Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Παρ᾿ ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστι, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. Λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι, καὶ πειθόμενοι θεοῦ παραγγέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ κείμενον ἀνθρωπίνῃ παραιτούμεθα. Φιλοσοφοῦσί τε οὐ μόνον οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας ἀπολαύουσι· τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερπαίει τὴν ἀμοιβήν. Τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας οὕτως προσιέμεθα, κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε ἁπαξαπλῶς ἡλικία παρ᾿ ἡμῖν τυγχάνει τιμῆς· τὰ δὲ τῆς ἀσελγείας πόῤῥω κεχώρισται. Καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμεθα. Τὰ δὲ τῆς ὑμετέρας περὶ τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν εἰ λαμβάνοι περιγραφήν· εἰ δ᾿ οὐ, τὰ ἡμέτερα ἔστω θεοῦ γνώμῃ βεβαιούμενα. Γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. Πῶς γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ᾿ ὑμᾶς, τῶν ἵππων τὰς παρηορίας βραδέως ἀποτέμνοντα διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς ἡλικίας, θαυμάζεσθαι πειρώμενον ἐπ᾿ ἴσης τοῖς νέοις πολεμεῖν, τοὺς δὲ παρ᾿ ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ πραγματευομένους γελᾶσθαι; Τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων

v.2.p.128
ὑμῶν γεγονέναι, τὰς δὲ παρ᾿ ἡμῖν παρθένους λοιδορούντων; Μειράκιον ἦν ὁ Ἀχιλλεύς, καὶ γενναῖος εἷναι πεπίστευται σφόδρα· καὶ ὁ Νεοπτόλεμος νεώτερος, ἀλλὰ ἱσχυρὸς ἦν· Φιλοκτήτης ἀσθενής, ἀλλ᾿ ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. Ὁ Θερσίτης ὁποῖος ἦν; Ἀλλ᾿ ἐστρατήγει· τὸ δ᾿ ἀμετροεπὲς εἰ μὴ προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς φοξὸς καὶ ψεδνὸς διεβάλλετο.Πάντες οἱ βουλόμενοι φιλοσοφεῖν παρ᾿ ἡμῖν ἄνθρωποι οὐ τὸ ὁρώμενον δοκιμάζομεν, οὐδὲ τοὺς προσιόντας ἡμῖν ἀπὸ σχήματος κρίνομεν· τὸ γὰρ τῆς γνώμης ἐῤῥωμένον παρὰ πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα, κἂν ἀσθενεῖς ὦσι τοῖς σώμασι. Τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς.