Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ φησι καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας. καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.

τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν.

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία

p.189
ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ’ ἀρχὴν τῆς Λυσιστράτης.