De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημμελημάτων διὰ τὴν τοῦ σώματος ἔνδειάν τε καὶ χρείαν, ἐκπίπτειν δὲ αὐτὸ τὸ σῶμα τῆς ἐπὶ τοῖς κατορθωθεῖσι κοινωνίας, ὑπὲρ ὦν τοὺς ἐν τῇ ζωῇ συνδιήνεγκε πόνους.

Καὶ μὴν καὶ πλημμελημάτων κρινομένων οὐ σώζεται τῇ ψυχῇ τὸ δίκαιον, εἴ γε μόνη τίνοι δίκην ὑπὲρ ὧν ἐνοχλοῦντος τοῦ σώματος καὶ πρὸς τὰς οἰκείας ὀρέξεις ἢ κινήσεις ἕλκοντος ἐπλημμέλησεν, ποτὲ μὲν κατὰ συναρπαγὴν καὶ κλοπήν, ποτὲ δὲ κατὰ τινα βιαιοτέραν ὁλκήν, ἄλλοτε δὲ κατὰ συνδρομὴν ἐν χάριτος μέρει καὶ θεραπείας τῆς τούτου συστάσεως.

Ἢ πῶς οὐκ ἄδικον τὴν ψυχὴν κρίνεσθαι καθ᾿ ἑαυτὴν ὑπὲρ ὧν οὐδ᾿ ἡντινοῦν ἔχει κατὰ τὴν ἑαυτῆς φύσιν οὐκ ὄρεξιν, οὐ κίνησιν, οὐχ ὁρμήν, οἶον λαγνείας ἢ βίας ἢ πλεονεξίας ἢ

v.1.p.81
ἀδικίας καὶ τῶν ἐπὶ τούτοις ἀδικημάτων;

Εἰ γὰρ τὰ πλεῖστα τῶν τοιούτων γίνεται κακῶν ἐκ τοῦ· μὴ κατακρατεῖν τοὺς ἀνθρώπους τῶν ἐνοχλούντων παθῶν, ἐνοχλοῦνται δὲ ὑπὸ τῆς τοῦ σώματος ἐνδείας καὶ χρείας καὶ τῆς περὶ τοῦτο σπουδῆς καὶ θεραπείας (τούτων γὰρ ἕνεκεν πᾶσα ἡ κτῆσις καὶ πρὸ ταύτης ἡ χρῆσις, ἔτι δὲ γάμος καὶ ὅσαι κατὰ τὸν βίον πράξεις, ἐν οἶς καὶ περὶ ἃ θεωρεῖται τό τε πλημμελὲς καὶ τὸ μὴ τοιοῦτον), ποῦ δίκαιον, ἐν οἶς πρωτοπαθεῖ τὸ σῶμα καὶ τὴν ψυχὴν ἕλκει πρὸς συμπάθειαν καὶ κοινωνίαν τῶν ἐφ᾿ ἃ δεῖται πράξεων, αὐτὴν κρίνεσθαι μόνην, καὶ τὰς μὲν ὀρέξεις καὶ τὰς ἡδονάς, ἔτι δὲ φόβους καὶ λύπας, ἐφ᾿ ὦν πᾶν τὸ μὴ μέτριον ὑπόδικον, ἀπὸ τοῦ σώματος ἔχειν τὴν κίνησιν, τὰς δὲ ἐκ τούτων ἁμαρτίας καὶ τὰς ἐπὶ τοῖς ἡμαρτημένοις τιμωρίας ἐπὶ τὴν ψυχὴν φέρεσθαι μόνην, τὴν μήτε δεομένην τοιούτου τινὸς μήτε ὀρεγομένην μήτε φοβουμένην ἢ πάσχουσάν τι τοιοῦτον καθ᾿ ἑαυτὴν οἷον πάσχειν πέφυκεν ἄνθρωπος;

Ἀλλὰ κἂν μὴ μόνου τοῦ σώματος, ἀνθρώπου δὲ θῶμεν εἶναι τὰ πάθη, λέγοντες ὀρθῶς διὰ τὸ μίαν ἐξ ἀμφοτέρων εἶναι τὴν τούτου ζωήν, οὐ δήπου γε καὶ τῇ ψυχῇ ταῦτα προσήκειν φήσομεν, ὁπόταν καθαρῶς τὴν ἰδίαν αὐτῆς ἐπισκοπῶμεν φύσιν.

Εἰ γὰρ πάσης καθάπαξ τροφῆς ἐστιν ἀνενδεής, οὐκ ἂν ὀρεχθείη ποτὲ τούτων ὧν οὐδαμῶς δεῖται πρὸς τὸ εἶναι, οὔτ᾿ ἂν ὁρμήσειεν ἐπί τι τούτων οἶς μηδ᾿ ὅλως χρῆσθαι πέφυκεν· ἀλλ᾿ οὐδ᾿ ἂν λυπηθείη δι᾿ ἀπορίαν χρημάτων ἢ κτημάτων, ὡς οὐδὲν αὐτῇ προσηκόντων.

Εἰ δὲ καὶ φθορᾶς ἐστι κρείττων, οὐδὲν φοβεῖται τὸ παράπαν ὡς φθαρτικὸν ἑαυτῆς· οὐ γὰρ δέδοικεν οὐ λιμόν, οὐ νόσον οὐ πήρωσιν οὐ λώβην οὐ πῦρ οὐ σίδηρον, ἐπεὶ μηδὲ παθεῖν ἐκ τούτων δύναταί τι βλαβερὸν οὔτ᾿ ἀλγεινόν, οὐχ ἁπτομένων αὐτῆς τὸ παράπαν οὔτε σωμάτων οὔτε σωματικῶν δυνάμεων.

Εἰ δὲ τὸ τὰ πάθη ταῖς ψυχαῖς ἰδιαζόντως προσάπτειν ἄτοπον, τὸ τὰς ἐκ τούτων

v.1.p.82
ἁμαρτίας καὶ τὰς ἐπὶ ταύταις τιμωρίας ἐπὶ μόνας φέρειν τὰς ψυχὰς ὑπερβαλλόντως ἄδικον καὶ τῆς τοῦ θεοῦ κρίσεως ἀνάξιον.