Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Διὰ τοῦτο προεθυμήθην ἀπὸ τῶν νομιζομένων παρ᾿ ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ ὑμέτερα ἔθη μανίας ἔχεται πολλῆς. Οἱ γὰρ ἐν γυναιξὶ καὶ μειρακίοις, παρθένοις τε καὶ πρεσβύταις φλυαρεῖν ἡμᾶς λέγοντες, καὶ διὰ τὸ μὴ σὺν ὑμῖν εἶναι χλευάζοντες, ἀκούσατε τῶν παρ᾿ Ἑλλήνων πραγμάτων τὸν λῆρον. Ληραίνει γὰρ διὰ δόξης μᾶλλον πολλῆς τῶν παρ᾿ ὑμῖν θεῶν τὰ ἐπιτηδεύματα, καὶ

v.2.p.130
διὰ τῆς γυναικωνίτιδος ἀσχημονεῖτε. Πράξιλλαν μὲν γὰρ Λύσιππος ἐχαλκούργησεν, μηδὲν εἰποῦσαν διὰ τῶν ποιημάτων χρήσιμον, Λεαρχίδα δὲ Μενέστρατος, Σιλανίων δὲ Σαπφὼ τὴν ἑταίραν, Ἤρινναν τὴν Λεσβίαν Ναυκύδης, Βοΐσκος Μυρτίδα, Μυρὼ τὴν Βυζαντίαν Κηφισόδοτος, Γόμφος Πραξιγορίδα καὶ Ἀμφίστρατος Κλειτώ. Τί γὰρ μοι περὶ Ἀνύτης λέγειν, Τελεσίλλης τε καὶ Μυστίδος; Τῆς μὲν γὰρ Εὐθυκράτης τε καὶ Κηφισόδοτος, τῆς δὲ Νικήρατος, τῆς δὲ Ἀριστόδοτός εἰσιν οἱ δημιουργοί· Μνησιαρχίδος τῆς Ἐφεσίας Εὐθυκράτης, Κορίννης Σιλανίων, Θαλαρχίδος τῆς Ἀργείας Εὐθυκράτης. Ταύτας δὲ εἰπεῖν προυθυμήθην, ἵνα μηδὲ παρ᾿ ἡμῖν ξένον τι πράττεσθαι νομίζητε, καὶ συγκρίναντες τὰ ὑπ᾿ ὄψιν ἐπιτηδεύματα μὴ χλευάζητε τὰς παρ᾿ ἡμῖν φιλοσοφούσας.Καὶ ἡ μὲν Σαπφὼ γύναιον πορνικὸν ἐρωτομανές, καὶ τὴν ἑαυτῆς ἀσέλγειαν ᾄδει· πᾶσαι δὲ αἱ παρ᾿ ἡμῖν σωφρονοῦσι, καὶ περὶ τὰς ἠλακάτας αἱ παρθένοι τὰ κατὰ θεὸν λαλοῦσιν ἐκφωνήματα τῆς παρ᾿ ὑμῖν παιδὸς σπουδαιότερον. Τούτου χάριν αἰδέσθητε, μαθηταὶ μὲν ὑμεῖς τῶν γυναίων εὑρισκόμενοι, τὰς δὲ σὺν ἡμῖν πολιτευομένας σὺν τῇ μετ᾿ αὐτῶν πανηγύρει χλευάζοντες. Τί γὰρ ὑμῖν
v.2.p.132
ἡ Γλαυκίππη σεμνὸν εἰσηγήσατο παιδίον, ἥτις τεράστιον ἐγέννησεν, καθὼς δείκνυσιν αὐτῆς ἡ εἰκών, Νικηράτου τοῦ Εὐκτήμονος Ἀθηναίου τὸ γένος χαλκεύσαντος; Εἰ γὰρ ἐκύησεν ἐλέφαντα, τί τὸ αἴτιον τοῦ δημοσίας ἀπολαύσαι τιμῆς τὴν Γλαυκίππην; Φρύνην τε τὴν ἑταίραν ὑμῖν Πραξιτέλης καὶ Ἡρόδοτος πεποιήκασι, καὶ Παντευχίδα συλλαμβάνουσαν ἐκ φθορέως Εὐθυκράτης ἐχαλκούργησεν. Βησαντίδα, τὴν Παιόνων βασίλισσαν, ὅτι παιδίον μέλαν ἐκύησε, Δεινομένης διὰ τῆς ἑαυτοῦ τέχνης μνημονεύεσθαι παρεσκεύασεν. Ἐγὼ καὶ Πυθαγόρου κατέγνωκα, τὴν Εὐρώπην ἐπὶ τοῦ ταύρου καθιδρύσαντος, καὶ ὑμῶν, οἵτινες τοῦ Διὸς τὸν κατήγορον διὰ τὴν ἐκείνου τέχνην τετιμήκατε. Γελῶ καὶ τὴν Μύρωνος ἐπιστήμην ποιήσαντος μόσχον, ἐπὶ δὲ αὐτοῦ Νίκην, ὅτι τὴν Ἀγήνορος ἁρπάσας θυγατέρα μοιχείας καὶ ἀκρασίας βραβεῖον ἀπηνέγκατο. Τὴν Γλυκέραν τὴν ἑταίραν καὶ Ἀργείαν τὴν ψάλτριαν ὁ Ὀλύνθιος Ἡρόδοτος κατεσκεύασεν. Βρύαξις Πασιφάην ἔστησεν, ἧς τὴν ἀσέλγειαν μνημονεύσαντες μονονουχὶ καὶ τὰς γυναῖκας τὰς νῦν τοιαύτας εἶναι προῄρησθε. Μελανίππη τις ἦν σοφή· διὰ τοῦτο ταύτην ὁ Λυσίστρατος ἐδημιούργησεν. Ἦ ὑμεῖς δὲ εἶναι παρ᾿ ἡμῖν σοφὰς οὐ πεπιστεύκατε.