Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Οἷα γάρ ἐστιν ὑμῶν καὶ τὰ διδάγματα; Τίς οὐκ ἂν χλευάσει τὰς δημοτελεῖς πανηγύρεις ὑμῶν, αἵ προφάσει πονηρῶν

v.2.p.96
δαιμόνων ἐπιτελούμεναι εἰς ἀδοξίαν τοὺς ἀνθρώπους περιτρέπουσιν; Εἶδόν τινα πολλάκις, καὶ ἰδὼν ἐθαύμασα, καὶ μετὰ τὸ θαυμάσαι κατεφρόνησα, πῶς ἔσωθεν μέν ἐστιν ἄλλος, ἔξωθεν δὲ ὅπερ οὐκ ἔστι ψεύδεται, ἁβρυνόμενον σφόδρα καὶ παντοίως διακλώμενον, καὶ τοῦτο μὲν τοῖς ὀφθαλμοῖς μαρμαρύττοντα, τοῦτο δὲ τὼ χεῖρε λυγιζόμενον, καὶ διὰ πηλίνης ὄψεως δαιμονῶντα, καὶ ποτὲ μὲν ὡς Ἀφροδίτην, ποτὲ δὲ ὡς Ἀπόλλωνα γινόμενον, ἕνα κατήγορον πάντων τῶν θεῶν, δεισιδαιμονίας ἐπιτομήν, διάβολον ἡρωϊκῶν πράξεων, φόνων ὑποκριτήν, μοιχείας ὑπομνηματιστήν, θησαυρὸν μανίας, κιναίδων παιδευτήν, καταδικαζομένων ἀφορμήν, καὶ τὸν τοιοῦτον ὑπὸ πάντων ἐπαινούμενον. Ἐγὼ δὲ αὐτὸν παρῃτησάμην πάντα ψευδόμενον, καὶ τὴν ἀθεότητα καὶ τὰ ἐπιτηδεύματα καὶ τὸν ἄνθρωπον.
v.2.p.98
Ὑμεῖς δὲ ὑπὸ τούτων συλαγωγεῖσθε, καὶ τοὺς μὴ κοινωνοῦντας ὑμῶν ταῖς πραγματείαις λοιδορεῖτε. Κεχηνέναι πολλῶν ᾀδόντων οὐ θέλω, καὶ τῷ νεύοντι καὶ κινουμένῳ παρὰ φύσιν οὐ βούλομαι συνδιατίθεσθαι. Τί θαυμαστὸν ἢ παρ᾿ ὑμῖν ἐξῃρημένον διαπράττεται; Ῥιναυλοῦσι τὰ αἰσχρά, κινοῦνται δὲ κινήσεις ἃς οὐκ ἐχρῆν, καὶ τοὺς ὅπως δεῖ μοιχεύειν ἐπὶ τῆς σκηνῆς σοφιστεύοντας αἱ θυγατέρες ὑμῶν καὶ οἱ παῖδες θεωροῦσι. Καλὰ παρ᾿ ὑμῖν τὰ ἀκροατήρια, κηρύττοντα πάνθ᾿ ἅπερ ἐν νυκτὶ μοχθηρῶς πραγματεύεται καὶ τέρποντα τοὺς ἀκροατὰς αἰσχρῶν λόγων ἐκφωνήμασι. Καλοὶ δέ εἰσιν ὑμῶν καὶ οἱ ποιηταὶ ψευδολόγοι, καὶ διὰ σχημάτων ἐξαπατῶντες τοὺς ἀκροωμένους.