Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Αἰγυπτίων δέ εἰσιν αἱ ἐπ᾿ ἀκριβὲς χρόνων ἀναγραφαί· καὶ τῶν κατ᾿ αὐτοὺς πραγμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. Οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατ᾿ Ἄμωσιν βασιλέα Αἰγύπτου γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν, εἰς ἅπερ ἦλθον χωρία, Μωυσέως ἡγουμένου. Λέγει δὲ οὕτως· Ὁ δὲ Ἄμωσις ἐγένετο κατ᾿ Ἴναχον βασιλέα. Μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ ὅτι Κατέσκαψε τὴν Αὔαριν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.

v.2.p.148
Ὁ δὲ ἀπ᾿ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. Καὶ τὰ τῆς ἀποδείξεως ἔχει τοῦτον τὸν τρόπον.