Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Μὴ πάνυ φιλέχθρως διατίθεσθε πρὸς τοὺς βαρβάρους, ὦ ἄνδρες Ἕλληνες, μηδὲ φθονήσητε τοῖς τούτων δόγμασι. Ποῖον γὰρ ἐπιτήδευμα παρ᾿ ὑμῖν τὴν σύστασιν οὐκ ἀπὸ βαρβάρων ἐκτήσατο; Τελμισέων μὲν γὰρ οἱ δοκιμώτατοι τὴν δι᾿ ὀνείρων ἐξεῦρον μαντικήν, Κᾶρες τὴν διὰ τῶν ἄστρων πρόγνωσιν, πτήσεις ὀρνίθων Φρύγες καὶ Ἰσαύρων οἱ παλαιότατοι, Κύπριοι θυτικήν, ἀστρονομεῖν Βαβυλώνιοι, μαγεύειν Πέρσαι, γεωμετρεῖν Αἰγύπτιοι, τὴν διὰ γραμμάτων παιδείαν Φοίνικες. Ὅθεν παύσασθε τὰς μιμήσεις εὑρέσεις ἀποκαλοῦντες. Ποίησιν μὲν γὰρ ἀσκεῖν καὶ ᾄδειν Ὀρφεὺς ὑμᾶς ἐδίδαξεν, ὁ δὲ αὐτὸς καὶ μυεῖσθαι· Τουσκανοὶ πλάττειν, ἱστορίας συντάττειν αἱ παρ᾿ Αἰγυπτίοις τῶν χρόνων ἀναγραφαί. Μαρσύου δὲ καὶ Ὀλύμπου τὴν αὐλητικὴν ἀπηνέγκασθε· Φρύγες δὲ οἱ ἀμφότεροι τὴν διὰ σύριγγος ἁρμονίαν ἄγροικοι συνεστήσαντο. Τυῤῥηνοὶ σάλπιγγα,

v.2.p.6
χαλκεύειν Κύκλωπες, καὶ ἐπιστολὰς συντάττειν ἡ Περσῶν ποτε ἡγησαμένη γυνή, καθάπερ φησὶν Ἑλλάνικος· Ἄτοσσα δὲ ὄνομα αὐτῇ ἦν. Καταβάλλετε τοιγαροῦν τοῦτον τὸν τύφον, μηδὲ προβάλλεσθε ῥημάτων εὐπρέπειαν, οἵτινες, ὑφ᾿ ὑμῶν αὐτῶν ἐπαινούμενοι, συνηγόρους τοὺς οἴκοι κέκτησθε. Χρὴ δὲ τὸν νοῦν ἔχοντα τὴν ἀφ᾿ ἑτέρων περιμένειν μαρτυρίαν, συνᾴδειν τε καὶ ἐν τῇ τοῦ λόγου προφορᾷ. Νῦν δὲ μόνοις ὑμῖν ἀποβέβηκε μηδὲ ἐν ταῖς ὁμιλίαις ὁμοφωνεῖν· Δωριέων μὲν γὰρ οὐχ ἡ αὐτὴ λέξις τοῖς ἀπὸ τῆς Ἀττικῆς, Αἰολεῖς τε οὐχ ὁμοίως τοῖς Ἴωσι φθέγγονται. Στάσεως δὲ οὔσης τοσαύτης παρ᾿ οἷς οὐκ ἐχρῆν, ἀπορῶ τίνα με δεῖ καλεῖν Ἕλληνα. Καὶ γὰρ τὸ πάντων ἀτοπώτατον, τὰς μὴ συγγενεῖς ὑμῶν ἑρμηνείας τετιμήκατε, βαρβαρικαῖς τε φωναῖς ἔσθ᾿ ὅτε καταχρώμενοι συμφύρτην ὑμῶν πεποιήκατε τὴν διάλεκτον. Τούτου χάριν ἀπεταξάμεθα τῇ παρ᾿ ὑμῖν σοφίᾳ, κἂν εἰ πάνυ σεμνός τις ἦν ἐν αὐτῇ. Κατὰ γὰρ τὸν κωμικὸν
v.2.p.8
Ταῦτ᾿ ἔστιν ἐπιφυλλίδες καὶ στωμύλματα, Χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης. Λαρυγγιῶσί τε οἱ ταύτης ἐφιέμενοι, καὶ κοράκων ἀφίενται φωνήν. Ῥητορικὴν μὲν γὰρ ἐπ᾿ ἀδικίᾳ καὶ συκοφαντίᾳ συνεστήσασθε, μισθοῦ πιπράσκοντες τῶν λόγων ὑμῶν τὸ αὐτεξούσιον καὶ πολλάκις τὸ νῦν δίκαιον αὖθις οὐκ ἀγαθὸν παριστῶντες. Ποιητικὴν δέ, μάχας ἵνα συντάττητε καὶ θεῶν ἔρωτας καὶ ψυχῆς διαφθοράν.