Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Πάνυ γοῦν σεμνὸς καὶ ὁ τύραννος Φάλαρις, ὅς, τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας, διὰ τῆς Πολυστράτου τοῦ Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις ἀνὴρ θαυμαστὸς δείκνυται·

v.2.p.134
καὶ οἱ μὲν Ἀκραγαντῖνοι βλέπειν αὐτοῦ τὸ πρόσωπον τὸ προειρημένον διὰ τὴν ἀνθρωποφαγίαν ἐδεδίεσαν, οἷς δὲ μέλον ἐστὶ παιδείας αὐχοῦσιν ὅτι δι᾿ εἰκόνος αὐτὸν θεωροῦσι. Πῶς γὰρ οὐ χαλεπὸν ἀδελφοκτονίαν παρ᾿ ὑμῖν τετιμῆσθαι, οἱ Πολυνείκους καὶ Ἐτεοκλέους ὁρῶντες τὰ σχήματα, καὶ μὴ σὺν τῷ ποιήσαντι Πυθαγόρᾳ καταβοθρώσαντες; Ἐναπόλλυτε τῆς κακίας τὰ ὑπομνήματα. Τί μοι διὰ τὸν Περικλύμενον γύναιον, ὅπερ ἐκύησε τριάκοντα παῖδας, ὡς θαυμαστὸν ἡγεῖσθαι καὶ κατανοεῖν ποίημα; Πολλῆς γὰρ ἀκρασίας ἀπενεγκαμένῃ τὰ ἀκροθίνια βδελύττεσθαι καλὸν ἦν, τῇ κατὰ Ῥωμαίους συῒ παρεικαζομένῃ, ἥτις καὶ αὐτὴ διὰ τὸ ὅμοιον μυστικωτέρας, ὥς φασιν, ἠξίωται θεραπείας. Ἐμοίχευσε δὲ Ἄρης τὴν Ἀφροδίτην, καὶ τὴν ἀπ᾿ αὐτῶν Ἁρμονίαν Ἄνδρων ὑμῖν κατεσκεύασε. Λήρους καὶ φλυαρίας Σώφρων διὰ συνταγμάτων παραδοὺς ἐνδοξότερος χάριν τῆς χαλκευτικῆς, ἥ μέχρι νῦν ἔστι. Καὶ τὸν ψευδολόγον Αἴσωπον ἀείμνηστον οὐ μόνον τὰ μυθολογήματα ἀλλὰ καὶ ἡ κατὰ τὸν Ἀριστόδημον πλαστικὴ περισπούδαστον ἀπέδειξεν. Εἶτα πῶς οὐκ αἰδεῖσθε, τοσαύτας μὲν ἔχοντες ποιητρίας οὐκ ἐπί τι χρήσιμον, πόρνας δὲ ἀπείρους καὶ μοχθηροὺς ἄνδρας, τῶν παρ᾿ ἡμῖν γυναικῶν διαβάλλοντες τὴν σεμνότητα; Τί μοι σπουδαῖον μανθάνειν Εὐάνθην ἐν Περιπάτῳ τεκεῖν, καὶ πρὸς τὴν Καλλιστράτου
v.2.p.136
κεχηνέναι τέχνην, καὶ πρὸς τῇ Καλλιάδου Νεαίρᾳ παρέχειν τοὺς ὀφθαλμούς; Ἑταίρα γὰρ ἦν. Λαῒς ἐπόρνευσε, καὶ ὁ Τοῦρνος αὐτὴν ὑπόμνημα τῆς πορνείας ἐποίησεν. Διὰ τί τὴν Ἡφαιστίωνος οὐκ αἰδεῖσθε πορνείαν, καὶ εἰ πάνυ Φίλων αὐτὸν ἐντέχνως ποιεῖ; Τίνος δὲ χάριν διὰ Λεωχάρους Γανυμήδη τὸν ἀνδρόγυνον, ὣς τι σπουδαῖον ἔχοντες κτῆμα, τετιμήκατε; Καὶ σπιλούμενόν τι γύναιον Πραξιτέλης ἐδημιούργησεν. Ἐχρῆν δὲ πᾶν τὸ τοιοῦτον παραιτησαμένους τὸ κατὰ ἀλήθειαν σπουδαῖον ζητεῖν, καὶ μηδὲ Φιλαινίδος μηδὲ Ἐλεφαντίδος τῶν ἀῤῥήτων ἐπινοιῶν ἀντιποιουμένους τὴν ἡμετέραν πολιτείαν βδελύττεσθαι.