Enneades

Plotinus

Plotinus, Plotini Enneades, Vol 1-2, Volkmann, Teubner, 1883-1884

Ἐπειδὴ τὰ κακὰ ἐνταῦθα καὶ τόνδε τὸν

11
τόπον περιπολεῖ ἐξ ἀνάγκης, βούλεται δὲ ἡ ψυχὴ φεύγειν τὰ κακά, φευκτέον ἐντεῦθεν. τίς οὖν ἡ φυγή; θεῷ, φησιν, ὁμοιωθῆναι. τοῦτο δέ, εἰ δίκαιοι καὶ ὅσιοι μετὰ φρονήσεως γενοίμεθα καὶ ὅλως ἐν ἀρετῇ. εἰ οὖν ἀρετῇ ὁμοιούμεθα, ἆρα ἀρετὴν ἔχοντι; καὶ δὴ καὶ τίνι ʽθεᾦ; ἆῤ οὖν τῷ μᾶλλον
1.50
δοκοῦντι ταῦτα ἔχειν καὶ δὴ τῇ τοῦ κόσμου ψυχῇ καὶ τῷ ἐν ταύτῃ ἡγουμένῳ, ᾧ φρόνησις θαυμαστὴ ὑπάρχει; καὶ γὰρ εὔλογον ἐνταῦθα ὄντας τούτῳ ὁμοιοῦσθαι. ἢ πρῶτον μὲν ἀμφισβητήσιμον, εἰ καὶ τούτῳ ὑπάρχουσι πᾶσαι: οἷον σώφρονι ἢ ἀνδρείῳ εἶναι, ᾧ μήτε τι δεινόν ἐστιν: οὐδὲν γὰρ ἔξωθεν: μήτε προσιὸν ἡδύ, οὗ καὶ ἐπιθυμία ἂν γένοιτο μὴ παρόντος, ἵν̓ ἔχῃ ἢ ἕλῃ. εἰ δὲ καὶ αὐτὸ ἐν ὀρέξει ἐστὶ τῶν νοητῶν, ὧν καὶ αἱ ἡμέτεραι, δῆλον ὅτι καὶ ἡμῖν ἐκεῖθεν ὁ κόσμος καὶ αἱ ἀρεταί. ἆῤ οὖν ἐκεῖνο ταύτας ἔχει; ἢ οὐκ εὔλογον τάς γε πολιτικὰς λεγομένας ἀρετὰς ἔχειν, φρόνησιν μὲν περὶ τὸ λογιζόμενον, ἀνδρείαν δὲ περὶ τὸ θυμούμενον, σωφροσύνην δὲ ἐν ὁμολογίᾳ τινὶ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ
12
πρὸς λογισμόν, δικαιοσύνην δὲ τὴν ἑκάστου τούτων ὁμοῦ οἰκειοπραγίαν ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. ἆῤ οὖν οὐ κατὰ τὰς πολιτικὰς ὁμοιούμεθα, ἀλλὰ κατὰ τὰς μείζους τῷ αὐτῷ ὀνόματι χρωμένας; ἀλλ̓ εἰ κατ̓ ἄλλας, κατὰ τὰς πολιτικὰς ὅλως οὔ; ἢ ἄλογον μηδ̓ ὁπωσοῦν ὁμοιοῦσθαι κατὰ ταύτας — τούτους γοῦν καὶ θείους ἡ φήμη λέγει καὶ λεκτέον ἀμηγέπη ὡμοιῶσθαι — κατὰ δὲ τὰς μείζους τὴν ὁμοίωσιν εἶναι. ἀλλ̓ ἑκατέρως γε συμβαίνει ἀρετὰς ἔχειν κἂν εἰ μὴ τοιαύτας. εἰ οὖν τις συγχωρεῖ ὁμοιοῦσθαι δύνασθαι, ἄλλως ἡμῶν ἐχόντων πρὸς ἄλλας καὶ μὴ πρὸς τὰς πολιτικὰς ἀρετὰς ὡμοιωμένων, οὐδὲν κωλύει ἡμᾶς ταῖς αὑτῶν ἀρεταῖς ὁμοιοῦσθαι τῷ μὴ ἀρετὴν κεκτημένῳ. καὶ πῶς; ὧδε: εἴ τι θερμότητος παρουσίᾳ θερμαίνεται, ἀνάγκη καὶ ὅθεν ἡ θερμότης ἐλήλυθε θερμαίνεσθαι; καὶ εἴ τι πυρὸς παρουσίᾳ θερμόν ἐστιν, ἀνάγκη καὶ τὸ πῦρ αὐτὸ πυρὸς παρουσίᾳ θερμαίνεσθαι;
1.51
ἀλλὰ πρὸς μὲν τὸ πρότερον εἴποι ἄν τις καὶ ἐν τῷ πυρὶ εἶναι θερμότητα, ἀλλὰ σύμφυτον, ὥστε τὸν λόγον ποιεῖν τῇ ἀναλογίᾳ ἑπόμενον ἐπακτὸν μὲν τῇ ψυχῇ τὴν ἀρετήν, ἐκείνῳ δέ, ὅθεν μιμησαμένη ἔχει, σύμφυτον: πρὸς δὲ τὸν ἐκ τοῦ πυρὸς λόγον τὸ ἐκεῖνον ἀρετὴν εἶναι: ἀρετῆς δὲ ἀξιοῦμεν εἶναι μείζονα. ἀλλ̓ εἰ μὲν οὗ μεταλαμβάνει ψυχὴ τὸ αὐτὸ ἦν τῷ ἀφ̓ οὗ, οὕτως ἔδει λέγειν: νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. οὐδὲ γὰρ οἰκία ἡ αἰσθητὴ τὸ αὐτὸ τῇ νοητῇ, καίτοι ὡμοίωται: καὶ τάξεως δὲ καὶ κόσμου μεταλαμβάνει ἡ οἰκία ἡ αἰσθητὴ κἀκεῖ ἐν τῷ λόγῳ οὐκ ἔστι τάξις οὐδὲ κόσμος οὐδὲ συμμετρία. οὕτως οὖν κόσμου καὶ τάξεως καὶ ὁμολογίας μεταλαμβάνοντες ἐκεῖθεν καὶ τούτων ὄντων τῆς ἀρετῆς ἐνθάδε, οὐ δεομένων δὲ τῶν ἐκεῖ ὁμολογίας οὐδὲ κόσμου οὐδὲ τάξεως, οὐδ̓ ἂν ἀρετῆς εἴη χρεία καὶ ὁμοιοίμεθα δὲ οὐδὲν ἧττον τοῖς ἐκεῖ δἰ ἀρετῆς παρουσίαν. πρὸς μὲν οὖν τὸ μὴ ἀναγκαῖον κἀκεῖ ἀρετὴν εἶναι, ἐπείπερ ἡμεῖς ἀρετῇ ὁμοιούμεθα, ταυτί: δεῖ δὲ πειθὼ ἐπάγειν τῷ λόγῳ μὴ μένοντας ἐπὶ τῆς βίας.

πρῶτον τοίνυν τὰς ἀρετὰς ληπτέον, καθ̓ ἅς φαμεν ὁμοιοῦσθαι, ἵνα τὸ αὐτὸ εὕρωμεν, ὃ παῤ ἡμῖν μὲν μίμημα ὂν ἀρετή ἐστιν, ἐκεῖ δὲ οἷον ἀρχέτυπον ὂν οὐκ ἀρετή, ἐπισημηνάμενοι, ὡς ἡ ὁμοίωσις διττή: καὶ ἡ μέν τις ταὐτὸν ἐν τοῖς ὁμοίοις ἀπαιτεῖ, ὅσα ἐπίσης ὡμοίωται ἀπὸ τοῦ αὐτοῦ: ἐν οἷς δὲ τὸ μὲν ὡμοίωται πρὸς ἕτερον, τὸ δὲ ἕτερόν ἐστι πρῶτον, οὐκ ἀντιστρέφον πρὸς ἐκεῖνο οὐδὲ ὅμοιον αὐτοῦ λεγόμενον, ἐνταῦθα τὴν ὁμοίωσιν ἄλλον τρόπον ληπτέον οὐ ταὐτὸν εἶδος ἀπαιτοῦντας, ἀλλὰ μᾶλλον ἕτερον, εἴπερ κατὰ τὸν ἕτερον

1.52
τρόπον ὡμοίωται. τί ποτε οὖν ἐστιν ἡ ἀρετὴ ἥ τε σύμπασα καὶ ἑκάστη; σαφέστερος δὲ ὁ λόγος ἔσται ἐφ̓ ἑκάστης: οὕτω γὰρ καὶ ὅ τι κοινόν, καθ̓ ὃ ἀρεταὶ πᾶσαι, δῆλον ῥᾳδίως ἔσται. αἱ μὲν τοίνυν πολιτικαὶ ἀρεταί, ἃς ἄνω που εἴπομεν, κατακοσμοῦσι μένοντας ἔτι καὶ ἔχοντας ἐνταῦθα καὶ ἀμείνους
13
ποιοῦσιν ὁρίζουσαι καὶ μετροῦσαι τὰς ἐπιθυμίας καὶ ὅλως τὰ πάθη καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι τῷ ὅλως ἀμείνονι καὶ τῷ ὡρίσθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίστων ἔξω εἶναι τὸ μεμετρημένον: καὶ αὐταὶ ὁρισθεῖσαι ᾗ μέτρα γε ἐν ὕλῃ τῇ ψυχῇ ὡμοίωνται τῷ ἐκεῖ μέτρῳ καὶ ἔχουσιν ἴχνος τοῦ ἐκεῖ ἀρίστου. τὸ μὲν γὰρ πάντη ἄμετρον ὕλη ὂν πάντη ἀνωμοίωται: καθ̓ ὅσον δὲ μεταλαμβάνει εἴδους, κατὰ τοσοῦτον ὁμοιοῦται ἀνειδέῳ ἐκείνῳ ὄντι. μᾶλλον δὲ τὰ ἐγγὺς μεταλαμβάνει: ψυχὴ δὲ ἐγγυτέρω σώματος καὶ συγγενέστερον ταύτῃ καὶ πλέον μεταλαμβάνει, ὥστε καὶ ἐξαπατᾶν θεὸς φαντασθεῖσα, μὴ τὸ πᾶν θεοῦ τοῦτο ᾖ. οὕτω μὲν οὖν αὗται ὁμοιοῦνται.

ἀλλ̓ ἐπεὶ τὴν ὁμοίωσιν ἄλλην ὑποφαίνει ὡς τῆς μείζονος ἀρετῆς οὖσαν, περὶ ἐκείνης λεκτέον: ἐν ᾧ καὶ σαφέστερον ἔσται μᾶλλον καὶ τῆς πολιτικῆς ἡ οὐσία, καὶ ἥτις ἡ μείζων κατὰ τὴν οὐσίαν, καὶ ὅλως, ὅτι ἔστι παρὰ τὴν πολιτικὴν ἑτέρα. λέγων δὴ ὁ Πλάτων τὴν ὁμοίωσιν τὴν πρὸς θεὸν φυγὴν τῶν ἐντεῦθεν εἶναι, καὶ ταῖς ἀρεταῖς ταῖς ἐν πολιτείᾳ οὐ τὸ ἁπλῶς διδούς, ἀλλὰ προστιθεὶς πολιτικάς γε, καὶ ἀλλαχοῦ καθάρσεις λέγων ἁπάσας δῆλός τέ ἐστι διττὰς τιθεὶς καὶ τὴν ὁμοίωσιν οὐ κατὰ τὴν πολιτικὴν τιθείς. πῶς οὖν λέγομεν ταύτας καθάρσεις καὶ πῶς καθαρθέντες μάλιστα ὁμοιούμεθα; ἢ

1.53
ἐπειδὴ κακὴ μέν ἐστιν ἡ ψυχὴ συμπεφυρμένη τῷ σώματι καὶ ὁμοπαθὴς γινομένη αὐτῷ καὶ πάντα συνδοξάζουσα, εἴη ἂν ἀγαθὴ καὶ ἀρετὴν ἔχουσα, εἰ μήτε συνδοξάζοι, ἀλλὰ μόνη ἐνεργοῖ: ὅπερ ἐστὶ νοεῖν τε καὶ φρονεῖν: μήτε ὁμοπαθὴς εἴη: ὅπερ ἐστὶ σωφρονεῖν: μήτε φοβοῖτο ἀφισταμένη τοῦ σώματος: ὅπερ ἐστὶν ἀνδρίζεσθαι: ἡγοῖτο δὲ λόγος καὶ νοῦς, τὰ δὲ μὴ ἀντιτείνοι: δικαιοσύνη δ̓ ἂν εἴη τοῦτο. τὴν δὴ τοιαύτην διάθεσιν τῆς ψυχῆς, καθ̓ ἣν νοεῖ τε καὶ ἀπαθὴς οὕτως ἐστίν, εἴ τις ὁμοίωσιν λέγοι πρὸς θεόν, οὐκ ἂν ἁμαρτάνοι: καθαρὸν γὰρ καὶ τὸ θεῖον καὶ ἡ ἐνέργεια τοιαύτη, ὡς τὸ μιμούμενον ἔχειν φρόνησιν. τί οὖν; οὐ κἀκεῖνο οὕτως διάκειται; ἢ οὐ διάκειται, ψυχῆς δὲ ἡ διάθεσις. νοεῖ τε ἡ ψυχὴ ἄλλως: τῶν δὲ ἐκεῖ τὸ μὲν ἑτέρως, τὸ δὲ οὐδὲ ὅλως. πάλιν οὖν τὸ νοεῖν ὁμώνυμον; οὐδαμῶς: ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ παῤ ἐκείνου ἑτέρως. ὡς γὰρ ὁ ἐν φωνῇ λόγος μίμημα τοῦ ἐν ψυχῇ, οὕτω καὶ ὁ ἐν ψυχῇ μίμημα τοῦ ἐν ἑτέρῳ. ὡς οὖν μεμιμημένος ὁ ἐν προφορᾷ πρὸς τὸν ἐν ψυχῇ, οὕτως καὶ ὁ ἐν ψυχῇ ἑρμηνεὺς ὢν ἐκείνου πρὸς τὸ πρὸ αὐτοῦ. ἡ δὴ ἀρετὴ ψυχῆς: νοῦ δὲ οὐκ ἔστιν οὐδὲ τοῦ ἐπέκεινα.

ζητητέον δέ, εἰ ἡ κάθαρσις ταὐτὸν τῇ τοιαύτῃ ἀρετῇ, ἢ προηγεῖται μὲν ἡ κάθαρσις, ἕπεται δὲ ἡ ἀρετή, καὶ πότερον ἐν τῷ καθαίρεσθαι ἡ ἀρετὴ ἢ ἐν τῷ κεκαθάρθαι. ἡ γοῦν ἐν τῷ καθαίρεσθαι ἀτελεστέρα τῆς ἐν τῷ κεκαθάρθαι, τὸ γὰρ κεναθάρθαι οἷον τέλος ἤδη. ἀλλὰ τὸ κεκαθάρθαι ἀφαίρεσις ἀλλοτρίου παντός, τὸ δὲ ἀγαθὸν ἕτερον

14
αὐτοῦ. ἤ, εἰ πρὸ τῆς καθάρσεως ἀγαθὸν ἦν, ἡ κάθαρσις ἀρκεῖ; ἀλλ̓ ἀρκέσει μὲν ἡ κάθαρσις, τό
1.54
δὲ καταλειπόμενον ἔσται τὸ ἀγαθόν, οὐχ ἡ κάθαρσις. καὶ τί τὸ καταλειπόμενόν ἐστι ζητητέον: ἴσως γὰρ οὐδὲ τὸ ἀγαθὸν ἦν ἡ φύσις ἡ καταλειπομένη: οὐ γὰρ ἂν ἐγένετο ἐν κακῷ. ἆῤ οὖν ἀγαθοειδῆ λεκτέον; ἢ οὐχ ἱκανὴν πρὸς τὸ μένειν ἐν τῷ ὄντως ἀγαθῷ: πέφυκε γὰρ ἐπ̓ ἄμφω. τὸ οὖν ἀγαθὸν αὐτῆς τὸ συνεῖναι τῷ συγγενεῖ, τὸ δὲ κακὸν τὸ τοῖς ἐναντίοις. δεῖ οὖν καθηραμένην συνεῖναι. συνέσται δὲ ἐπιστραφεῖσα. ἆῤ οὖν μετὰ τὴν κάθαρσιν ἐπιστρέφεται; ἢ μετὰ τὴν κάθαρσιν ἐπέστραπται. τοῦτο οὖν ἡ ἀρετὴ αὐτῆς; ἢ τὸ γινόμενον αὐτῇ ἐκ τῆς ἐπιστροφῆς. τί οὖν τοῦτο; θέα καὶ τύπος τοῦ ὀφθέντος ἐντεθεὶς καὶ ἐνεργῶν, ὡς ἡ ὄψις περὶ τὸ ὁρώμενον. οὐκ ἄρα εἶχεν αὐτὰ οὐδ̓ ἀναμιμνήσκεται; ἢ εἶχεν οὐκ ἐνεργοῦντα, ἀλλὰ ἀποκείμενα ἀφώτιστα. ἵνα δὲ φωτισθῇ καὶ τότε γνῶ αὐτὰ ἐνόντα, δεῖ προσβαλεῖν τῷ φωτίζοντι. εἶχε δὲ οὐκ αὐτά, ἀλλὰ τύπους: δεῖ οὖν τὸν τύπον τοῖς ἀληθινοῖς, ὧν καὶ οἱ τύποι, ἐφαρμόσαι. τάχα δὲ καὶ οὕτω λέγεται ἔχειν, ὅτι ὁ νοῦς οὐκ ἀλλότριος καὶ μάλιστα δὲ οὐκ ἀλλότριος, ὅταν πρὸς αὐτὸν βλέπῃ: εἰ δὲ μή, καὶ παρὼν ἀλλότριος. ἐπεὶ καὶ αἱ ἐπιστῆμαι, ἐὰν μηδ̓ ὅλως ἐνεργῶμεν κατ̓ αὐτάς, ἀλλότριαι.

ἀλλ̓ ἐπὶ πόσον ἡ κάθαρσις λεκτέον: οὕτω γὰρ καὶ ἡ ὁμοίωσις τίνι φανερὰ καὶ ἡ ταυτότης τίνι θεῷ. τοῦτο δέ ἐστι μάλιστα ζητεῖν θυμὸν πῶς καθαίρει καὶ ἐπιθυμίαν καὶ τἆλλα πάντα, λύπην καὶ τὰ συγγενῆ, καὶ τὸ χωρίζειν ἀπὸ σώματος ἐπὶ πόσον δυνατόν. ἀπὸ μὲν δὴ σώματος ἴσως μὲν καὶ τοῖς οἷον τόποις συνάγουσαν ἑαυτήν, πάντως γε μὴν ἀπαθῶς ἔχουσαν καὶ τὰς ἀναγκαίας τῶν

1.55
ἡδονῶν καὶ τὰς αἰσθήσεις. μόνον ποιουμένην ἰατρεύσεις καὶ ἀπαλλαγὰς πόνων, ἵνα μὴ ἐνοχλοῖτο, τὰς δὲ ἀλγηδόνας ἀφαιροῦσαν καί, εἰ μὴ οἷόν τε, πρᾴως φέρουσαν καὶ ἐλάττους τιθεῖσαν τῷ μὴ συμπάσχειν: τὸν δὲ θυμὸν ὅσον οἷόν τε ἀφαιροῦσαν καί, εἰ δυνατόν, πάντη, εἰ δὲ μή, μὴ γοῦν αὐτὴν συνοργιζομένην, ἀλλ̓ ἄλλου εἶναι τὸ ἀπροαίρετον, τὸ δὲ ἀπροαίρετον ὀλίγον εἶναι καὶ ἀσθενές: τὸν δὲ φόβον πάντη — περὶ οὐδενὸς γὰρ φοβήσεται: τὸ δὲ ἀπροαίρετον καὶ ἐνταῦθα — πλήν γε ἐν νουθετήσει. ἐπιθυμία δὲ ὅτι μὲν μηδενὸς φαύλου, δῆλον: σίτων δὲ καὶ ποτῶν πρὸς ἄνεσιν οὐκ αὐτὴ ἕξει: οὐδὲ τῶν ἀφροδισίων δέ: εἴ δ̓ ἄρα, φυσικῶν, οἶμαι, καὶ οὐδὲ τὸ ἀπροαίρετον ἐχόντων: εἴ δ̓ ἄρα, ὅσον μέχρι φαντασίας προπετοῦς καὶ ταύτης. ὅλως δὲ αὐτὴ μὲν πάντως τούτων καθαρὰ ἔσται καὶ τὸ ἄλογον δὲ βουλήσεται καὶ αὐτὸ καθαρὸν ποιῆσαι, ὥστε μηδὲ πλήττεσθαι: εἰ δ̓ ἄρα, μὴ σφόδρα, ἀλλ̓ ὀλίγας τὰς πληγὰς αὐτοῦ εἶναι καὶ εὐθὺς λυομένας τῇ γειτονήσει: ὥσπερ εἴ τις σοφῷ γειτονῶν ἀπολαύοι τῆς τοῦ σοφοῦ γειτνιάσεως
15
ἢ ὅμοιος γινόμενος ἢ αἰδούμενος, ὡς μηδὲν τολμᾶν ποιεῖν ὧν ὁ ἀγαθὸς οὐ θέλει. οὔκουν ἔσται μάχη: ἀρκεῖ γὰρ παρὼν ὁ λόγος, ὃν τὸ χεῖρον αἰδέσεται, ὥστε καὶ αὐτὸ τὸ χεῖρον δυσχερᾶναι, ἐάν τι ὅλως κινηθῇ, ὅτι: μὴ ἡσυχίαν ἦγε παρόντος τοῦ δεσπότου καὶ ἀσθένειαν ἑαυτῷ ἐπιτιμῆσαι.

ἔστι μὲν οὖν οὐδὲν τῶν τοιούτων ἁμαρτία, ἀλλὰ κατόρθωσις ἀνθρώπῳ: ἀλλ̓ ἡ σπουδὴ οὐκ ἔξω ἁμαρτίας εἶναι, ἀλλὰ θεὸν εἶναι. εἰ μὲν οὖν τι τῶν τοιούτων ἀπροαίρετον γίγνοιτο, θεὸς ἂν εἴη ὁ τοιοῦτος καὶ δαίμων διπλοῦς ὤν, μᾶλλον δὲ ἔχων σὺν αὑτῷ ἄλλον ἄλλην ἀρετὴν ἔχοντα: εἰ δὲ μηδέν,

1.56
θεὸς μόνον: θεὸς δὲ τῶν ἑπομένων τῷ πρώτῳ. αὐτὸς μὲν γάρ ἐστιν ὃς ἦλθεν ἐκεῖθεν καὶ τὸ καθ̓ αὑτόν, εἰ γένοιτο οἷος ἦλθεν, ἐκεῖ ἐστι: νῷ δὲ συνῳκίσθη ἐνθάδε ἥκων καὶ τοῦτον αὑτῷ ὁμοιώσει κατὰ τὴν δύναμιν τὴν ἐκείνου, ὥστε, εἰ δυνατόν, ἄπληκτον εἶναι ἢ ἄπρακτόν γε τῶν μὴ δοκούντων τῷ δεσπότῃ. τίς οὖν ἑκάστη ἀρετὴ τῷ τοιούτῳ; ἢ σοφία μὲν καὶ φρόνησις ἐν θεωρίᾳ ὧν νοῦς ἔχει: νοῦς δὲ τῇ ἐπαφῇ. διττὴ δὴ ἑκατέρα, ἡ μὲν ἐν νῷ οὖσα, ἡ δὲ ἐν ψυχῇ. κἀκεῖ μὲν οὐκ ἀρετή, ἐν δὲ ψυχῇ ἀρετή. ἐκεῖ οὖν τί; ἐνέργεια αὐτοῦ καὶ ὅ ἐστιν: ἐνταῦθα δὲ τὸ ἐν ἄλλῳ ἐκεῖθεν ἀρετή. οὐδὲ γὰρ αὐτοδικαιοσύνη καὶ ἑκάστη ἀρετή, ἀλλ̓ οἷον παράδειγμα: τὸ δὲ ἀπ̓ αὐτῆς ἐν ψυχῇ ἀρετή. τινὸς γὰρ ἡ ἀρετή: αὐτὸ δὲ ἕκαστον αὑτοῦ, οὐχὶ δ̓ ἄλλου τινός. δικαιοσύνη δὲ εἴπερ οἰκειοπραγία, ἆρα ἀεὶ ἐν πλήθει μερῶν; ἢ ἡ μὲν ἐν πλήθει, ὅταν πολλὰ ᾖ τὰ μέρη, ἡ δὲ ὅλως οἰκειοπραγία, κἂν ἑνὸς ᾖ. ἡ γοῦν ἀληθὴς αὐτοδικαιοσύνη ἑνὸς πρὸς αὑτό, ἐν ᾧ οὐκ ἄλλο, τὸ δὲ ἄλλο: ὥστε καὶ τῇ ψυχῇ δικαιοσύνη ἡ μείζων τὸ πρὸς νοῦν ἐνεργεῖν, τὸ δὲ σωφρονεῖν ἡ εἴσω πρὸς νοῦν στροφή, ἡ δὲ ἀνδρεία ἀπάθεια καθ̓ ὁμοίωσιν τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν: αὐτὴ δὲ ἐξ ἀρετῆς, ἵνα μὴ συμπαθῇ τῷ χείρονι συνοίκῳ.

ἀντακολουθοῦσι τοίνυν ἀλλήλαις καὶ αὗται αἱ ἀρεταὶ ἐν ψυχῇ, ὥσπερ κἀκεῖ τὰ πρὸ τῆς ἀρετῆς ἐν νῷ ὥσπερ παραδείγματα. καὶ γὰρ ἡ νόησις ἐκεῖ ἐπιστήμη καὶ σοφία, τὸ δὲ πρὸς αὑτὸν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ οἰκειοπραγία, τὸ δὲ οἷον ἀνδρεία ἡ ταυτότης καὶ τὸ ἐφ̓ αὑτοῦ μένειν καθαρόν. ἐν ψυχῇ τοίνυν πρὸς νοῦν ἡ ὅρασις σοφία καὶ φρόνησις,

1.57
ἀρεταὶ αὐτῆς: οὐ γὰρ αὐτὴ ταῦτα, ὥσπερ ἐκεῖ. καὶ τὰ ἄλλα ὡσαύτως ἀκολουθεῖ: καὶ τῇ καθάρσει δέ, εἴπερ πᾶσαι καθάρσεις κατὰ τὸ κεκαθάρθαι, ἀνάγκη πάσας ἢ οὐδὲ μία τελεία. καὶ ὁ μὲν ἔχων τὰς μείζους καὶ τὰς ἐλάττους ἐξ ἀνάγκης δυνάμει, ὁ δὲ τὰς ἐλάττους οὐκ ἀναγκαίως ἔχει ἐκείνας.
16
ὁ μὲν δὴ προηγούμενος τοῦ σπουδαίου βίος οὗτος: πότερα δὲ ἐνεργείᾳ ἔχει καὶ τὰς ἐλάττους ἢ τὰς μείζους ἢ ἄλλον τρόπον, σκεπτέον καθ̓ ἑκάστην: οἷον φρόνησιν: εἰ γὰρ ἄλλαις ἀρχαῖς χρήσεται, πῶς ἔτι ἐκείνη μένει κἂν εἰ μὴ ἐνεργοῦσα; καὶ εἰ ἡ μὲν φύσει τοσόνδε, ἡ δὲ τοσόνδε, καὶ ἡ σωφροσύνη ἐκεῖνα μετροῦσα, ἡ δὲ ὅλως ἀναιροῦσα; ταὐτὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅλως τῆς φρονήσεως κινηθείσης. ἢ εἰδήσει γε αὐτὰς καὶ ὅσον παῤ αὐτῶν ἕξει: τάχα δέ ποτε περιστατικῶς ἐνεργήσει κατά τινας αὐτῶν. ἐπὶ μείζους δὲ ἀρχὰς ἥκων καὶ ἄλλα μέτρα κατ̓ ἐκεῖνα πράξει: οἷον τὸ σωφρονεῖν οὐκ ἐν μέτρῳ ἐκείνῳ τιθείς, ἀλλ̓ ὅλως κατὰ τὸ δυνατὸν χωρίζων καὶ ὅλως ζῶν οὐχὶ τὸν ἀνθρώπου βίον τὸν τοῦ ἀγαθοῦ, ὃν ἀξιοῖ ἡ πολιτικὴ ἀρετὴ διαζῆν, ἀλλὰ τοῦτον μὲν καταλιπών, ἕτερον δὲ ἀλλαξάμενος τὸν τῶν θεῶν: πρὸς γὰρ τούτους αὐτῷ, οὐ πρὸς ἀνθρώπους ἀγαθοὺς ἡ ὁμοίωσις. ὁμοίωσις δὲ ἡ μὲν πρὸς τούτους, ὡς εἰκὼν εἰκόνι ὡμοίωται ἀπὸ τοῦ αὐτοῦ ἑκατέρα. ἡ δὲ πρὸς ἄλλον ὡς πρὸς παράδειγμα.