Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Ταῦτα μὲν οὖν οὐ παρ᾿ ἄλλου μαθὼν ἐξεθέμην, πολλὴν ἐπιφοιτήσας γῆν, καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα, τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρήσας πολλαῖς, ἔσχατον δὲ

v.2.p.138
τῇ Ῥωμαίων ἐνδιατρίψας πόλει, καὶ τὰς ἀφ᾿ ὑμῶν ὡς αὐτοὺς ἀνακομισθείσας ἀνδριάντων ποικιλίας καταμαθών· οὐ γάρ, ὡς ἔθος ἐστὶν τοῖς πολλοῖς, ἀλλοτρίαις δόξαις τἀμαυτοῦ κρατύνειν πειρῶμαι, πάντων δὲ ὧν ἀποποιήσομαι αὐτὸς τὴν κατάληψιν τούτων καὶ τὴν ἀναγραφὴν συντάττειν βούλομαι. Διόπερ χαίρειν εἰπὼν καὶ τῇ Ῥωμαίων μεγαλαυχίᾳ καὶ τῇ Ἀθηναίων ψυχρολογίᾳ, δόγμασιν ἀσυναρτήτοις, τῆς καθ᾿ ἡμᾶς βαρβάρου φιλοσοφίας ἀντεποιησάμην· ἥτις ὅν τρόπον ἐστὶν τῶν παρ᾿ ὑμῖν ἐπιτηδευμάτων ἀρχαιοτέρα γράφειν μὲν ἀρξάμενος, διὰ δὲ τὸ κατεπεῖγον τῆς ἐξηγήσεως ὑπερθέμενος, νῦν ὅτε καιρὸς περὶ τῶν κατ᾿ αὐτὴν δογμάτων λέγειν πειράσομαι.Μὴ γὰρ δυσχεράνητε τὴν ἡμετέραν παιδείαν, μηδὲ φλυαρίαις καὶ βωμολοχίαις μεστὴν ἀντιλογίαν καθ᾿ ἡμῶν πραγματεύησθε, λέγοντες· Τατιανὸς ὑπὲρ τοὺς Ἕλληνας, ὑπὲρ τὸ ἄπειρον τῶν φιλοσοφησάντων πλῆθος, καινοτομεῖ τὰ βαρβάρων δόγματα. Τί γὰρ χαλεπὸν ἀνθρώπους πεφηνότας ἀμαθεῖς ὑπὸ ἀνθρώπου νῦν ὁμοιοπαθοῦς συνελέγχεσθαι; Τί δὲ καὶ ἄτοπον κατὰ τὸν οἰκεῖον ὑμῖν σοφιστὴν γηράσκειν ἀεὶ πάντα διδασκομένους;

v.2.p.140