De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Οὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις καὶ ποταμοῖς δυσθανάτων ἰχθύσι γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνησκόντων ἢ κατ᾿ ἄλλην τινα τραχυτέραν αἰτίαν καὶ πραγμάτων περίστασιν ταφῆς ἀμοιρούντων τοῖς προστυγχάνουσι ζώοις προκεῖσθαι βοράν. Τῶν οὖν οὕτως ἀναλισκομένων σωμάτων, καὶ τῶν ταῦτα συμπληρούντων μερῶν καὶ μορίων εἰς πολὺ πλῆθος ζώων διαθρυπτομένων καὶ διὰ τῆς τροφῆς τοῖς τῶν τρεφομένων σώμασιν ἑνουμένων, πρῶτον μὲν τὴν διάκρισιν τούτων φασὶν ἀδύνατον,πρὸς δὲ ταύτῃ τὸ δεύτερον ἀπορώτερον.

Τῶν γὰρ τὰ σώματα τῶν ἀνθρώπων ἐκβοσκηθέντων ζώων, ὁπόσα πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια, διὰ τῆς τούτων γαστρὸς ἰόντων καὶ τοῖς τῶν μετειληφότων σώμασιν ἑνουμένων, ἀνάγκην εἶναι πᾶσαν, τὰ μέρη τῶν ἀνθρώπων, ὁπόσα τροφὴ γέγονε τοῖς μετειληφόσι ζώοις, πρὸς ἕτερα τῶν ἀνθρώπων μεταχωρεῖν σώματα, τῶν μεταξὺ τούτοις τραφέντων ζώων τὴν ἐξ ὧν ἐτράφησαν τροφὴν διαπορθμευόντων εἰς ἐκείνους τοὺς ἀνθρώπους ὧν ἐγένετο τροφή.

Εἶτα τούτοις ἐπιτραγῳδοῦσι τὰς ἐν λιμοῖς καὶ μανίαις τολμηθείσας τεκνοφαγίας καὶ τοὺς κατ᾿ ἐπιβουλὴν ἐχθρῶν ὑπὸ τῶν γεννησαμένων ἐδηδεσμένους παῖδας, καὶ

v.1.p.58
τὴν Μηδικὴν τράπεζαν ἐκείνην καὶ τὰ τραγικὰ δεῖπνα Θυέστου καὶ τοιαύτας δή τινας ἐπισυνείρουσι παρ᾿ Ἕλλησι καὶ βαρβάροις καινουργηθείσας συμφοράς· ἔκ τε τούτων κατασκευάζουσιν, ὡς νομίζουσιν, ἀδύνατον τὴν ἀνάστασιν, ὡς οὐ δυναμένων τῶν αὐτῶν μερῶν ἑτέροις τε καὶ ἑτέροις συναναστῆναι σώμασιν, ἀλλ᾿ ἤτοι τὰ τῶν προτέρων συστῆναι μὴ δύνασθαι, μετεληλυθότων τῶν ταῦτα συμπηλρούντων μερῶν πρὸς ἑτέρους, ἢ τούτων ἀποδοθέντων τοῖς προτέροις ἐνδεῶς ἕξειν τὰ τῶν ὑστέρων.