Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Εἶδον· ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους καὶ φορτίον τῶν ἐν αὐτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα καὶ στέφανοι πρόκεινται, παρακαλουμένων αὐτοὺς τῶν ἀγωνοθετῶν, οὐκ ἐπ᾿ ἀνδραγαθίᾳ, ὕβρεως δὲ καὶ στάσεως φιλονεικίᾳ, καὶ τὸν μᾶλλον πλήκτην στεφανούμενον. Καὶ ταῦτα μέν ἐστι τῶν κακῶν τὰ ἐλάττονα· τὰ δὲ μείζονα τίς οὐκ ἂν ἐξειπεῖν ὀκνήσειεν; Ἀργίαν τινὲς ἐπανῃρημένοι διὰ τὴν ἀσωτίαν ἑαυτοὺς εἰς τὸ φονευθῆναι πιπράσκουσι· καὶ πωλεῖ μὲν ἑαυτὸν ὁ πονῶν, ὁ δὲ πλουτῶν ὠνεῖται τοὺς φονεύοντας. Καὶ τούτοις οἱ

v.2.p.100
μαρτυροῦντες καθίζονται, μονομαχοῦσί τε οἱ πυκτεύοντες περὶ οὐδενός, καὶ ὁ βοηθήσων οὐ κάτεισιν. Ἆρα γε τὰ τοιαῦτα ὑφ᾿ ὑμῶν καλῶς ἐπιτελεῖται; Τὸ μὲν γὰρ στρατόπεδον τῶν μιαιφονούντων ὁ προὔχων ἐν ὑμῖν συναγείρει, λῃστοτροφεῖν ἐπαγγελλόμενος· οἱ δὲ λῃστεύοντες ἀπ᾿ αὐτοῦ προΐασι, καὶ πάντες ἐπὶ τὴν θέαν συνίετε κριταὶ γινόμενοι, τοῦτο μὲν πονηρίας ἀγωνοθέτου, τοῦτο δὲ καὶ αὐτῶν τῶν μονομαχούντων.Ὁ δὲ τῷ φόνῳ μὴ περιτυχὼν λυπεῖται, διότι μὴ κατεκρίθη πονηρῶν καὶ ἀθέων καὶ μιαρῶν ἔργων θεατὴς γενέσθαι. Θύετε ζῶα διὰ τὴν κρεωφαγίαν, καὶ ἀνθρώπους ὠνεῖσθε τῇ ψυχῇ τὴν ἀνθρωποφαγίαν παρεχόμενοι, τρέφοντες αὐτὴν αἱματεκχυσίαις ἀθεωτάταις. Ὁ μὲν οὖν λῃστεύων φονεύει χάριν τοῦ λαβεῖν, ὁ δὲ πλουτῶν μονομάχους ὠνεῖται χάριν τοῦ φονεύεσθαι.