Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Οὐ γὰρ μωραίνομεν, ἄνδρες Ἕλληνες, οὐδὲ λήρους ἀπαγγέλλομεν, θεὸν ἐν ἀνθρώπου μορφῇ γεγονέναι καταγγέλλοντες.

v.2.p.92
Οἱ λοιδοροῦντες ἡμᾶς συγκρίνατε τοὺς μύθους ὑμῶν τοῖς ἡμετέροις διηγήμασι. Δηΐφοβος, ὥς φασιν, ἦν ἡ Ἀθηνᾶ διὰ τὸν Ἕκτορα, καὶ χάριν Ἀδμήτου Φοῖβος ἀκειρεκόμης τὰς εἰλίποδας βοῦς ἐποίμαινε, καὶ πρεσβύτις ἀφικνεῖται πρὸς τὴν Σεμέλην ἡ τοῦ Διὸς γαμετή.Τοιαῦτα δὲ μελετῶντες πῶς ἡμᾶς διαγελᾶτε; Τέθνηκεν ὑμῶν ὁ Ἀσκληπιός, καὶ ὁ τὰς πεντήκοντα παρθένους μιᾷ νυκτὶ Θεσπιάσι διακορεύσας βορᾷ πυρὸς ἑαυτὸν παραδοὺς οἴχεται. Προμηθεὺς τῷ Καυκάσῳ προσαρτηθεὶς τιμωρίαν χάριν τῆς εἰς ἀνθρώπους εὐεργεσίας ὑπήνεγκεν. Φθονερὸς ὁ Ζεὺς καθ᾿ ὑμᾶς, καὶ κρύπτει τὸν ὄνειρον τοῖς ἀνθρώποις βουλόμενος ἀπόλλυσθαι. Διόπερ ἀποβλέψαντες πρὸς τὰ οἰκεῖα ἀπομνημονεύματα κἄν ὡς ὁμοίως μυθολογοῦντας ἀποδέξασθε. Καὶ ἡμεῖς μὲν οὐκ ἀφραίνομεν, φλήναφα δὲ τὰ ὑμέτερα. Γένεσιν ἄν λέγητε θεῶν, καὶ θνητοὺς αὐτοὺς ἀποφανεῖσθε. Διὰ τί γὰρ οὐ κύει νῦν ἡ Ἥρα; Πότερον γεγήρακεν, ἤ τοῦ μηνύσαντος ὑμῖν ἀπορεῖται; Πείσθητέ μοι νῦν, ὦ ἄνδρες Ἕλληνες, μηδὲ τοὺς μύθους μηδὲ τοὺς θεοὺς ὑμῶν ἀλληγορήσητε. Κἄν γὰρ τοῦτο πράττειν ἐπιχειρήσητε, θεότης ἡ καθ᾿ ὑμᾶς ἀνῄρηται καὶ ὑφ᾿ ὑμῶν· οἱ γὰρ τοιοῦτοι παρ᾿ ὑμῖν ὄντες οἱ δαίμονες, ὁποῖοι καὶ λέγονται, φαῦλοι τὸν τρόπον εἰσίν,
v.2.p.94
ἢ μεταγενόμενοι πρὸς τὸ φυσικώτερον οὔκ εἰσιν οἷοι καὶ λέγονται. Σέβειν δὲ τῶν στοιχείων τὴν ὑπόστασιν οὔτ᾿ ἂν πεισθείην, οὔτ᾿ ἂν πείσαιμι τὸν πλησίον.Καὶ Μητρόδωρος δὲ ὁ Λαμψακηνὸς ἐν τῷ περὶ Ὁμήρου λίαν εὐήθως διείλεκται, πάντα εἰς ἀλληγορίαν μετάγων. Οὔτε γὰρ Ἥραν οὔτε Ἀθηνᾶν οὔτε Δία τοῦτ᾿ εἶναί φησιν ὅπερ οἱ τοὺς περιβόλους αὐτοῖς καὶ τεμένη καθιδρύσαντες νομίζουσι, φύσεως δὲ ὑποστάσεις καὶ στοιχείων διακοσμήσεις. Καὶ τὸν Ἕκτορα δὲ καὶ τὸν Ἀχιλλέα δηλαδὴ καὶ τὸν Ἀγαμέμνονα καὶ πάντας ἁπαξαπλῶς Ἕλληνάς τε καὶ βαρβάρους σὺν τῇ Ἑλένῃ καὶ τῷ Πάριδι, τῆς αὐτῆς φύσεως ὑπάρχοντας, χάριν οἰκονομίας ἐρεῖτε παρεισῆχθαι, οὐδενὸς ὄντος τῶν προειρημένων ἀνθρώπων. Ταῦτα δὲ ἡμεῖς προετείναμεν ὥσπερ ἐπὶ ὑποθέσεως· τὴν γὰρ ἡμετέραν περὶ τοῦ θεοῦ κατάληψιν οὐδὲ συγκρίνειν ὅσιον τοῖς εἰς ὕλην καὶ βόρβορον κυλινδουμένοις.