Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Εἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον ὄνομα μὴ κολάζειν, πρὶν ἢ τἀληθὲς ἐπ᾿ ἀκριβείᾳ καταμανθάνειν, ἡμᾶς δὲ προλήμματι λοιδορίας ἀνεξετάστῳ μεμισηκέναι; Διαγόρας Ἀθηναῖος

v.2.p.110
ἦν, ἀλλὰ τοῦτον ἐξορχησάμενον τὰ παρ᾿ Ἀθηναίοις μυστήρια τετιμωρήκατε· καὶ τοῖς Φρυγίοις αὐτοῦ λόγοις ἐντυγχάνοντες ἡμᾶς μεμισήκατε. Λέοντος κεκτημένοι τὰ ὑπομνήματα πρὸς τοὺς ἀφ᾿ ἡμῶν ἐλέγχους δυσχεραίνετε· καὶ τὰς περὶ τῶν κατ᾿ Αἴγυπτον θεῶν δόξας Ἀπίωνος ἔχοντες παρ᾿ ἑαυτοῖς ὡς ἀθεωτάτους ἡμᾶς ἐκκηρύττετε. Τάφος τοῦ Ὀλυμπίου Διὸς καθ᾿ ὑμᾶς δείκνυται, κἂν ψεύδεσθαί τις τοὺς Κρῆτας λέγῃ. Τῶν πολλῶν θεῶν ἡ ὁμήγυρις οὐδέν ἐστι. Κἂν ὁ καταφρονῶν αὐτῶν Ἐπίκουρος δᾳδουχῇ, τοὺς ἄρχοντας οὐδὲν πλέον τοῦ θεοῦ κατάληψιν ἣν ἔχω περὶ τῶν ὅλων ταύτην οὐκ ἀποκρύπτομαι. Τί μοι συμβουλεύεις ψεύσασθαι τὴν πολιτείαν; Τί δὲ λέγων θανάτου καταφρονεῖν διὰ τέχνης φεύγειν αὐτὸν καταγγέλλεις; Ἐγὼ μὲν οὐκ ἔχω καρδίαν ἐλάφου· τὰ δὲ τῶν ὑμετέρων λόγων
v.2.p.112
ἐπιτηδεύματα κατὰ τὸν ἀμετροεπῆ Θερσίτην γίνεται.Πῶς πεισθήσομαι τῷ λέγοντι μύδρον τὸν ἥλιον καὶ τὴν σελήνην γῆν; Τὰ γὰρ τοιαῦτα λόγων ἐστὶν ἅμιλλα καὶ οὐκ ἀληθείας διακόσμησις. Ἢ πῶς οὐκ ἠλίθιον πείθεσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ᾿ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν, κατεληλυθέναι τε ἀπ᾿ αὐτῆς λέοντα τὸν ὑφ᾿ Ἡρακλέους φονευθέντα; Τί δ᾿ ἂν ὠφελήσειε λέξις Ἀττικὴ καὶ φιλοσόφων σωρεία καὶ συλλογισμῶν πιθανότητες καὶ μέτρα γῆς καὶ ἄστρων θέσεις καὶ ἡλίου δρόμοι; Τὸ γὰρ περὶ τοιαύτην ἀσχολεῖσθαι ζήτησιν νομοθετοῦντός ἐστιν ἔργον ἑαυτῷ τὰ δόγματα.