅπαντας, ὡς
1.138
δοκεῖ, ὁμοιούμενος. πάντες δὲ πρὸς το ὅλον σύμφοροι: ὥστε πρὸς ἀλλήλους οὕτως, ὡς τῷ ὅλῳ συμφέρει, ὡς ἐφ̓ ἑνὸς ζῴου ἕκαστα τῶν μερῶν ὁρᾶται. τούτου γὰρ χάριν μάλιστα, οἷον χολὴ καὶ τῷ ὅλῳ καὶ πρὸς τὸ ἐγγύς: καὶ γὰρ ἔδει καὶ θυμὸν ἐγείρειν καὶ τὸ πᾶν καὶ τὸ πλησίον μὴ ἐᾶν ὑβρίζειν. καὶ δὴ καὶ ἐν τῷ παντὶ ἔδει τινὸς τοιούτου καί τινος ἀηδοῦς πρὸς τὸ ἡδὺ ἀνημμένου. τὰ δὲ ὀφθαλμοὺς εἶναι, συμπαθῆ δὲ πάντα τῷ ἀλόγῳ αὐτῶν εἶναι: οὕτω γὰρ ἓν καὶ μία ἁρμονία: ταῦτ̓ οὖν πῶς οὐ σημεῖα ἐξ ἀναλογίας εἴη ἄν;