Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει.

Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.

ἔνιοι μετὰ τοῦ ς γράφουσι κιστοφόρος· τὰς γὰρ λεγομένας κίστας ἱερὰς εἶναι ἔλεγον τοῦ Διονύσου καὶ ταῖν θεαῖν.

Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ʽσυνηγορία Αἰσχίνῃ ʽκατὰ Δεινίοὐ ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς

p.179
νόμους ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ. μήποτε δὲ δεῖ γράφειν ΒΛΙΜΑΖΗΙ, ἵν’ ᾖ οἷον θλίβῃ καὶ βιάζηται.

Δημοσθένης ἐν η Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ’ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἁθήνησι τριηραρχεῖν;

ἡ πρόσκλησις, τουτέστι παραγγελία εἰς κρίσιν· Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. ὅτι μέντοι καὶ προσκλήσεις ἔλεγον ὁ αὐτὸς ἐν τῷ περὶ Ἁγνίου κλήρου δηλοῖ.

ΚΛΗΤΗΡΕΣ καὶ ΚΛΗΤΕΥΕΙΝ· κλητῆρες μὲν οἱ ἄνδρες δι’ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· Ἰσαῖος ἐν τῷ πρὸς Νεοκλέα

p.180
περὶ χωρίου. πολὺ δ’ ἐστὶν ὅλως τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. ΚΛΗΤΕΥΣΑΙ δ’ ἐστὶ τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Κλεομέδοντος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις, καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου.

Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ’ ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος β Ἀτθίδος οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν η ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι.

ΚΟΙΝΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ καὶ ΛΗΞΙΑΡΧΙΚΟΝ· τὸ μὲν κοινὸν γραμματεῖόν ἐστιν εἰς ὃ ἐνεγράφοντο οἱ εἰσαγόμενοι εἰς τοὺς φράτορας καὶ γεννήτας, τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι, ὡς δεικνύουσιν ἄλλοι τε ῥήτορες καὶ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου.

Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν. κοινωνικοὺς

p.181
ἂν λέγοι τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν ἔχοντας ἀδελφοὺς, ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ’ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δὲ καὶ περὶ τῶν ἑκούσιον κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου, ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας.

ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος ʽΚροκωνιδῶν ʽδιαδικασία πρὸς Κοιρωνίδας, ʼ ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένον δ’ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ’ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας. ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ’ ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας.

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. δῆμός ἐστι τῆς Αἰγηΐδος Κολλυτός.

Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ τοῦ θησαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῷ Κολωνῷ

p.182
εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερὸν, ὡς Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους· οὗτος δ’ ἂν εἴη ὁ τῶν ἱππέων. Φερεκράτης Πετάλῃ οὗτος, πόθεν ἥκεις; ἐς Κολωνὸν ἱέμην. οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. Δημοσθένης ἐν τοῖς Κολωνῆθέν φησι. περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γ Ἀτθίδος διεξῆλθεν.

Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ.

ΚΟΜΜΑΤΑ καὶ ΚΥΡΗΒΙΑ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων.

Δημοσθένης Φιλιππικοῖς. ὁ κόρδαξ κωμικῆς ὀρχήσεώς

p.183
ἐστιν εἶδος, καθάπερ φησὶν Ἀριστόξενος ἐν τῷ περὶ τῆς τραγικῆς ὀρχήσεως. ἔστι δὲ τοὔνομα καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, ὡς παρὰ Νικοφῶντι.

Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον.

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λ.

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γ Εὐβοϊκῶν φησὶ Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ ὄρος τὸ νῦν ἀπ’ ἐκείνου Κοτύλαιον καλούμενον.

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

p.184