Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Πλὴν Ὅμηρος ἔστω μὴ ὕστερον τῶν Ἰλιακῶν, ἀλλὰ κατ᾿ ἐκεῖνον αὐτὸν ὑπειλήφθω τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ τὸν Ἀγαμέμνονα συστρατεύεσθαι, καὶ εἰ βούλεταί τις πρὶν καὶ τῶν στοιχείων γεγονέναι τὴν εὕρεσιν. Φανήσεται γὰρ ὁ προειρημένος Μωυσῆς αὐτῆς μὲν τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι γεγονώς, τῆς δὲ Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ Δαρδάνου λίαν ἀρχαιότερος. Ἀποδείξεως δὲ ἕνεκεν μάρτυσι χρήσομαι Χαλδαίοις, Φοίνιξιν, Αἰγυπτίοις. Καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν ἐπαγελλόμενον συντομωτέρας ποιεῖσθαι τὰς περὶ τῶν πραγμάτων πρὸς τοὺς ἀκούοντας διηγήσεις.Βηρωσὸς ἀνὴρ Βαβυλώνιος,

v.2.p.142
ἱερεὺς τοῦ παρ᾿ αὐτοῖς Βήλου, κατ᾿ Ἀλέξανδρον γεγονώς, Ἀντιόχῳ τῷ μετ᾿ αὐτὸν τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκθέμενος, ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, τοῦ στρατεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους· ἅτινα διὰ τῶν καθ᾿ ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μωυσέως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα. Βηρωσὸς δέ ἐστιν ἀνὴρ ἱκανώτατος· καὶ τούτου τεκμήριον Ἰόβας, ὅς, Περὶ Ἀσσυρίων γράφων, παρὰ Βηρωσοῦ φησι
v.2.p.144
μεμαθηκέναι τὴν ἱστορίαν. Εἰσὶ δὲ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο.