Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Τὸν γὰρ Ἡράκλειτον οὐκ ἄν ἀποδεξαίμην, ἐμαυτὸν ἐδιζησάμην εἰπόντα, διὰ τὸ αὐτοδίδακτον εἶναι καὶ ὑπερήφανον. Οὔτ᾿ ἂν ἐπαινέσαιμι κατακρύψαντα τὴν ποίησιν ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ, μυστηριωδῶς ὅπως ὕστερον ἡ ταύτης ἔκδοσις γένηται· καὶ γὰρ οἷς μέλον ἐστὶ περὶ τούτων φασὶν Εὐριπίδην τὸν τραγῳδοποιόν, κατιόντα καὶ ἀναγινώσκοντα, διὰ μνήμης κατ᾿ ὀλίγον τὸ Ἡρακλείτου σκότος σπουδαίως παραδεδωκέναι. Τούτου μὲν οὖν τὴν ἀμαθίαν ὁ θάνατος διήλεγξεν· ὕδρωπι γὰρ συσχεθείς, καὶ τὴν ἰατρικὴν ὡς φιλοσοφίαν ἐπιτηδεύσας, βολβίτοις τε περιπλάσας ἑαυτόν, τῆς κόπρου κρατυνθείσης, συνολκάς τε τοῦ παντὸς ἀπεργασαμένης σώματος, σπασθεὶς ἐτελεύτησε.Τὸν γὰρ Ζήνωνα, διὰ τῆς ἐκπυρώσεως ἀποφαινόμενον ἀνίστασθαι πάλιν τοὺς αὐτοὺς ἐπὶ τοῖς αὐτοῖς, λέγω δὲ Ἄνυτον καὶ Μέλητον

v.2.p.14
ἐπὶ τῷ κατηγορεῖν, Βούσιριν δὲ ἐπὶ τῷ ξενοκτονεῖν, καὶ Ἡρακλέα πάλιν ἐπὶ τῷ ἀθλεῖν, παραιτητέον· ὅστις ἐν τῷ κατὰ τὴν ἐκπύρωσιν λόγῳ πλείονας τοὺς μοχθηροὺς τῶν δικαίων εἰσηγεῖται, Σωκράτους ἑνὸς καὶ Ἡρακλέους, καί τινων ἄλλων τοιούτων γεγονότων ὀλίγων καὶ οὐ κολλῶν. Οἱ γὰρ κακοὶ πάνυ πλείους εὑρεθήσονται τῶν ἀγαθῶν. Καὶ ὁ θεὸς κακῶν ἀποδειχθήσεται κατ᾿ αὐτὸν ποιητής, ἐν ἀμάραις τε καὶ σκώληξι καὶ ἀῤῥητουργοῖς καταγινόμενος. Ἐμπεδοκλέους γὰρ τὸ ἀλαζονικὸν αἱ κατὰ τὴν Σικελίαν τοῦ πυρὸς ἀναφυσήσεις ἀπέδειξαν, ὅτι μὴ θεὸς ὤν τοῦτο παρ᾿ ὀλίγον εἶναι κατεψεύδετο. Γελῶ καὶ τὴν Φερεκύδους γραολογίαν, καὶ τοῦ Πυθαγόρου τὴν περὶ τὸ δόγμα κληρονομίαν, καὶ τὴν τοῦ Πλάτωνος, κἄν τινες μὴ θέλωσι, τὴν περὶ τούτου μίμησιν. Τίς γὰρ ἂν ἐπιμαρτυρήσαι
v.2.p.16
τῇ Κράτητος κυνογαμίᾳ, καὶ οὐ μᾶλλον παραιτησάμενος τὴν ἔντυφον τῶν ὁμοίων αὐτῷ γλωττομανίαν ἐπὶ τὸ ζητεῖν τὸ κατ᾿ ἀλήθειαν σπουδαῖον τρέψεται; Διόπερ μὴ παρασυρέτωσαν ὑμᾶς αἱ τῶν φιλοσόφων καὶ οὐ φιλοσόφων πανηγύρεις, οἵτινες ἐναντία μὲν ἑαυτοῖς δογματίζουσιν· κατὰ δὲ τὸ ἐπελθὸν ἕκαστος ἐκπεφώνηκε.Πολλὰ δὲ καὶ παρ᾿ αὐτοῖς ἐστι προσκρούματα· μισεῖ μὲν γὰρ ἕτερος τὸν ἕτερον· ἀντιδοξοῦσιν δὲ ἑαυτοῖς, διὰ τὴν ἀλαζονείαν τόπους ἐπιλεγόμενοι τοὺς προὔχοντας. Ἐχρῆν δὲ μήτε βασιλέας προλήμματι θεραπεύειν ἢ κολακεύειν τοὺς ἡγουμένους, περιμένειν δὲ μέχρις ἂν πρὸς αὐτοὺς οἱ μεγιστᾶνες ἀφίκωνται.

v.2.p.18