Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Τί μοι συμβάλλεται πρὸς ὠφέλειαν ὁ κατὰ τὸν Εὐριπίδην μαινόμενος καὶ τὴν Ἀλκμαίωνος μητροκτονίαν ἀπαγγέλλων, ᾧ μηδὲ τὸ οἰκεῖον πρόσεστι σχῆμα, κέχηνέ τε μέγα καὶ ξίφος περιφέρει καὶ κεκραγὼς πίμπραται καὶ φορέει στολὴν ἀπάνθρωπον; Ἐῤῥέτω καὶ τὰ Ἀκουσιλάου μυθολογήματα, καὶ Μένανδρος τῆς ἐκείνου γλώττης ὁ στιχοποιός. Τί μοι καὶ τεθηπέναι τὸν μυθικὸν αὐλητήν; Τί δέ μοι καὶ καὶ Ἀριστόξενον τὸν Θηβαῖον Ἀντιγενίδην πολυπραγμονεῖν; Παραχωροῦμεν ὑμῖν

v.2.p.102
τὰ μὴ ὠφέλιμα· καὶ ὑμεῖς ἢ πείσθητε τοῖς δόγμασι ἡμῶν, ἢ κατὰ τὸ ὅμοιον τῶν ὑμετέρων ἡμῖν ἐκχωρήσατε.